- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:327.18-329.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺补充了通过无中项前提进行推论时所省略的词项(“原因”)(89a21),并通过真假意见的类比(在底层基质上相同但在方式上相异),解释了对同一事物的知识与意见何以能够并存却不同一(89a23)。
" Ἐὰν μὲν διὰ τῶν ἀμέσων δοξάσῃ." Προσυπακουστέον ‘τὸ διότι’, τουτέστι τοῦ διότι δόξαν ἕξει. εἰπὼν γὰρ δοξάσει καὶ οὐκ ἐπιστήσεται ἀληθῶς καὶ τὸ ὅτι καὶ τὸ διότι πρὸς τὸ διότι τὸ προσεχὲς τὰ ἑξῆς ἐπήγαγεν1 εἰπὼν ἐὰν μὲν διὰ τῶν ἀμέσων δοξάσῃ, τὸ διότι δηλονότι.
“如果他通过无中项前提持有意见。” 应当补足“原因”,也就是说,他将具有关于原因的意见。因为在他说了他将持有意见、且不会真正地知道事实本身与原因之后,紧承着前面的“原因”,他补充了随后的文句,说“如果他通过无中项前提持有意见”,显然是说[如果他持有关于]原因[的意见]。
"Τοῦ δ’ αὐτοῦ δόξα καὶ ἐπιστήμη οὐ πάντως ἐστίν." Ἀπορήσας, ὅτι ἐνδέχεται τοῦ αὐτοῦ δόξαν εἶναι καὶ ἐπιστήμην, πῶς οὐχὶ ταὐτὸν ἐπιστήμη καὶ δόξα, νῦν ἐν τούτοις τὸν λόγον καὶ τῇ ἀπορίᾳ τὴν λύσιν ἐπιτίθησι. καὶ φησὶν ὅτι οὕτως ἐνδέχεται τοῦ αὐτοῦ δόξαν εἶναι καὶ ἐπιστήμην, ὥσπερ καὶ ψευδῆ καὶ ἀληθῆ δόξαν τοῦ αὐτοῦ ἐνδέχεται εἶναι. πρότερον δὲ διαρθρώσας, πῶς τοῦ αὐτοῦ ἐνδέχεται καὶ ψευδῆ καὶ ἀληθῆ δόξαν εἶναι, οὕτως δείκνυσιν ἐκ τοῦ παραδείγματος, πῶς καὶ ἐπιστήμην καὶ δόξαν τοῦ αὐτοῦ εἶναι ἐνδέχεται. ἔστιν οὖν, φησί, τοῦ αὐτοῦ καὶ ψευδὴς δόξα καὶ ἀληθὴς τρόπον τινά. καθ’ ὃ μὲν γὰρ περὶ οὗ ἐστιν ἀληθὴς δόξα, περὶ τούτου ἐστὶ καὶ ψευδής· οἷον εἰ ὁ μὲν δοξάζοι ὅτι ἀθάνατος ἡ ψυχή, ἕτερος δὲ ὅτι θνητή· τῷ γὰρ περὶ ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον τήν τε ἀληθῆ εἶναι δόξαν καὶ τὴν ψευδῆ,2 οὕτω τοῦ αὐτοῦ ἐστιν ἀληθὴς καὶ ψευδὴς δόξα, οὐ μὴν ὡς τὰς αὐτὰς εἶναι ἀλλήλαις τήν τε ἀληθῆ καὶ τὴν ψευδῆ. συμβήσεται γὰρ πλείονα ἄτοπα τῷ λόγῳ. πρῶτον μὲν τὸ τὴν αὐτὴν εἶναι τὴν ἀληθῆ τῇ ψευδεῖ, ταὐτὸν δὲ εἰπεῖν τὸ ἀληθὲς τῷ ψεύδει. τοῦτο δέ ἐστι τὸ τὴν ἀντίφασιν συναληθεύειν· ἡ γὰρ ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἔπειτα, φησί, συμβήσεται ὃ δοξάζει τις, μὴ δοξάζειν. εἰ γὰρ δοξάσοιμεν ὅτι ἔστιν, εἰ τύχοι, ἡ ψυχὴ ἀθάνατος, ἀληθὲς δὲ τοῦτο, ψεῦδος δῆλον ὅτι τὸ μὴ εἶναι ἀθάνατον. εἰ οὖν ταὐτὸν τούτῳ τὸ ἀληθές, τὸ δοξάζειν ἀθάνατον εἶναι * * * *, ὅπερ ἄτοπον. ὥσπερ οὖν ἐπὶ τῆς ἀληθοῦς καὶ ψευδοῦς δόξης ἔχει, οὕτω καὶ περὶ δόξης καὶ ἐπιστήμης. τῷ μὲν γὰρ περὶ ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον εἶναι τήν τε δόξαν καὶ τὴν ἐπιστήμην τοῦ αὐτοῦ ἄμφω· καὶ γὰρ καὶ ὁ ἐπιστάμενος λέξει, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ ὁ δοξάζων, καὶ ἀληθεῖς ἀμφότεραι αἱ ὑπολήψεις, καὶ ταύτῃ τοῦ αὐτοῦ δόξα καὶ ἐπιστήμη. διαφέρουσι δὲ τῷ τρόπῳ, ὅτι ἡ μὲν ἐπιστήμη τὸ ἐξ ἀνάγκης ὑπάρχον ὑπάρχειν λέγει ἐξ ἀνάγκης, ἡ δὲ δόξα ἐνδεχομένως· οἷον ὁ μὲν ἐπιστήμων λέξει ἐξ ἀνάγκης κινεῖσθαι τὸν ἥλιον, ὁ δὲ δοξάζων ἐνδεχομένως κινεῖσθαι. διαφέρουσιν οὖν τῷ τρόπῳ τῆς ὑπολήψεως. ὥστε περὶ τὸ αὐτὸ μὲν ἐνδέχεται ἀμφοτέρας εἶναι· τὰς αὐτὰς δὲ εἶναι ἀδύνατον, ὥσπερ οὐδὲ τὴν αὐτὴν τὴν ψευδῆ δόξαν τῇ ἀληθεῖ· ψεῦδος δὲ καὶ τὸ λέγειν τὸ ἀναγκαίως ὑπάρχον ἐνδεχομένως ὑπάρχειν. ὥστε κοινωνοῦσι μὲν κατὰ τὸ ὑποκείμενον τῷ τε περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφοτέρας εἶναι καὶ ἀληθεύειν περὶ αὐτοῦ· διαφέρουσι δέ, ὅτι ἡ μὲν ἐπιστήμη καὶ τῷ τρόπῳ τῆς ἀποφάνσεως ἀληθεύει, ἡ δὲ δόξα ψεύδεται. εἰ δὲ 〈ἕτερος〉 ὁ τρόπος τῆς ἀποφάνσεως, δῆλον ὅτι οὐδὲ δοξαστὸν τὸ ἐπιστητὸν εἶναι ἐνδέχεται· τὸ γὰρ εἶναι τὴν ψυχὴν ἀθάνατον ἐπιστητὸν μὲν ἀληθῶς, δοξαστὸν δὲ ψευδῶς. εἰ γὰρ τὸ δοξαστὸν ἐνδέχεται καὶ ἄλλως ἔχειν, τὸ δὲ εἶναι τὴν ψυχὴν ἀθάνατον, εἰ ἀθάνατος εἴη, οὐκ ἐνδέχεται ἄλλως ἔχειν, οὐδὲ τὸ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἐνδέχεται ἄλλως ἔχειν, οὐκ ἄρα ἐνδέχεται τὸ ἐπιστητὸν δοξαστὸν εἶναι. ἀλλὰ ἀληθῆ μὲν τὴν περὶ αὐτοῦ δόξαν ἐνδέχεται εἶναι, αὐτὸ δὲ εἶναι δοξαστὸν οὐκ ἐνδέχεται, ἐπεὶ μηδὲ τὴν ἐπιστήμην δόξαν εἶναι ἐνδέχεται.
