- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:320.3-321.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解88b20–88b21,驳斥了通过直接前提使本原相同以及诸本原具有亲缘性这一假设,从而论证了一切科学的本原不可能相同。
" Εἰ δὲ λέγοι τις τὰς πρώτας ἀμέσους προτάσεις αὐτὰς εἶναι ἀρχάς, μία ἐν ἑκάστῳ γένει ἐστίν." Ὅτι οὐδὲ οὕτω δυνατὸν τὰς αὐτὰς εἶναι ἀρχάς, τῷ τὰς ἀμέσους προτάσεις, ἐξ ὧν οἱ συλλογισμοί, τὰς αὐτὰς εἶναι·1 μία γάρ, φησίν, ἐν ἑκάστῳ γένει πρότασις ἄμεσος, οἷον ἐν ἀριθμητικῇ μὲν ὅτι ἡ μονὰς ἀδιαίρετος, ἐν γεωμετρίᾳ δὲ τὸ σημεῖον, καὶ ἄλλη ἐν ἄλλῳ. διαφόρων οὖν τῶν γενῶν ὄντων καὶ αἱ ἄμεσοι διαφέρουσι προτάσεις. τί δ’ ἄν τις εἴποι ἐπὶ μουσικῆς ἢ ἰατρικῆς ἢ φυσικῆς μίαν καὶ πρώτην [τὴν] ἄμεσον πρότασιν ἢ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν, οὐκ ἔχω λέγειν. ἀλλ’ οὐδ’ ἐν ταῖς δέκα κατηγορίαις ἔστιν ἰδεῖν τοῦτο· καθ’ ἑκάστην γὰρ αὐτῶν τοὐλάχιστον δύο εἰσὶν ἄμεσοι αἱ πρώτισται, εἰς τὰ ἀντιδιῃρημένα ἀλλήλοις εἴδη εἴ γε διαιρεῖται, ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ ποσὸν εἰς τὸ συνεχὲς καὶ τὸ διωρισμένον, καὶ ἑκάστου τῶν προσεχῶς διαιρουμένων ἀμέσως τὸ γένος κατηγορεῖται.
“但如果有人说最初的直接前提本身就是本原,那么在每一个类中只有一个。” 即便以推论所由出的直接前提是相同的这一方式,本原也不可能是相同的。因为他说,在每一个类中只有一条直接前提,例如在算术中是单子不可分,在几何学中是点[不可分],而在另一类中又是另一个。因此,既然诸类是不同的,直接前提也是不同的。然而,在音乐、医学或自然学中,或在其他科学中,人们能把什么称为单一且最初的直接前提,我无法说出。但即使在十个范畴中,也不能看到这一点;因为在它们中的每一个中,至少有两条最初的直接前提,如果它确实被划分为互相对立的种的话:实体划分为有形体与无形体,量划分为连续的与离散的,并且类直接述谓每一个直接划分出来的种。
"Εἰ δὲ μήτε ἐξ ἁπασῶν ὡς δέον δείκνυσθαι ὁτιοῦν μηδ’ οὕτως ἑτέρας ὥσθ’ ἑκάστης ἐπιστήμης εἶναι ἑτέρας." Διεξελθὼν πάντας τοὺς τρόπους, καθ’ οὓς οἷόν τε ἦν πασῶν τῶν ἐπιστημῶν τὰς αὐτὰς εἶναι ἀρχάς, συμπεραίνεται τὰ εἰρημένα καὶ τὸν ἔτι λείποντα τρόπον προστίθησιν. εἰ γὰρ μήτε ἐξ ἁπασῶν ὁτιοῦν δείκνυται, (τοῦτο δὲ κατὰ τοὺς δύο τρόπους νοεῖσθαι δύναται, ἤτοι ὅτι ἐκ πάσης ἕκαστον δείκνυται, ἢ ὅτι ἑκάστη πάντα), εἰ οὖν μήτε οὕτως αἱ αὐταὶ πάντων