- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:325.25-327.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯分析了亚里士多德(89a11–14)所提出的疑难,即如果知识所认识的同一对象也可以成为意见的对象,那么意见与知识的区别是否会瓦解,并通过经由中项还原至无中项前提的推论结构详细阐释了该疑难的范围。
" Πῶς οὖν οὐκ ἔστι τὸ αὐτὸ δοξάσαι καὶ ἐπίστασθαι, καὶ διὰ τί οὐκ ἔσται ἡ δόξα ἐπιστήμη, εἴ τις θήσει ἅπαν ὃ οἶδεν ἐνδέχεσθαι δοξάζειν;" Ἀπορίαν τινὰ διὰ τούτων ἐκτίθεται, ἥνπερ ἤδη καὶ πρότερον εἴπομεν. μήποτε γάρ, φησίν, εἰ ἐνδέχεται τὸ αὐτὸ δοξαστὸν ἅμα καὶ ἐπιστητὸν εἶναι, καὶ ἡ δόξα καὶ ἡ ἐπιστήμη τὸ αὐτό ἐστιν; οἷον ὅτι ἔσται ἔκλειψις, εἰ τύχοι, μετὰ τοσάσδε ἡμέρας, εἰ μέν τις οὕτως οἴοιτο ὡς μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν ἀλλ’ ἢ ἐξ ἀνάγκης1 τοῦτο γενήσεσθαι, οὗτος ἐπιστήμην ἔχει τούτου. εἰ δέ τις τὸ αὐτὸ τοῦτο οἴοιτο μὲν ὅτι ἔσται, μὴ πάντως δὲ ἐξ ἀνάγκης τοῦτο ἔσεσθαι ἀλλ’ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, τοῦ αὐτοῦ τούτου δόξαν ἔχει, οὐκ ἐπιστήμην. ὁμοίως, εἴ τις οἴοιτο τὸ τρίγωνον δύνασθαί ποτε καὶ μὴ δύο ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, δόξαν ἔχει περὶ τούτου, οὐκ ἐπιστήμην· εἰ δέ τις οἴοιτο μηδέποτε ἐνδέχεσθαι ἄλλως ἔχειν, ἐπιστήμην. ἐνδέχεται ἄρα τοῦ αὐτοῦ δόξαν ἔχειν καὶ ἐπιστήμην, καὶ οὐ διῄρηται τὸ δοξαστὸν τοῦ ἐπιστητοῦ. δῆλον δέ, φησί, καὶ ἐντεῦθεν· ἐνδέχεται γὰρ ὥσπερ τοῦ αὐτοῦ δόξαν εἶναι καὶ ἐπιστήμην ἄνευ συλλογισμοῦ κατὰ τὸν εἰρημένον τρόπον, τὸ ὅτι μόνον εἰδότα ἢ δοξαστικῶς ἢ ἐπιστημονικῶς, οὕτω δὲ καὶ διὰ συλλογισμοῦ, εἰ ὁ μὲν δι’ ἀναγκαίων κατασκευάζοι τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, ὁ δὲ δι’ ἐνδεχομένων προτάσεων, καὶ ἀναλύων ἑκάτερος μέχρι τοσούτου ἀναλύσει, μέχρις ἂν εἰς τὰς ἀμέσους ἔλθῃ προτάσεις, ὁ μὲν ἀναγκαίας ὁ δὲ ἐνδεχομένας. ὥστε εἴπερ τὸ αὐτὸ καὶ δοξαστικῶς καὶ ἐπιστημονικῶς ἔστι συλλογίσασθαι καὶ ἡ ἀνάλυσις ἐπὶ ἑκατέρου μέχρι τῶν ἀμέσων προτάσεων, ἔοικε τοῦ αὐτοῦ ἐνδέχεσθαι καὶ δόξαν καὶ ἐπιστήμην εἶναι, καὶ οὐ διαφέρει τὸ δοξαστὸν τοῦ ἐπιστητοῦ. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἡ δόξα τῇ ἐπιστήμῃ ἡ αὐτή ἐστιν. ἡ μὲν οὖν ἀπορία ἐπὶ τοσοῦτον. πρῶτον δὲ τὴν λέξιν τῆς ἀπορίας ἐπελθόντες ὕστερον τὴν λύσιν ἐπισκεψόμεθα. Πῶς οὖν οὐκ ἔστι τὸ αὐτὸ δοξάσαι καὶ ἐπίστασθαι, καὶ διὰ τί οὐκ ἔσται ἡ δόξα ἐπιστήμη, εἴ τις θήσει ἅπαν ὃ οἶδεν ἐνδέχεσθαι δοξάζειν; μέχρι τῶν ἐνταῦθα ἡ ἀπορία. εἴ τις, φησίν, ὑπόθοιτο ὅτι οὗ ἔστιν ἐπιστήμη, τούτου καὶ δόξαν ἐνδέχεσθαι εἶναι κατὰ τὸν εἰρημένον τρόπον, πῶς οὐκ ἂν εἴη τὸ αὐτὸ δοξαστόν τε ἅμα καὶ ἐπιστητόν;
