← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§323.6-324.22

关于可变事物的意见与灵魂的有理智能力

斐洛庞诺斯对亚历山大和阿摩尼乌就亚里士多德关于既真实、存在又可变事物的表述所作的对立解释进行了权衡,并通过对灵魂的有理性能力(理智、证明性知识、不可证明的知识和意见)的划分,论证了唯独意见关涉偶然可变的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.528

" Ἔστι δέ τινα ἀληθῆ μὲν καὶ ὄντα ἐνδεχόμενα δὲ καὶ ἄλλως ἔχειν." Εἰπὼν ἐν τίσιν ἡ ἐπιστήμη, βούλεται εἰπεῖν καὶ ἡ δόξα ἐν τίσιν. εἰπὼν δὲ ὅτι ἔστι τινὰ ἀληθῆ προσέθηκε καὶ ὄντα. καὶ ὁ Ἀλέξανδρος ἐξηγούμενος τὸ χωρίον φησὶν ὅτι διὰ τοῦτο προσέθηκε καὶ ὄντα, ἐπειδὴ καὶ ἐπὶ τῶν μὴ ὄντων ἐστὶ τὸ ἀληθές, ὡς ὅταν εἴπω ὅτι οὐκ ἔστι τραγέλαφος. ἔλεγε δὲ ὁ φιλόσοφος μὴ καλῶς τοῦτο λέγειν τὸν Ἀλέξανδρον· οὐ γὰρ δόξης, φησί, τὸ τὰ τοιαῦτα εἰδέναι ἀλλ’ ἐπιστήμης. τὸ γὰρ μὴ ὂν μὲν ἀληθῶς δὲ λεγόμενον ὅτι οὐκ ἔστι, τοῦτο ἀδύνατον ἄλλως ἔχειν· αὕτη δὲ οὐ δόξης ἀλλ’ ἐπιστήμης ἡ ὑπόληψις. ἐκ παραλλήλου1 οὖν ἔλεγε δεῖν ἀκούειν τὸ ἀληθῆ μὲν καὶ ὄντα ἐπὶ τοῦ αὐτοῦ. ἀλλ’ ἐπειδὴ καὶ ἐπὶ τῶν μὴ ὄντων ἐστὶ καὶ τὸ ἀναγκαῖον, μᾶλλον δὲ τὸ ἀδύνατον, ἔστι δὲ καὶ τὸ ἐνδεχόμενον (ὅταν μὲν γὰρ εἴπω ‘τραγέλαφος οὐκ ἔστιν’, ἀληθὲς εἶπον καὶ ἀδύνατον εἶναι· ὅταν δὲ εἴπω ‘νῦν οὐ λούομαι, νῦν οὐ βαδίζω’ μὴ λουόμενος μηδὲ βαδίζων, ἀληθὲς [μὲν] εἶπον μόνον, ἐνδεχόμενον μέντοι εἶναι), δῆλον ὅτι τοῦ ἐνδεχομένως μὴ ὄντος δόξα ἂν εἴη, οὐκ ἐπιστήμη. ὥστε χώραν 〈ἂν〉 ἔχοι ἡ τοῦ Ἀλεξάνδρου ἐξήγησις· προσκέοιτο γὰρ ἂν τὸ ὄντα πρὸς διάκρισιν τῶν ἀληθῶν μὲν καὶ ἐνδεχομένων ἄλλως ἔχειν μὴ ὄντων δέ, ὡς τὸ τὸν μὴ λουόμενον εἰπεῖν μὴ λούεσθαι.