τῶν δεικνυμένων ἀρχαί, μήτε μὴν τὴν εὐήθη ἐκείνην ὑπόθεσιν εἶναι δυνατὸν ὡς ἑκάστης μὲν ἐπιστήμης ἰδίας ἀρχὰς ἐχούσης, ἑκάστην δὲ αὐτὴν ἑαυτῇ τὴν αὐτὴν εἶναι, εἷς ἔτι, φησί, περιλείπεται τρόπος,2 καθ’ ὃν δυνατὸν τὰς αὐτὰς εἶναι λέγειν ἀρχάς. ἴσως γὰρ ἐρεῖ τις, ὅτι οὕτως αἱ αὐταί εἰσιν ἀρχαί, οὐχ ὅτι διὰ τῶν αὐτῶν πάντα δείκνυται, ἀλλ’ ὅτι συγγενεῖς μὲν πᾶσαι, ἄλλαι δὲ πρὸς ἄλλην ἐπιστήμην χρήσιμοι, ὥσπερ καὶ αἱ γεωμετρικαὶ ἀρχαὶ αἱ αὐταὶ μέν εἰσι πᾶσαι γεωμετρίας, ἄλλη μέντοι πρὸς ἄλλο θεώρημα χρησίμη· εἰσὶ γὰρ ἀρχαὶ τυχὸν τὸ σημεῖον, ἡ γραμμή, τὸ ἐπίπεδον καὶ τὰ λοιπά, ἀλλὰ διὰ μὲν τοῦ τὸ σημεῖον ἀμερὲς εἶναι δείκνυται τυχὸν τόδε τὸ θεώρημα, διὰ δὲ τῆς γραμμῆς ἄλλο, καὶ ἄλλο δι’ ἄλλης. τί οὖν κωλύει πάντων μὲν τῶν ὄντων συγγενεῖς εἶναι τὰς ἀρχάς, δι’ ἄλλων δὲ ἄλλα δείκνυσθαι, διὰ τῶνδε μὲν τὰ γεωμετρικά, δι’ ἄλλων δὲ τὰ ἀριθμητικὰ ἢ φυσικὰ ἢ ὁτιοῦν ἄλλο; ὅτι δὲ οὐδ’ οὕτω, φησίν, ἐνδέχεται, καὶ τοῦτο δῆλον ἐκ τῶν προαποδεδειγμένων. δέδεικται γὰρ ὅτι αἱ ἀρχαὶ συγγενεῖς εἰσι τοῖς ἀπ’ αὐτῶν· τὰ δὲ πράγματα διάφορα τοῖς γένεσιν· ὥστε καὶ αἱ ἀρχαὶ τοῖς γένεσι διάφοροι. διττῶν γὰρ οὐσῶν τῶν ἀρχῶν, ὡς δέδεικται, ἐξ ὧν αἱ ἀποδείξεις3 (αὗται δέ εἰσιν αἱ κοιναὶ ἔννοιαι) καὶ περὶ οὗ αἱ ἀποδείξεις (αὗται δέ εἰσιν αἱ ἄμεσοι προτάσεις ἐκ τῶν ὑποβεβλημένων ἑκάστῃ ἐπιστήμῃ γενῶν λαμβανόμεναι), αἱ μὲν προτάσεις ἐξ ὧν αἱ ἀποδείξεις αἱ αὐταί (οὔ φημι δὲ ὅτι πᾶσαι αἱ κοιναὶ ἔννοιαι τοῦ αὐτοῦ γένους, ἀλλ’ ὅτι πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται αὐταῖς), αἱ μέντοι περὶ οὗ, αὗται ἐξ ἀνάγκης τῷ γένει διάφοροι. ἕτερον γὰρ ὁ ἀριθμὸς τοῦ μεγέθους· ἀντιδιῄρηνται γὰρ ἀλλήλοις· τὸ μὲν γὰρ μέγεθος συνεχές ἐστι ποσόν, ὁ δὲ ἀριθμὸς διωρισμένον ποσόν· δῆλον οὖν ὅτι καὶ αἱ προτάσεις αἱ λαμβανόμεναι ἐπὶ τοῦ ἀριθμοῦ ἕτεραι ἂν εἶεν παντελῶς ταῖς ἐπὶ τοῦ μεγέθους λαμβανομέναις. οὐδαμῶς ἄρα τὰς αὐτὰς εἶναι πάντων ἀρχὰς δυνατόν.
