- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:321.17-323.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐洛庞诺斯注疏《后分析篇》第一卷第33章开头(88b30),通过日常语言习惯和归谬法论证了知识与意见、可知者与可想者在领会方式(恒常性)与下层基础对象(必然还是偶然)两方面均存在差别。
" Τὸ δ’ ἐπιστητὸν καὶ ἐπιστήμη διαφέρει τοῦ δοξαστοῦ καὶ δόξης καὶ τὰ ἑξῆς." Καὶ τοῦτο οἰκεῖον τοῖς περὶ ἐπιστήμης λόγοις τὸ θεώρημα, διακρῖνον ἡμῖν τὴν δόξαν ἀπὸ τῆς ἐπιστήμης καὶ τὸ δοξαστὸν ἀπὸ τοῦ ἐπιστητοῦ. διακρίνει δὲ τὴν μὲν δόξαν τῆς ἐπιστήμης τῷ τρόπῳ τῆς ὑπολήψεως, τὸ δὲ δοξαστὸν τοῦ ἐπιστητοῦ τῷ δεῖξαι διάφορα εἶναι τὰ ὑποκείμενα δόξῃ τε καὶ ἐπιστήμῃ· οὐδὲ γὰρ ἀρκεῖ τὸ διακρῖναι ἀπ’ ἀλλήλων τὰς ἐνεργείας εἰς τὸ δεῖξαι ὅτι καὶ περὶ ἃ αἱ ἐνέργειαι διάφορα. ἀπορήσει γὰρ ἐφεξῆς, μήποτε καὶ εἰ διαφορά ἐστι δόξα καὶ ἐπιστήμη, ἀλλ’ οὖν [καὶ] τὸ ὑποκείμενον τὸ αὐτό,1 ὡς δύνασθαι τὸ αὐτὸ ὅπερ ἐστὶ δοξαστόν, τοῦτο καὶ ἐπιστητὸν εἶναι, ὡς εἶναι τοῦ αὐτοῦ καὶ δόξαν καὶ ἐπιστήμην· καὶ εἰ τοῦτο, πῶς πάλιν οὐ ταὐτὸ δόξα καὶ ἐπιστήμη; διὰ τοῦτο οὖν ἀμφότερα δείκνυσιν, ὅτι καὶ ἡ δόξα τῆς ἐπιστήμης ἑτέρα καὶ τὸ δοξαστὸν τοῦ ἐπιστητοῦ. δόξαν δέ φησι τὴν ἀληθῆ· ταύτης γὰρ βούλεται τὴν ἐπιστήμην διακρῖναι· τῆς γὰρ ψευδοῦς δόξης οὐδὲν ἔοικεν ἐπιστήμη. διαφέρει οὖν ἡ ἐπιστήμη τῆς δόξης, ὅτι ἡ μὲν ἐπιστήμη ὑπόληψίς ἐστιν ἀμετάπειστος καὶ ἀεὶ ὡσαύτως ἔχουσα, ἡ δὲ δόξα ὑπόληψις ἣν ἐνδέχεται καὶ ἄλλως ἔχειν. ἐκ τούτων δὲ καὶ τὰ περὶ ἃ ἐνεργοῦσι δῆλα, λέγω δὴ τό τε ἐπιστητὸν καὶ τὸ δοξαστόν· ἐπιστητὸν μὲν γάρ ἐστιν ὅπερ ἐξ ἀνάγκης ἐστὶ καὶ ἀδύνατον ἄλλως ἔχειν, οἷον τὸ θερμαίνειν τὸ πῦρ ἢ τὸν οὐρανὸν κύκλῳ κινεῖσθαι· δοξαστὸν δὲ τὸ πεφυκὸς ἄλλοτε ἄλλως ἔχειν. ἔτι δὲ πάλιν καὶ δόξα καὶ ἐπιστήμη διάφοροί εἰσιν, εἴ γε ἡ μὲν περὶ ἄλλο ἡ δὲ περὶ ἄλλο ἔχει ὑποκείμενον, ὥστε δυσὶ τούτοις διαφέρειν τῆς δόξης τὴν ἐπιστήμην, τῷ τε τρόπῳ τῆς ὑπολήψεως καὶ τῷ ὑποκειμένῳ περὶ ὃ ἡ ὑπόληψις. ὅτι δὲ ἡ δόξα περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν καταγίνεται καὶ τὴν περὶ τούτων ὑπόληψιν δόξαν εἰώθαμεν καλεῖν, πιστοῦται καὶ διὰ τοῦ λόγου καὶ διὰ τῆς κοινῆς τῶν ἀνθρώπων χρήσεως. τῶν γὰρ ὄντων, φησί, τὰ μὲν οὕτως ἐστὶν ὡς μηδέποτε ἄλλως ἔχειν, τὰ δὲ μόνον ὑπάρχει, οὐ μὴν ἐξ ἀνάγκης, ἀλλ’ οἷά τέ ἐστι καὶ μὴ ὑπάρχειν. καὶ δῆλον ὅτι διαίρεσιν τῶν ὄντων ποιούμενοι οὐ παραληψόμεθα τὰ ἀδύνατα· ταῦτα γὰρ οὐκ ὄντα, οἷον τὸ τὸν ἄνθρωπον ἄλογον εἶναι. περὶ τίνων οὖν, φησίν, ὑπόληψις ἂν εἴη ἡ δόξα; ἢ περὶ τούτων ἃ ὑπάρχειν ἐνδέχεται καὶ μὴ ὑπάρχειν, οἷον τὸν Σωκράτην λούεσθαι ἢ μὴ ἢ φιλοσοφεῖν ἢ μὴ φιλοσοφεῖν. ὅτι γὰρ ἡ ἐπιστήμη οὐ καταγίνεται περὶ ταῦτα, δῆλον· ἡ μὲν γὰρ ἐπίστασίς τίς ἐστι καὶ μονὴ τῶν ὑπειλημμένων ὡς ἀδυνάτων ἄλλως ἔχειν, ἐξ οὗ καὶ τὸ ὄνομα εἴληφεν· ἡ δὲ δόξα ὑπόληψις ἁπλῆ, ἣν καὶ μεταπεσεῖν ἐνδέχεται. οὐ γὰρ ἀδύνατον τὸν δοξάζοντα, ὅτι ἀθάνατος ἡ ψυχή, αὖθις μεταδοξάσαι πιθανοῖς ἐντυχόντα λόγοις ὅτι θνητή· τὸν μέντοι ἐπιστάμενον ὅτι ἀθάνατος ἀδύνατόν ποτε πιστεῦσαι ὅτι θνητή ἐστιν. εἰ οὖν τὰ μὲν ἐνδεχόμενα δύναται καὶ ἄλλως ἔχειν, περὶ ταῦτα δὲ ἐπιστήμη ἐστίν, ἡ δὲ ἐπιστήμη περὶ τὰ ἀδύνατα ἄλλως ἔχειν, τὰ ἄρα δυνατὰ ἄλλως ἔχειν ἀδύνατα εἴη ἂν ἄλλως ἔχειν, ὅπερ ἀδύνατον καὶ ἄτοπον. εἰ τοίνυν μὴ ἐνδέχεται περὶ ταῦτα εἶναι τὴν ἐπιστήμην, λείπεται περὶ ταῦτα τὴν δόξαν καταγίνεσθαι, ὅπερ δεῖξαι προέκειτο. καὶ ἡ κοινὴ δὲ τῶν ἀνθρώπων χρῆσις μαρτυρεῖ. ὅταν γὰρ βεβαίως ἴσμεν τι, εἰώθαμεν κεχρῆσθαι τῷ ‘ἐπίσταμαι’· ὅταν δὲ τῶν δυναμένων καὶ ἄλλως ἔχειν, τὸ ‘δοκεῖ μοι’ φαμὲν καὶ ὅτι δοξάζουσιν οἱ πολλοὶ περὶ τοῦδε τοιῶσδε, οὐδαμῶς χρωμένων ἡμῶν ἐπὶ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων τῇ τοιαύτῃ φωνῇ ἀλλ’ ἢ τῷ ‘ἐπιστάμεθα’2 ἢ ‘ἴσμεν’ ἢ ‘γινώσκομεν’ ἢ τοῖς τοιούτοις. ἐκ δὲ τῶν εἰρημένων δῆλον ὅτι δόξαν ἐνταῦθα καλεῖ οὐ τὴν γνῶσιν τοῦ ὅτι ἄνευ τοῦ διότι ἀλλ’, ὡς εἶπον, τὴν περὶ τὰ ἐνδεχόμενα ὑπόληψιν. τὴν δὲ περὶ τὰ ἀναγκαῖα, εἰ μὲν ἄνευ συλλογισμοῦ καὶ τῆς αἰτίας εἴη, ἐπιστήμην καλεῖ τοῦ ὅτι, εἰ δὲ μετὰ συλλογισμοῦ καὶ τῆς αἰτίας, ἐπιστήμην τοῦ διότι. ὡσαύτως δὲ καὶ δόξαν τὴν μὲν ἄνευ συλλογισμοῦ τοῦ ὅτι μόνον, τὴν δὲ μετὰ συλλογισμοῦ καὶ τοῦ ὅτι καὶ τοῦ διότι.
