← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§318.19-320.2

前提的模态差异与本原相同说的驳斥

斐洛庞诺解释了由于前提的模态差异(必然与偶然),各门科学的本原不可能相同,接着通过数学具体实例以及将推论分析还原至直接前提的过程,驳斥了以自身同一性主张本原相同性的诡辩,以及所有定理皆由所有本原推导出的荒谬假说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.522

" Ἔτι τὰ συμπεράσματα ἄπειρα, οἱ δὲ ὅροι πεπερασμένοι. ἔτι αἱ ἀρχαὶ αἱ μὲν ἐξ ἀνάγκης αἱ δὲ ἐνδεχόμεναι." Καὶ τοῦτο κατασκευαστικὸν ὅτι ἀδύνατον τὰς αὐτὰς ἀρχὰς ὑπάρχειν τῶν διαφόρων ἐπιστημῶν. καὶ γὰρ τῶν προτάσεων αἱ μέν εἰσιν ἀναγκαῖαι αἱ δὲ ἐνδεχόμεναι· ἐξ ἀναγκαίων δὲ ἀναγκαῖα καὶ ἐξ ἐνδεχομένων ἐνδεχόμενα συνάγεται. ἀδύνατον ἄρα πάσης ἐπιστήμης τὰς αὐτὰς εἶναι ἀρχάς· ὧν γὰρ ἐνδεχόμενα τὰ συμπεράσματα, οὐκ ἔσονται τούτων αἱ ἀρχαὶ ἀναγκαῖαι, οὐδ’ ὧν ἀναγκαῖα, ἐνδεχόμεναι.1

“此外,结论是无限的,而项是有限的。此外,本原有些是出于必然的,有些是偶然的。” 这也是确立不同科学的本原不可能相同这一论点的。因为在前提中,也是有些是必然的,有些是偶然的;从必然的前提推导出必然的结论,从偶然的前提推导出偶然的结论。因此,一切科学的本原不可能是相同的;因为那些结论是偶然的科学,其本原将不会是必然的,而那些结论是必然的科学,其本原也不会是偶然的。

§1.523

"Εἰ δ’ ἄλλως πως λέγοι τις, οἷον ὅτι αἱδὶ μὲν γεωμετρίας αἱδὶ δὲ λογισμῶν καὶ τὰ ἑξῆς." Ἔτι, φησίν, εἰ οὕτω λέγοι τις εἶναι τὰς αὐτὰς ἀρχὰς πασῶν τῶν ἐπιστημῶν, οὐχ ὡς ἐκ τῶν αὐτῶν πάντα δείκνυσθαι, ἀλλ’ εἶναι μὲν διαφόρους ἀρχὰς καθ’ ἑκάστην ἐπιστήμην καὶ ἄλλως μὲν τὰ ἰατρικὰ θεωρήματα δείκνυσθαι, ἄλλως δὲ τὰ γεωμετρικά, ἄλλως δὲ ἄλλα, οὕτω δὲ λέγοι τὰς αὐτὰς ἀρχὰς εἶναι τῶν ἐπιστημῶν, ὡς ὅτι αὐταὶ ἑαυταῖς αἱ αὐταί εἰσιν,2 οἷον αἱ ἰατρικαὶ ἀρχαὶ αὐταὶ ἑαυταῖς αἱ αὐταί εἰσιν, ὁμοίως καὶ αἱ γεωμετρίας καὶ τῶν λοιπῶν, γελοῖόν τι λέγει, φησίν. οὕτω γὰρ πάντα τὰ αὐτὰ εἶεν ἂν ἀλλήλοις· ἕκαστον γὰρ [τὸ] αὐτὸ ἑαυτῷ τὸ αὐτό ἐστιν.

“但如果有人以某种其他方式说,例如这些是几何学的本原,那些是算术的本原,等等。” 他进一步说,如果有人以这种方式说一切科学的本原是相同的——不是指一切事物都从相同的本原中被证明,而是每一门科学都有不同的本原,医学定理以一种方式被证明,几何学定理以另一种方式被证明,其他定理以别的方式被证明——却以它们与自身相同这种意义说科学的本原是相同的(例如医学的本原与自身相同,几何学及其他科学的本原也是同样),那么他说的是件可笑的事情。因为这样一来,一切事物都将彼此相同了;因为每一事物都与自身相同。

§1.524

"Ἀλλὰ μὴν οὐδὲ τὸ ἐξ ἁπάντων δείκνυσθαι ὁτιοῦν." Οὐδὲ οὕτω, φησίν, ἐνδέχεται εἶναι τὰς αