- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:331.1-331.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯解释了亚里士多德何以将灵魂的其他能力(推论思想、智性、技艺、实践智慧、智慧)分配至不同学科(伦理学、自然学、形而上学),并阐明了技艺、实践智慧与意见在对象及确定性程度上的差异。
" Τὰ δὲ λοιπὰ πῶς δεῖ διανεῖμαι ἐπί τε διανοίας καὶ νοῦ καὶ ἐπιστήμης καὶ τέχνης καὶ φρονήσεως καὶ σοφίας." Ἐπειδὴ δι’ ὅλου τοῦ βιβλίου περὶ ἀποδείξεως καὶ δόξης διέλαβεν, ὑπάρχουσι δὲ καὶ ἕτεραι τῆς ψυχῆς δυνάμεις, μᾶλλον δὲ ἐνέργειαι, ἃς αὐτὸς κατηριθμήσατο, τὴν αἰτίαν ἡμῖν εἰπεῖν ἠβουλήθη δι’ ἣν ἐν τούτοις οὐ διέλαβε περὶ αὐτῶν. καὶ φησὶν ὅτι οὐ τῆς προκειμένης ἦν πραγματείας τὸ περὶ τούτων διαλαβεῖν,1 ἀλλὰ περὶ τινῶν μὲν ἠθικῆς, περὶ τινῶν δὲ φυσικῆς πραγματείας· προσθείημεν δ’ ἂν ἡμεῖς ὅτι περὶ τινῶν καὶ θεολογίας. διείλεκται γοῦν ἐν μὲν τῇ ἠθικῇ πραγματείᾳ περὶ φρονήσεως καὶ τέχνης· περὶ γὰρ τὰ πρακτὰ καὶ τέχνη ἔχει καὶ φρόνησις· ἐν δὲ τῇ θεολογικῇ, λέγω δὴ τῇ Μετὰ τὰ φυσικὰ καὶ ἐν τῷ ἐλάττονι ἄλφα, περὶ νοῦ καὶ σοφίας, περὶ δὲ ἐπιστήμης καὶ διανοίας καὶ δόξης ἐν ταῖς λογικαῖς καὶ φυσικαῖς πραγματείαις. οὐδὲν δὲ χεῖρον ἴσως ὀλίγα περὶ αὐτῶν εἰπεῖν ἐν τῷ παρόντι. ἡ μὲν οὖν φρόνησις καὶ ἡ τέχνη περὶ πρακτὰ καὶ ἐνδεχόμενα ἔχει καὶ τὰ ἐφ’ ἡμῖν· διόπερ εἰκότως καὶ ἐν τῇ ἠθικῇ πραγματείᾳ περὶ αὐτῶν διείλεκται. ἀλλὰ τῆς μὲν τέχνης ὥρισται καὶ τὸ τέλος καὶ τὰ πρὸς τὸ τέλος· οὐδὲ γὰρ ὡς ἂν ὁ τεχνίτης βούληται, ἐπιτίθησι τοῖς τεχνητοῖς τὰ εἴδη, ἀλλ’ ὡς ἡ χρεία ἀπένειμεν· οὐδὲ γὰρ ἐν τῷ τεχνίτῃ ἐστὶν οἷον ἂν θέλῃ εἶδος ἐπιτιθέναι τῇ νηὶ ἢ τῇ κλίνῃ ἢ τῇ οἰκίᾳ, ἀλλ’ ὡς ἡ χρεία ὥρισεν. ἡ μέντοι φρόνησις καὶ τὸ τέλος ἔχει ἀόριστον2 καὶ τὰ πρὸς τὸ τέλος ἄλλοτε ἄλλα λαμβάνεται. οἷον ἐβουλευσάμεθα τοῖσδε πολεμῆσαι ἢ ἀπελθεῖν ἐν τῷδε τῷ τόπῳ, καὶ οὐ πάντως ἐξέβη ἡ βουλὴ ἢ διὰ θάνατον ἢ διὰ νόσον ἢ διὰ χειμῶνα ἢ δι’ ἕτερα πλείονα. καὶ τὰ πρὸς τὸ τέλος δὲ οὐ τὰ αὐτά· δυνατὸν γὰρ ἴσως καὶ πεζεύοντα αὐτὸν καὶ ὑποζυγίοις ἢ ναυσὶ χρώμενον. καὶ ἐβουλευσάμεθα μὲν πολλάκις ναυσίν, οὐκ ἐξέβη δέ. ταῦτα πάντα καὶ ἐνδεχόμενα καὶ τῶν ἐφ’ ἡμῖν. ἡ δὲ δόξα ἐπὶ πλέον ἐστὶ καὶ τέχνης καὶ φρονήσεως· ἐπεκτείνεται γὰρ καὶ μέχρι τῶν οὐκ ἐφ’ ἡμῖν. οἷον ἐπειδὰν θεασώμεθα τὴν σελήνην ἀπὸ συνόδου οὖσαν καὶ τὰ κέρατα ἔχουσαν ἀμβλέα, φαμὲν ὅτι ὄμβρος ἄρα, καὶ ὅσα περὶ τῶν διοσημειῶν γράφουσι. ταῦτα δὲ ἐνδεχόμενα μέν, οὐ μέντοι τῶν ἐφ’ ἡμῖν.