“可知者与知识不同于可想者与意见,等等。” 这一定理也属于关于知识的论述,为我们区分了意见与知识,以及可想者与可知者。他通过领会的方式将意见从知识中区分开来,又通过表明作为意见与知识之下层基础的对象彼此不同,将可想者从可知者中区分开来;因为仅仅将现实活动彼此区分,并不足以表明现实活动所围绕的事物也是不同的。因为他在后文中将提出一个难题:是否即使意见与知识是有差别的,但下层基础的对象却是同一的,以致恰好是可想者的同一事物也能够是可知者,从而对同一事物既有意见又有知识;而如果这样,意见与知识又怎能不再次成为同一的呢?因此,正是为了这个缘故,他表明了两者:既表明意见有别于知识,又表明可想者有别于可知者。但他所说的是真实的意见;因为他想要将知识从这种意见中区分开来;因为知识与虚假的意见毫无相似之处。因此,知识不同于意见,在于知识是一种不可被动摇且始终保持同样状态的领会,而意见则是能够处于不同状态的领会。从这些出发,它们所围绕而进行现实活动的对象也是清楚的,我指可知者与可想者;因为可知者是出于必然存在且不可能处于不同状态的事物,例如火发热或天作圆周运动;而可想者则是天生能够时而如此时而如彼的事物。此外,如果一者具有这一下层基础的对象,而另一者具有另一对象,则意见与知识又是不同的,以致知识在两点上不同于意见:即在领会的方式上,以及在领会所围绕的下层基础的对象上。而意见关涉能够处于不同状态的事物,并且我们习惯于将围绕这些事物的领会称为意见,这一点既通过论理也通过人们的共同习惯用语得到证实。因为他说,在存在的事物中,有些事物处于绝不可能处于不同状态的情形,而有些事物仅仅成立,绝非出于必然,而是也可能不成立。显然,在对存在的事物进行划分时,我们不会纳入不可能的事物;因为这些是非存在,例如人是没有理性的。那么,他说,意见会是关涉何种事物的领会呢?乃是关涉那些可能成立也可能不成立的事物,例如苏格拉底在洗澡或不在洗澡,或者在从事哲学或不在从事哲学。因为知识并不关涉这些事物,这是显而易见的;因为知识是对那些被领会为不可能处于不同状态之事物的一种驻留和持存,它也由此获得了名称;而意见是一种单纯的领会,它也是能够发生改变的。因为持灵魂不灭之意见的人,在遇到有说服力的论证时,转而改变意见认为它是会死的,这并非不可能;然而知道它是不可毁灭的人,绝不可能相信它是会死的。因此,如果偶然的事物能够处于不同状态,而知识关涉这些事物,但知识又是关涉不可能处于不同状态的事物,那么能够处于不同状态的事物就会变成不可能处于不同状态,而这是不可能且荒谬的。因此,如果知识不可能关涉这些事物,剩下的便是意见关涉这些事物,而这正是原本打算表明的。人们的共同习惯用语也作证了这一点。因为每当我们稳固地知晓某事时,我们习惯于使用“我知道”;而每当关涉能够处于不同状态的事物时,我们说“我认为”以及大众对此事如此这般地持有意见,我们在出于必然成立的事物上绝不使用这样的字眼,而是用“我们知道”、“我们晓得”、“我们认识”或诸如此类的词。从所说的话中可以清楚看到,他在此处所称的意见,并非没有“为何”的关于“是何”的认识,而是正如我所说,是关于偶然事物的领会。至于关于必然事物的领会,如果是不带有推论和原因的,他称为关于“是何”的知识,如果是带有推论和原因的,则称为关于“为何”的知识。同样地,在意见方面,不带有推论的仅仅是关于“是何”的意见,而带有推论的则是既关于“是何”又关于“为何”的意见。
- 1.527ἀπορήσει γὰρ ἐφεξῆς, μήποτε καὶ εἰ διαφορά ἐστι δόξα καὶ ἐπιστήμη, ἀλλ’ οὖν [καὶ] τὸ ὑποκείμενον τὸ αὐτό
连词 μήποτε 在提出疑难(ἀπορήσει)的语境中引导表达推测或担忧的间接从句(“是否可能……”)。其后的 καὶ εἰ ... ἀλλ’ οὖν 构成让步条件句式(“即使……然而……”),在 τὸ αὐτό 后承前省略了系动词(如 ᾖ 或 εἴη)。
- 1.527οὐδαμῶς χρωμένων ἡμῶν ἐπὶ τῶν ἐξ ἀνάγκης ὑπαρχόντων τῇ τοιαύτῃ φωνῇ ἀλλ’ ἢ τῷ ‘ἐπιστάμεθα’
χρωμένων ἡμῶν 为属格独立结构,对主节人称的言语实际使用情状作补充限定。ἀλλ’ ἤ 与前面的绝对否定词 οὐδαμῶς 呼应,构成“绝非用于……而是仅用于……”的排他性习惯表达(意即“除……之外绝不”)。