“那么,对同一事物持有意见和具有知识怎么会不可能,且如果有人设定凡他所知道的一切都有可能持有意见,意见又为何不是知识呢?” 他通过这些话陈述了一个疑难,而这正是我们此前已经提到过的。因为他说,难道不是这样吗:如果同一事物能够同时既是意见的对象又是知识的对象,意见和知识难道不就是同一回事吗?例如,假若碰巧在若干天之后将发生日食,如果有人这样认为,即认为这不可能处于不同状态,而是这必然会发生,那么此人对这事便具有知识;但如果有人关于这同一件事虽然认为它会发生,却不认为这绝对是必然会发生,而是也有可能不发生,那么他对这同一件事持有的便是意见,而非知识。同样,如果有人认为三角形在某个时候也可能其三个内角不等于两直角,那么他对此持有的便是意见,而非知识;但如果有人认为决不可能处于不同状态,那么他具有的便是知识。因此,对同一事物持有意见和具有知识是可能的,意见的对象并没有与知识的对象相分离。他说,从下述情况看也是显而易见的:因为正如按照所述方式,在没有推论的情况下,仅仅无论是意见式地还是知识式地知道事实本身,就可能存在对同一事物的意见和知识,通过推论同样也是可能的——如果一个人通过必然的前提证明三角形具有等于两直角的三个角,而另一个人通过偶然的前提来证明,并且各自在还原时都还原到如此程度,直至达到无中项前提为止,一人达到必然的,另一人达到偶然的。因而,如果确实无论是意见式地还是知识式地都能推论出同一事物,且两者的还原都直至无中项前提,那么似乎可能对同一事物既存在意见又存在知识,且意见的对象与知识的对象并无不同。而如果情况是这样,意见也就与知识是同一的了。那么疑难就到此为止。不过,在我们首先研读了该疑难的文句之后,随后我们将考察其解决。“那么,对同一事物持有意见和具有知识怎么会不可能,且如果有人设定凡他所知道的一切都有可能持有意见,意见又为何不是知识呢?”到这里就是疑难的内容。他说,如果有人设定,凡有知识存在的事物,关于它按照所述方式也可能存在意见,那么怎么会同一事物不同时既是意见的对象又是知识的对象呢?
"Ἀκολουθήσει2 γὰρ ὁ μὲν εἰδὼς ὁ δὲ δοξάζων διὰ τῶν μέσων, ἕως εἰς τὰ ἄμεσα ἔλθῃ." Ἀκολουθήσει, ἀντὶ τοῦ ‘ἀναλύσει τὸν συλλογισμόν’, διὰ τῶν μέσων ὅρων ἕως εἰς τὰς ἀμέσους ἔλθῃ προτάσεις. οἷον ἔστι δι’ ἐνδεχομένων προτάσεων κατασκευάσαι ὅτι ἀθάνατοι αἱ ψυχαὶ τοῦτον τὸν τρόπον· πάντες ἄνθρωποι τιμῶσι τοὺς τάφους τῶν προγόνων· οἱ τιμῶντες τοὺς τάφους τῶν προγόνων θεραπείας ἕνεκεν τῶν κατοιχομένων τοῦτο ποιοῦσιν· οἱ θεραπείας ἕνεκα τοῦτο ποιοῦντες εἶναι τούτους ἡγοῦνται οὓς θεραπεύουσιν· οὐδεὶς γὰρ τὸν μὴ ὄντα θεραπεύσειεν ἄν· εἰσὶν ἄρα τῶν κατοιχομένων αἱ ψυχαὶ καὶ οὐ συνεφθάρησαν τοῖς σώμασιν· αἱ δὲ τῷ σώματι φθαρέντι μὴ συμφθαρεῖσαι ἀλλ’ οὖσαι μετὰ τὴν ἐκείνου φθορὰν ἀθάνατοι ἂν εἶεν· αἱ ψυχαὶ ἄρα τῶν ἀνθρώπων ἀθάνατοι. ἔστιν οὖν ἀναλύοντα τὸν συλλογισμὸν μέχρι τοσούτου ἀναλῦσαι, μέχρις ἂν εἰς τὴν ἄμεσον καταντήσωμεν πρότασιν, λέγω δὴ ὅτι πάντες τιμῶσι τοὺς τάφους τῶν προγόνων· τοῦτο γὰρ ἄμεσος δοξαστικὴ πρότασις ἐκ τῆς ἐναργείας τὴν πίστιν ἔχουσα.
