← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§329.3-330.26

关于同一对象的知识与意见的成立及同时不可得

斐洛庞奴斯注解了亚里士多德《后分析篇》第一卷第33章(89a28–38),阐明了知识与意见在何种意义上关于同一事物成立、在何种意义上不成立(基质上的同一与定义、领会方式上的相异),并通过天文学的例证说明为何同一主体不可能在同一时刻既知道又对同一事物持有意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.538

" Ἐπεὶ δὲ τὸ αὐτὸ πλεοναχῶς λέγεται, ἔστι μὲν ὡς ἐνδέχεται, ἔστι δ’ ὡς οὔ." Εἰ μὲν οὖν τὸ 〈τὸ〉 αὐτό τινι εἶναι λεγόμενον κατὰ πάντα ταὐτὸν ἦν,1 ἀδύνατον ἦν τοῦ αὐτοῦ εἶναι δόξαν καὶ ἐπιστήμην. ἐπειδὴ δὲ πολλαχῶς τὸ ταὐτὸν λέγεται (λέγονται γὰρ τὰ αὐτὰ εἶναι ἢ τῷ ὑποκειμένῳ ἢ τῷ λόγῳ ἢ ὁπωσοῦν ἄλλως), οὐδὲν κωλύει καὶ τὴν δόξαν καὶ τὴν ἐπιστήμην κατὰ τὶ μὲν τοῦ αὐτοῦ εἶναι, κατὰ τὶ δὲ οὔ, ὡς ἔφθημεν εἰπόντες.

“既然同一事物是在多重意义上被说的,在某种意义上是可能的,而在某种意义上则不是。” 因此,如果被说成与某物是同一的事物在一切方面都是同一的,那么同一事物存在意见和知识就会是不可能的。然而,既然同一事物是在多重意义上被说的(因为事物被说成是同一的,或者依底层基质,或者依定义,或者依任何其他方式),那么正如我们此前所说,这就丝毫不会妨碍意见和知识在某一方面是关于同一事物的,而在另一方面则不是。

§1.539

"Τὸ μὲν γὰρ σύμμετρον εἶναι τὴν διάμετρον ἀληθῶς δοξάζειν ἄτοπον." Ἔτι ἐπὶ παραδείγματος τὸν λόγον ποιεῖται. τὸ μὲν γὰρ οὕτω λέγειν, φησί, τοῦ αὐτοῦ εἶναι τὴν ἀληθῆ καὶ ψευδῆ δόξαν ὡς τὰς αὐτὰς εἶναι ἀλλήλαις ἄτοπον, οἷον τὴν λέγουσαν ὅτι 〈ἀσύμμετρος ἡ διάμετρος καὶ τὴν λέγουσαν ὅτι〉 σύμμετρος· ἔσται γὰρ ταὐτὸν τὸ ἀληθὲς τῷ ψευδεῖ. πῶς οὖν τοῦ αὐτοῦ ἀληθὴς δόξα καὶ ψευδής; τῷ περὶ ἓν εἶναι καὶ ταὐτὸν ὑποκείμενον, τὴν διάμετρον.

“因为真实地认为对角线是可通约的,这是荒谬的。” 他进一步基于例证展开论证。他说,如果说真实意见和虚假意见是关于同一事物的,以至于它们彼此是同一的,这是荒谬的,例如那声称〈对角线是不可通约的意见,与那声称对角线是〉可通约的意见;因为这样一来,真就会与假相同。那么,怎么会存在关于同一事物的真实意见和虚假意见呢?这是凭借它们关于同一个底层基质,即对角线。

§1.540

"Τὸ δὲ τί ἦν εἶναι ἑκατέρῳ κατὰ τὸν λόγον οὐ τὸ αὐτό." Ἕτερος γὰρ δῆλον ὅτι ὁ ὁρισμὸς τῆς ἀληθοῦς δόξης καὶ τῆς ψευδοῦς καὶ ἔτι δόξης καὶ ἐπιστήμης.

“然而依定义的本质存在对二者而言并非同一。” 因为显而易见,真实意见与虚假意见的定义是不同的,进一步地,意见与知识的定义亦是不同的。

§1.541

"Ἡ μὲν γὰρ οὕτω τοῦ ζῴου ὥστε μὴ ἐνδέχεσθαι." Ἡ μὲν ἐπιστήμη, φησίν, οὕτως ἀποφανεῖται περὶ τοῦ ἀνθρώπου, ὡς εἴη ζῷον, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἶναι αὐτὸν ζῷον·2 ἡ μέντοι δόξα ὡς ἐνδεχομένως ὄντος ζῴου.

“因为一者关于动物,是在不能[不如此]的方式下的。” 他说,知识断言人是动物,是在他不可能不是动物的方式下断言的;然而意见则是在他偶然是动物的方式下断言的。

§1.542

"Οἷον εἰ ἡ μὲν ὅπερ ἀνθρώπου ἐστίν, ἡ δὲ ἀνθρώπου μὲν μὴ ὅπερ δὲ ἀνθρώπου· τὸ αὐτὸ γὰρ ὅτι ἄνθρωπος, τὸ δὲ ὡς οὐ τὸ αὐτό." Τουτέστιν ἡ ἐπιστήμη καὶ ἡ δόξα περὶ Σωκράτους, εἰ τύχοι, ὑπολαμβάνει ὅτι ἄνθρωπός ἐστιν, καὶ ταύτῃ ἄμφω ἀληθεύει. ἀλλ’ ἡ μὲν ἐπιστήμη ὅπερ ἄνθρωπον εἶναι λέγει τὸν Σωκράτην, ταὐτὸν δέ ἐστιν εἰπεῖν μὴ εἶναι μὴ ἄνθρωπον, τοῦτο δέ ἐστι τὸ ἀδύνατον εἶναι μὴ εἶναι ἄνθρωπον, ἡ δὲ δόξα ὡς ἐνδέχεσθαι καὶ μὴ εἶναι ἄνθρωπον. ταύτῃ οὖν ἡ διαφορὰ κατὰ τὸν τρόπον τῆς ὑπολήψεως.

“例如,假若一者是关于恰恰是人之所是的东西,而另一者虽是关于人的,却不是关于恰恰是人之所是的东西;因为它是人这一点是同一的,但如何是人则不是同一的。” 也就是说,假若碰巧知识和意见关于苏格拉底都领会他是人,在此点上二者皆说出真理。但知识说苏格拉底恰恰是人,这等于说是不能不是人,而这也就是他不可能不是人;然而意见则是在他也可能不是人的方式下领会的。因此,在这方面存在着按照领会方式的区别。

§1.543

"Φανερὸν δ’ ἐκ τούτων ὅτι οὐδὲ δοξάζειν ἅμα τὸ αὐτὸ καὶ ἐπίστασθαι ἐνδέχεται· ἅμα γὰρ ἂν ἔχοι ὑπόληψιν τοῦ ἄλλως ἔχειν καὶ μὴ ἄλλως." Εἰ δέδεικται ὅτι τοῦ αὐτοῦ δόξαν εἶναι καὶ ἐπιστήμην κατὰ τὶ μὲν δυνατόν, κατὰ τὶ δὲ οὐ δυνατόν, καὶ οὕτως οὐ δυνατὸν ὡς ἀδύνατον 〈ὂν〉 τὴν αὐτὴν εἶναι τὴν ἐπιστήμην καὶ τὴν δόξαν, δῆλον δήπου ἐκ τούτου ὅτι οὐδὲ δοξάζειν ἅμα περὶ τοῦ αὐτοῦ καὶ ἐπίστασθαι ἐνδέχεται. καὶ καλῶς προσέθηκε τὸ ἅμα· ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ χρόνῳ δυνατόν. δυνατὸν γὰρ πρότερον δοξάζοντας, ὅτι καθ’ ὑποδρομὴν τῆς σελήνης ὁ ἥλιος ἐκλιμπάνει, ὡς οὐκ ἐξ ἀνάγκης τούτου γινομένου, ὥσπερ τὸν Ἐπίκουρόν φασι δοξάζειν, ὕστερον ἐπιστημονικὴν ἔχειν περὶ τούτου ὑπόληψιν τοῖς ἀστρονόμοις ἐντυχόντας.3 ἕνα μέντοι καὶ τὸν αὐτὸν ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον δοξάζειν τε ὅτι τοῦτο οὕτω γίνεται καὶ ἐπίστασθαι τῶν ἀδυνάτων ἐστί· τὸ αὐτὸ γὰρ ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον ὑπολήψεται καὶ δύνασθαι ἄλλως ἔχειν καὶ μὴ δύνασθαι ἄλλως ἔχειν, ὅπερ ἄτοπον. καθὸ μὲν γὰρ ἐπιστήμην αὐτοῦ ἔχει, ὑπολαμβάνει μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν· καθὸ δὲ δόξαν ἔχει, ὑπολαμβάνει καὶ ἄλλως ἐνδέχεσθαι ἔχειν.

