← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§324.23-325.24

关涉偶然事物与无中项前提的意见

斐洛波诺斯注解了亚里士多德的原文字句(88b37–89a4),总结理智、知识与意见之划分的结论,阐明意见关涉非必然的偶然事物和无中项前提,并借由意见与其对象皆具不稳固性这一日常共识来加以确证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.530

" Ἀληθὴς δ’ ἐστὶ νοῦς καὶ ἐπιστήμη καὶ δόξα καὶ τὸ διὰ τούτων λεγόμενον." Ὥσπερ συμπέρασμά ἐστι τοῦτο τῶν εἰρημένων. εἰ γὰρ αἱ δυνάμεις τῆς ψυχῆς, αἷς ἀληθεύομεν, αὗταί εἰσιν αἱ εἰρημέναι, λέγω δὴ νοῦς καὶ ἐπιστήμη καὶ δόξα, καὶ τὰ διὰ τούτων λεγόμενα, τουτέστιν ὅσα ἂν ἐκ τούτων διὰ συλλογισμοῦ δειχθείη, ἵνα εἴπῃ τὴν διὰ συλλογισμοῦ ἐπιστήμην καὶ δόξαν, τῶν δὲ ὄντων τὰ μέν ἐστιν ἀναγκαῖα, ἅπερ ἐστὶ καὶ ἀδύνατα ἄλλως ἔχειν,1 τὰ δὲ ἐνδεχόμενα, ἔχει δὲ ἡ ἐπιστήμη περὶ τὰ ἀναγκαῖα, λείπεται τὴν δόξαν περὶ τὰ ἀληθῆ μὲν ἔχειν οὐ μὴν ἀναγκαῖα ἀλλ’ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν. καὶ αὕτη αὐτῶν ἡ διαφορὰ ἂν εἴη.

“而理智、知识、意见以及通过这些而表达者是真的。” 这宛如对已述诸事的结论。因为,如果使我们把握真实的灵魂能力就是上述这些,即理智、知识和意见,以及通过这些而表达者——也就是凡能从这些通过推论而得以表明者,借此他指称通过推论的知识和意见——;而在存在的事物中,有些是必然的,即不可能处于不同状态者,另一些则是偶然的,且知识关涉必然事物,那么剩下的便是:意见关涉真实、但绝非必然而是偶然且能够处于不同状态的事物。而这也就是它们之间的区别。

§1.531

"Τοῦτο δέ ἐστιν ὑπόληψις τῆς ἀμέσου προτάσεως καὶ μὴ ἀναγκαίας." Τουτέστιν ἡ δόξα, ἥτις περὶ τὰ ἐνδεχόμενα καταγίνεται, ὑπόληψίς ἐστι τῆς ἀμέσου προτάσεως καὶ μὴ ἀναγκαίας· εἴπομεν γὰρ καὶ πρότερον ὅτι οὐ μόνον ἀποδεικτικαί εἰσιν αἱ ἄμεσοι προτάσεις ἀλλὰ καὶ διαλεκτικαί τε καὶ ἔνδοξοι. εἰ γάρ τινι δόξῃ ὡμολόγηται τὸ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι ἐνέργειαν, τὸ τοιοῦτον διαλεκτική ἐστι πρότασις ἄμεσος· ὁμοίως καὶ τὸ τῷ Πλάτωνι δοκεῖν ἀθάνατον εἶναι τὴν ψυχὴν2 ὁμοίως ἄμεσός ἐστι πρότασις ἔνδοξος.

“而这是对非必然的无中项前提的领会。” 也就是说,关涉偶然事物的意见,是对非必然的无中项前提的领会;因为我们此前也曾说过,无中项前提不仅有证明性的,而且还有辩证的和通行的。因为如果在某人的意见中公认快乐是顺应本性的现实活动,诸如此类者便是辩证的无中项前提;同样,柏拉图认为灵魂是不朽的,同样也是通行的无中项前提。