“因为知者和持意见者都将通过中项顺承推进,直至达到无中项者。” “将顺承推进”,意思是通过中项“还原推论”,直至达到无中项前提。例如,可以通过偶然的前提按照下列方式证明灵魂是不朽的:所有人都尊奉祖先的坟墓;尊奉祖先坟墓的人是为了侍奉死者而做这事的;为了侍奉而做这事的人认为他们所侍奉的对象是存在的,因为没有人会去侍奉不存在者;因此死者的灵魂是存在的,并未随肉体一同灭亡;而在肉体灭亡时未一同灭亡、反而在此肉体毁灭之后依然存在者,是不朽的;因此人的灵魂是不朽的。于是,在还原推论时,完全可能还原到如此程度,直至我们达到无中项前提——我指的是所有人尊奉祖先的坟墓;因为这是基于自明性而获得确信的无中项意见性前提。
"Ὥστ’ εἴπερ ἐκεῖνος οἶδε, καὶ ὁ δοξάζων οἶδεν." Τουτέστιν ὥσπερ ὁ ἐπιστήμων μέχρι τῶν ἀμέσων ἀνιὼν οὐ μόνον τὸ ὅτι οἶδεν ἀλλὰ καὶ τὸ διότι, οὕτω δὲ καὶ ὁ δοξάζων διὰ τὴν αὐτὴν αἰτίαν. ὅτι δὲ τοῦτό φησι, δῆλον ἐξ ὧν ἐπήγαγεν· ὥσπερ γάρ, φησί, τὸ ὅτι ἔστι δοξαστικῶς εἰδέναι, οὕτω καὶ τὸ διότι· ὁ γὰρ σύνδεσμος ὁ ‘γάρ’ αἰτιολογικός ἐστιν. εἰ μὲν γὰρ ὁ μέσος ὅρος δι’ οὗ ὁ συλλογισμὸς ἐνδεχόμενος εἴη, τοῦ ὅτι ἐστὶν ἡ δόξα· εἰ μέντοι ἀναγκαῖος, τοῦ διότι ἐστίν.3 ὥσπερ οὖν καὶ τοῦ ὅτι ἐστὶν ἐπιστήμη καὶ τοῦ διότι, οὕτω δὲ καὶ δόξα. εἰ οὖν ἐνδέχεται τὸ αὐτὸ ποτὲ μὲν δι’ ἀναγκαίων μέσων γνῶναι ποτὲ δὲ δι’ ἐνδεχομένων, τὸ αὐτὸ ἄρα ἔστι καὶ δοξάσαι καὶ ἐπίστασθαι, ὅπερ ἔδει δεῖξαι.
“因此,如果那人知道,持意见者也知道了。” 也就是说,正如具知识者上溯至无中项前提时不仅知道事实本身,而且也知道原因,持意见者出于同样的原因亦复如此。至于他是指这个意思,从他随后补充的内容中显而易见:因为他说,正如可能以意见的方式知道事实本身一样,也可能这样知道原因;因为连接词“因为”是说明原因的。因为如果推论所凭借的中项是偶然的,意见便是关涉事实本身的;但如果它是必然的,〔意见〕便是关涉原因的。因此,正如既有关于事实本身的知识,也有关于原因的知识,意见亦是如此。于是,如果同一事物有时可以通过必然中项来认识,有时可以通过偶然中项来认识,那么对同一事物既能持有意见也能具有知识,而这正是所要求证的。
- 1.533ἀλλ’ ἢ ἐξ ἀνάγκης
在否定从句 ὡς μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν 之后,ἀλλ’ ἤ 用作表示排他性的连词短语,意为“除了……之外”或“唯独”。承接前面的否定,它强化了排他性的必然:“不可能处于不同状态,而只是必然地会发生”。
- 1.534Ἀκολουθήσει
斐洛庞诺斯将原文的动词 ἀκολουθήσει(追随、顺承推移)解释为“还原推论”(ἀναλύσει τὸν συλλογισμόν)。其分布式主语是引文中的 ὁ μὲν εἰδὼς ὁ δὲ δοξάζων(知者和持意见者),指的是通过中项(διὰ τῶν μέσων)上溯至无中项前提(ἕως εἰς τὰ ἄμεσα ἔλθῃ)的过程。
- 1.535εἰ μέντοι ἀναγκαῖος, τοῦ διότι ἐστίν
与前半句 εἰ μὲν γὰρ ὁ μέσος ὅρος δι’ οὗ ὁ συλλογισμὸς ἐνδεχόμενος εἴη, τοῦ ὅτι ἐστὶν ἡ δόξα 相呼应的省略结构。条件句中省略了 ὁ μέσος ὅρος εἴη,而在后承句中,支配属格补足语 τοῦ διότι 的主语 ἡ δόξα(意见)承前省略,以此形成对比:若中项是偶然的,则意见关涉事实;若中项是必然的,则意见关涉原因。