“如果既非必须从一切本原中证明任何事物,也非不同到这种程度以致每一门科学的本原都是不同的。” 在详尽考察了一切科学的本原可能相同的所有方式之后,他总结了所说过的内容,并补充了那尚存留的方式。因为,如果既非任何事物都从一切本原中被证明(这可以按照两种方式来理解:或者是指从每一本原证明每一事物,或者是指每一本原证明一切事物)——因此,如果被证明的一切事物的本原既非以这种方式相同,也绝不可能成立那个愚蠢的假设,即每门科学拥有各自特有的本原,但每一个本原都与自身相同——他说,就还剩下一条途径,按照这种途径可以说本原是相同的。因为也许有人会说,本原是按这种方式相同的:并非通过相同的本原证明一切事物,而是所有的本原都是同族的,只是不同的本原对不同的科学有用,正如几何学的本原作为几何学的本原全都是相同的,但某个本原对某个定理有用,另一个本原对另一个定理有用。因为点、线、面等等诚然是本原,但是通过点没有部分这一事实证明了这一定理,通过线证明了另一个定理,通过另一本原证明了又一定理。那么,有什么妨碍一切存在者的本原都是同族的,而通过不同的本原证明不同的事物——通过这些本原证明几何学的事物,通过另一些本原证明算术的、自然学的或任何其他事物呢?他说,即使以这种方式也是不可能的,这从先前已被证明的事情中也是显而易见的。因为已经证明,本原与从它们派生出的事物是同族的;而事物在类上是不同的;因此本原在类上也是不同的。因为正如已经证明的那样,本原是双重的:证明所由出的本原(这些是共通观念)和证明所关涉的本原(这些是从作为每门科学基底的各类中取得的直接前提);证明所由出的前提诚然是相同的(我并不是说所有的共通观念都属于同一个类,而是说所有的科学都使用它们),然而证明所关涉的前提则必然在类上是不同的。因为数不同于量度;因为它们是相互对立划分的;因为量度是连续的量,而数是离散的量;因此显然,就数而言所取得的前提,将完全不同于就量度而言所取得的前提。因此,一切事物的本原绝不可能相同。
- 1.525τῷ τὰς ἀμέσους προτάσεις, ἐξ ὧν οἱ συλλογισμοί, τὰς αὐτὰς εἶναι
带定冠词的不定式与格 τῷ ... εἶναι 说明了前一分句 Ὅτι οὐδὲ οὕτω δυνατὸν τὰς αὐτὰς εἶναι ἀρχάς 的理由或方式,意为“由于推论所由出的直接前提是相同的(这一方式,本原也是不可能相同的)”。
- 1.526εἰ γὰρ μήτε ἐξ ἁπασῶν ... εἰ οὖν μήτε ... εἷς ἔτι, φησί, περιλείπεται τρόπος
复合条件句结构:在插入括号性的解释(τοῦτο δὲ ... νοεῖσθαι δύναται ...)之后,通过 εἰ οὖν μήτε ... 重新恢复条件从句,并最终导向主句归结句 εἷς ἔτι, φησί, περιλείπεται τρόπος(“他说,就还剩下一条途径”)。
- 1.526διττῶν γὰρ οὐσῶν τῶν ἀρχῶν, ὡς δέedeικται, ἐξ ὧν αἱ ἀποδείξεις ... καὶ περὶ οὗ αἱ ἀποδείξεις
在属格独立结构 διττῶν ... οὐσῶν τῶν ἀρχῶν 内部,带有介词的关系从句 ἐξ ὧν αἱ ἀποδείξεις 与 περὶ οὗ αἱ ἀποδείξεις 作为实质性名词从句并列同格,指明两种本原:“证明所由出的本原”与“证明所关涉的本原”。