“但有些事物既是真实的又是实际存在的,却也能够处于不同状态。” 在说明了知识在何种事物中之后,他也打算说明意见在何种事物中。而在说了“有些事物是真实的”之后,他又补充了“又是实际存在的”。亚历山大在解释这段文本时说,他补充“又是实际存在的”是出于这个缘故:因为在非存在的事物上也有真实,例如当我说“羊角鹿不存在”时。但那位哲学家[阿摩尼乌]曾说,亚历山大这样说是不恰当的;因为他说,知晓诸如此类的事物不属于意见,而属于知识。因为对于非存在而真实地被说成不存在的事物,这是不可能处于不同状态的;而这种领会不属于意见,而是属于知识。因此他曾说,应当将“真实的又是实际存在的”并列地[作为同义重叠]就同一事物来理解。但是,既然在非存在的事物上也既有必然者——不如说是绝不可能者——又有偶然者(因为每当我说“羊角鹿不存在”时,我说了真话且它不可能存在;而每当我在既未洗澡也未散步时说“我现在没有洗澡,我现在没有散步”,我只是说了真话,而它存在却仍是偶然可能的),显而易见,对于偶然非存在的事物会有意见,而非知识。因此,亚历山大的解释或许是有立足之地的;因为“实际存在的”可能是为了将那些既真实且能够处于不同状态却并非实际存在的事物区分开来而附加的,例如说未在洗澡的人未在洗澡。

§1.529

"Ἀλλὰ μὴν οὐδὲ νοῦς· λέγω γὰρ νοῦν ἀρχὴν ἐπιστήμης· οὐδὲ ἐπιστήμη ἀναπόδεικτος· τοῦτο δέ ἐστιν ὑπόληψις τῆς ἀμέσου προτάσεως." Βουλόμενος δεῖξαι ὅτι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν μόνη τῶν λογικῶν τῆς ψυχῆς δυνάμεων ἡ δόξα καταγίνεται, διαίρεσιν ἡμῖν παραδίδωσι τῶν λογικῶν τῆς ψυχῆς δυνάμεων. καὶ καλεῖ τὴν μέν τινα νοῦν, τὴν δὲ ἐπιστήμην, τὴν δὲ δόξαν. τὴν δὲ ἐπιστήμην διαιρεῖ δίχα εἰς τε τὴν διὰ συλλογισμοῦ γνῶσιν τῶν ἀναγκαίων καὶ ἀεὶ ὡσαύτως ἐχόντων καὶ εἰς τὴν ἀναπόδεικτον ἐπιστήμην. τὴν δὲ ἀναπόδεικτον καὶ πρότερον διεῖλεν εἴς τε τὴν τῶν ἀμέσων προτάσεων ὑπόληψιν καὶ εἰς τὴν τῶν κοινῶν ἐννοιῶν γνῶσιν, ἐξ ὧν καὶ τῶν ἀμέσων προτάσεων οἱ ἀποδεικτικοὶ συλλογισμοὶ γίνονται, καὶ καλεῖ ταύτην ἐπιστήμην, λέγω δὴ τὴν ἀναπόδεικτον, τοῦ ὅτι ἄνευ τοῦ διότι. ὁμοίως δὲ καὶ τὴν δόξαν διαιρεῖ, ὡς ἤδη φθάσαντες εἴπομεν. νοῦν δέ φησι τὴν ἀκροτάτην τῆς ψυχῆς δύναμιν καθ’ ἣν ἡ τῶν θείων ἀντίληψις κατὰ τὰς καλουμένας ἁπλᾶς ἐπιβολὰς γίνεται. εἶπε δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ὅτι “καὶ οὐ μόνον ἐπιστήμην εἶναί τινά φαμεν ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης, ᾗ τοὺς ὅρους γινώσκομεν”, ὅρους καλῶν τὰ θεῖα καὶ νοητὰ εἴδη ὡς ὁριστικὰ καὶ οἷον πέρατα τῶν ὄντων. ἀρχὴν δὲ ἐπιστήμης τὸν τοιοῦτον νοῦν καλεῖ, διότι ἡ τῶν κοινῶν ἐννοιῶν λῆψις καὶ ὅλως ἡ τῶν ἀμέσων προτάσεων γνῶσις ἄνευ συλλογισμοῦ ἡμῖν παραγινομένη ἐσχάτη τίς ἐστι καὶ περιπέζιος ἐνέργεια τοῦ νοῦ τούτου. δῆλον οὖν ὅτι ἡ διάνοια κοινῶς ἂν κατηγορηθείη κατὰ τὰ ἐνταῦθα παραδεδομένα τῆς τε ἐπιστήμης καὶ τῆς δόξης τῆς διὰ συλλογισμοῦ, τῆς ποιᾶς αὐτῶν ἐνεργείας ὄνομα οὖσα.2 περὶ μὲν οὖν τῶν δυνάμεων τῆς ψυχῆς τοσαῦτα. δείξας δὲ ὅτι ἡ ἐπιστήμη ἡ διὰ συλλογισμοῦ οὐκ ἔχει περὶ τὰ ἐνδεχόμενα, εἴ γε αὐτὴ μὲν δι’ ἀναγκαίων πρόεισι καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων, τὰ δὲ ἐνδεχόμενα ἄλλοτε ἄλλως ἔχει, δείκνυσιν ὅτι πολλῷ μᾶλλον οὐδὲ ὁ νοῦς περὶ τὰ ἐνδεχόμενα ἕξει, εἴ γε ἀρχή ἐστιν ἐπιστήμης, οὐδὲ μὴν ἡ ἀναπόδεικτος ἐπιστήμη· καὶ γὰρ αὕτη τῆς διὰ συλλογισμοῦ ἐπιστήμης ἀρχή. λείπεται οὖν τὴν δόξαν περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν καταγίνεσθαι, ἢ καὶ διαφέρει τῆς ἐπιστήμης. τοῦτο δὲ ἦν αὐτῷ τὸ προκείμενον δεῖξαι.

“然而也绝非理智——因为我把理智称为知识的本原——,亦非不可证明的知识;而这是对无中项前提的领会。” 由于意图表明在灵魂的有理性能力中,唯独意见关涉能够处于不同状态的事物,他向我们传授了灵魂的有理性能力的划分。他将其中某种能力称为理智,某种称为知识,某种称为意见。他将知识分为两半:即通过推论对必然且始终保持同样状态的事物的认识,以及不可证明的知识。而不可证明的知识,他此前也曾划分为对无中项前提的领会,以及对共同概念的认识,正是从这些共同概念并连同无中项前提产生出证明性的推论,他将它——我指的是不可证明的〔知识〕——称为关于“是何”而无“为何”的知识。同样地,他也划分了意见,正如我们先前已经说过的。他说理智是灵魂的最高能力,依照这种能力,通过所谓的单纯直观产生对神圣事物的把握。他在前文中也曾说过:“我们主张不仅有某种知识,而且还有知识的本原,我们凭此认识诸项”,他将神圣的和可理知的形式称为诸项,因为它们是对存在的事物具有规定性的、宛如界限的东西。他将这种理智称为知识的本原,是因为对共同概念的把握以及一般而言对无中项前提的认识无须推论而临到我们,是这种理智的一种最底层且宛如贴地而行的现实活动。显而易见,思想依据此处传授的观点,可以共同地用来述说知识和通过推论的意见两者,它是它们特定现实活动的名称。关于灵魂的诸能力,就说这么多。在表明了通过推论的知识并不关涉偶然事物之后——既然知识自身是通过必然且始终保持同样状态的事物推进的,而偶然事物时而如此时而如彼——,他表明更加显而易见的是,理智也不会关涉偶然事物,既然它是知识的本原,而且不可证明的知识也绝不关涉;因为不可证明的知识也是通过推论的知识的本原。因此,剩下的便是意见关涉能够处于不同状态的事物,或者说它有别于知识。而这正是他原本打算表明的。

语法注2 条
  1. 1.528ἐκ παραλλήλου

    古代文献学与注解中的固定习语,意为“并列地”或“作为同义重叠”。此处表示该哲学家主张,不应将 ἀληθῆ 与 ὄντα 视为两个独立的条件,而应当视作为了强调同一事物而并列使用的重言。

  2. 1.529τῆς ποιᾶς αὐτῶν ἐνεργείας ὄνομα οὖσα

    主格分词短语,用作主语 ἡ διάνοια 的表语性说明。属格代词 αὐτῶν 的先行词是前文的 τῆς τε ἐπιστήμης καὶ τῆς δόξης τῆς διὰ συλλογισμοῦ(知识与通过推论的意见),表明思想(διάνοια)是它们具有推论性质的具体活动的总称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:323.6-324.22