§1.532

"Καὶ ὁμολογούμενον δ’ οὕτω τοῖς φαινομένοις ἐστίν· ἡ τε γὰρ δόξα ἀβέβαιον καὶ ἡ φύσις ἡ τοιαύτη." Πιστοῦται ὅτι περὶ τὰ ἐνδεχόμενα ἔχει ἡ δόξα καὶ ἐκ τῆς κοινῆς χρήσεως· φαμὲν γὰρ ἀβέβαιον εἶναι τὴν δόξαν, διότι τὰ ὑποκείμενα αὐτῇ ἐνδέχεται καὶ ἄλλως ἔχειν. τούτων οὖν μεταπεσόντων καὶ ἡ περὶ αὐτῶν δόξα μεταπίπτει ἢ ἐξ ἀληθοῦς ψευδὴς γινομένη ἢ καὶ ὅλως μεταβαλλομένη· οὕτω γοῦν φαμεν τοῖς πράγμασι τὰς δόξας τῶν ἀνθρώπων συμμεταβάλλεσθαι. οὐκ ἂν δέ τις τὸ τοιοῦτον εἴποι ἐπὶ ἐπιστήμης, ὅτι μεταβάλλονται αἱ ἐπιστῆμαι ἢ ὅλως ἀβέβαιον ἡ ἐπιστήμη. ἔπειτα, φησίν, οὐδεὶς ἀνθρώπων οἴεται δοξάζειν περί τινος, ὅταν οἶδεν ὅτι οὐκ ἐνδέχεται ἄλλως ἔχειν τὸ πρᾶγμα, ἀλλ’ ἐπίστασθαι· δοξάζειν δέ, ὅταν οἴεται δύνασθαι καὶ ἄλλως ἔχειν. τίς γὰρ ἂν εἴποι ποτὲ ὅτι δοξάζω περὶ τοῦ ἡλίου ὅτι ἀνατελεῖ αὔριον; ἀλλ’ ὅτι ἔσται ὑετός, εἰ τύχοι, ἢ πόλεμος ἤ τι τοιοῦτον, ὡς δὴ τῆς μὲν δόξης περὶ τὰ ἐνδεχόμενα ἐχούσης, τῆς δὲ ἐπιστήμης περὶ τὰ ἀναγκαῖα.3

“而这样[看]也与现象相符合;因为意见是不稳固的,而这样的本性也是如此。” 他还从日常的共同用法确证意见关涉偶然事物;因为我们说意见是不稳固的,是由于处于其基底的事物能够处于不同状态。因此,当这些事物发生变化时,关于它们的意见也会发生变化,要么由真变假,要么完全改变;无论如何,我们正是这样说人们的意见随着实际事物一同转变的。但对于知识,没有人会说出诸如知识会转变或者知识全无稳固性之类的话。其次他说,当有人知道事情不可能处于不同状态时,没有人会认为自己关于某事持有意见,而是认为自己具有知识;但当他认为事情也可以处于不同状态时,他才认为自己持有意见。因为有谁会说“关于太阳,我持有意见说它明天将升起”呢?而是说,假若碰巧,天会下雨,或者会发生战争,或者诸如此类的事,因为意见确实关涉偶然事物,而知识关涉必然事物。

语法注3 条
  1. 1.530εἰ γὰρ αἱ δυνάμεις τῆς ψυχῆς... λείπεται τὴν δόξαν... ἔχειν

    这是一个由句首条件从句 εἰ γὰρ αἱ δυνάμεις... 开始的长句,其中并列插入了数个分句(τῶν δὲ ὄντων τὰ μέν ἐστιν ἀναγκαῖα... τὰ δὲ ἐνδεχόμενα, ἔχει δὲ ἡ ἐπιστήμη περὶ τὰ ἀναγκαῖα),最终导向主句 λείπεται...,其主语为对格不定式短语 τὴν δόξαν... ἔχειν。

  2. 1.531τὸ τῷ Πλάτωνι δοκεῖν ἀθάνατον εἶναι τὴν ψυχὴν

    中性单数冠词 τό 将包含与格与不定式短语的非人称结构(τῷ Πλάτωνι δοκεῖν 支配对格不定式 ἀθάνατον εἶναι τὴν ψυχήν)整体名词化,充当全句的主语。

  3. 1.532ὡς δὴ τῆς μὲν δόξης περὶ τὰ ἐνδεχόμενα ἐχούσης, τῆς δὲ ἐπιστήμης περὶ τὰ ἀναγκαῖα

    这是由 ὡς δή 引导的成对比的属格独立结构(τῆς μὲν δόξης... ἐχούσης / τῆς δὲ ἐπιστήμης [ἐχούσης]),用以说明前述语言实例(关于天气或战争的看法)背后的依据或假定前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:324.23-325.24