“从这些显然可知,同时认为同一事物并知道它是绝不可能的;因为他将同时具有它能够处于不同状态与不能处于不同状态的领会。” 如果已经表明关于同一事物存在意见和知识在某一方面是可能的,但在某一方面是不可能的,而且是在知识与意见不可能同一这一意义上不可能的,那么由此显然可知,同时关于同一事物持有意见并知道它是绝不可能的。他恰当地加上了“同时”;因为在不同时刻这是可能的。因为人们此前认为太阳因月亮运行至其下方而发生日食,仿佛此事并不是必然发生的——正如人们所说伊壁鸠鲁所认为的那样——而在之后遇到了天文学家们,才对此事具有了科学领会,这是可能的。然而,同一个单个人同时并在同一时刻既认为此事是如此发生又知道它,这属于不可能之事;因为他在同时且在同一时刻将既领会同一事物能够处于不同状态,又领会它不能处于不同状态,这是荒谬的。因为就他具有关于它的知识而言,他领会它不可能处于不同状态;而就他具有关于它的意见而言,他领会它也可能处于不同状态。

语法注3 条
  1. 1.538Εἰ μὲν οὖν τὸ 〈τὸ〉 αὐτό τινι εἶναι λεγόμενον κατὰ πάντα ταὐτὸν ἦν

    反事实条件句(εἰ ἦν ... ἀδύνατον ἦν)。主语是由中性定冠词 τὸ 引出的实体化分词短语 τὸ 〈τὸ〉 αὐτό τινι εἶναι λεγόμενον,表示“被说成与某物为同一的事物”。短语 τὸ αὐτό τινι εἶναι 作为 λεγόμενον 的补足不定式短语。

  2. 1.541ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἶναι αὐτὸν ζῷον

    带有连词 ὡς 的属格绝对结构(genitive absolute),用以修饰主句的 ἀποφανεῖται,表示断言的方式或主观理由。属格的主语是带定冠词的不定式短语 τοῦ μὴ εἶναι αὐτὸν ζῷον(“他不是动物”),谓语分词为 ἀδυνάτου ὄντος。

  3. 1.543δυνατὸν γὰρ πρότερον δοξάζοντας... ὕστερον ἐπιστημονικὴν ἔχειν περὶ τούτου ὑπόληψιν τοῖς ἀστρονόμοις ἐντυχόντας

    由非人称形容词 δυνατὸν [ἐστί] 支配的带宾格的不定式结构。宾格分词 δοξάζοντας 和 ἐντυχόντας 作为不定式 ἔχειν 的逻辑主语,指代泛指的人(“人们”)。介词短语 καθ’ ὑποδρομὴν τῆς σελήνης 表明 ἐκλιμπάνει(“发生日食”)的手段或原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:329.3-330.26