“然而关于同一事物的意见和知识并非在一切方面都存在。” 在提出了这一疑难之后——即既然对同一事物可能存在意见和知识,为何知识和意见不是同一回事——现在他在这些文句中展开了论述,并为该疑难提供了解决。他说,对同一事物可能存在意见和知识,正如对同一事物可能存在虚假意见和真实意见一样。而他在首先阐明了对同一事物如何可能既存在虚假意见又存在真实意见之后,便通过这一例证表明,对同一事物如何也可能既存在知识又存在意见。他说,在某种方式下,确实存在关于同一事物的虚假意见和真实意见。因为就真实意见所关涉的事物而言,关于此事物同样也存在虚假意见;例如,假若一人认为灵魂是不朽的,而另一人认为它是可灭的;因为凭借着真实意见和虚假意见都是关于同一个底层基质,在这一意义上存在关于同一事物的真实意见和虚假意见,但决不是说真实意见与虚假意见彼此是同一的。因为这样一来,论证中将会出现多重荒谬:首先,真实意见将与虚假意见相同,也就是等于说真与假相同;而这意味着矛盾命题同时为真,因为矛盾命题本是将真与假分开的;其次,他说,将会发生某人所持意见的事物,他却并未对其持有意见。因为假若碰巧我们认为灵魂是不朽的,而这是真实的,那么它不是不朽的显然就是虚假的。因此,如果真与此相同,那么认为它是不朽的就会成为* * * *,这是荒谬的。因此,正如在真实意见与虚假意见的情形中那样,关于意见和知识的情形亦复如此。因为凭借着意见和知识都是关于同一个底层基质,两者都是关于同一事物的;因为知者固然会说三角形的三个角等于两直角,持意见者也会这样说,且两种领会都是真实的,在这一方面存在关于同一事物的意见和知识。但它们在方式上有所不同,因为知识说必然具有的属性是必然具有的,而意见则说是偶然具有的;例如,具有知识者会说太阳是必然运动的,而持意见者则会说是偶然运动的。因此,它们在领会的方式上不同。因而,两者关于同一事物是可能的,但两者同一则是不可能的,正如虚假意见绝不能与真实意见相同一样;并且说必然具有的属性是偶然具有的,这也是假的。因此,它们按照底层基质而相通,这在于两者都关涉同一个事物并且关于它说出真理;但它们不同之处在于,知识在断言的方式上也说出真理,而意见则说出虚假。如果断言的方式是〈相异的〉,显而易见,知识的对象也决不可能同时是意见的对象;因为灵魂是不朽的〔这一点〕,真实而言是知识的对象,但虚假而言才是意见的对象。因为如果意见的对象也可能处于不同状态,而灵魂是不朽的(假若它是不朽的)不可能处于不同状态,三角形具有等于两直角的三个角也不可能处于不同状态,那么知识的对象便不可能成为意见的对象。然而,关于它的意见固然可能是真实的,但它本身作为意见的对象则是不可能的,因为知识本身同样不可能成为意见。
- 1.536πρὸς τὸ διότι τὸ προσεχὲς τὰ ἑξῆς ἐπήγαγεν
介词短语 πρὸς τὸ διότι τὸ προσεχές(紧承着前面的[词句]“原因”)作动词 ἐπήγαγεν(补充/增添)的状语,表明引文中的后续文句是直接承接紧接在前文出现的“原因”一词而提出的。
- 1.537τῷ γὰρ περὶ ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον τήν τε ἀληθῆ εἶναι δόξαν καὶ τὴν ψευδῆ
带定冠词的不定式与格(τῷ ... εἶναι)充当表原因的与格,其逻辑主语为宾格的 τήν τε ἀληθῆ ... δόξαν καὶ τὴν ψευδῆ。该结构为后文的主句 οὕτω τοῦ αὐτοῦ ἐστιν ἀληθὴς καὶ ψευδὴς δόξα(在这一意义上存在关于同一事物的真实意见和虚假意见)提供了原因根据。