“至于余下的事物,应当如何在推论思想、智性、知识、技艺、实践智慧与智慧之间分配:” 既然他在全书贯穿论述了论证与意见,并且灵魂中还存在着他自己所列举的其他能力,或者不如说现实活动,他就意图向我们说明在这些篇章中没有论述它们的原因。他说,论述这些并不是当前著作[的任务],关于其中某些是属于伦理学著作的,关于另一些则是属于自然学著作的;而我们还可以补充说,关于其中某些也是属于神学的。无论如何,他在伦理学著作中讨论了实践智慧与技艺;因为技艺与实践智慧皆关于可践行之事;在神学著作中——我指的当然是《形而上学》与小阿尔法卷——讨论了智性与智慧;而在逻辑学与自然学著作中讨论了知识、推论思想与意见。此刻就它们略作数语,大概也无妨。实践智慧与技艺所关于的,是可践行之事、偶然之事以及取决于我们之事;因此他在伦理学著作中讨论它们是理所当然的。然而对于技艺而言,目的与通往目的的手段皆是被限定的;因为工匠并非随心所欲地将形式赋予人工制品,而是按照功用的分配赋予的;因为按照他所意愿的任何形式赋予船只、卧榻或房屋,并不在工匠的权能之内,而是按照功用所限定的那样。然而,实践智慧具有不确定的目的,通往目的的手段在不同场合亦采取不同之物。例如,我们曾决意与这些人交战或前往某地,而这一决议并未完全实现,或者由于死亡,或者由于疾病,或者由于暴风雨,或者由于其他诸多原因。并且通往目的的手段亦非同一;因为可能他既可以步行,亦可以使用役畜或船只。我们曾屡次决意乘船,却未曾实现。所有这些既是偶然之事,亦属于取决于我们之事。但意见的范围比技艺和实践智慧更为广泛;因为它甚至扩展到了不取决于我们之事。例如,当我们观察新月之后、双角钝圆的月亮时,我们便说“因而将有降雨”,以及凡人们关于天象预兆所记载的事情皆属此类。这些诚然是偶然之事,却不属于取决于我们之事。
- 1.544οὐ τῆς προκειμένης ἦν πραγματείας τὸ περὶ τούτων διαλαβεῖν
属格 τῆς προκειμένης … πραγματείας 在此作不完全动词 ἦν 的表语属格(表示归属、职责或固有属性),意为“不属于当前著作的任务/范畴”。该小句的语法主语是带有中性冠词的不定词短语 τὸ περὶ τούτων διαλαβεῖν。
- 1.544καὶ τὸ τέλος ἔχει ἀόριστον
形容词 ἀόριστον 处于宾语 τὸ τέλος 的表语位置(predicative position),意为“具有不确定的目的”或“使目的处于未限定状态”,与前文论及技艺时“目的与手段皆已被限定(ὥρισται καὶ τὸ τέλος καὶ τὰ πρὸς τὸ τέλος)”形成严密的对称结构。
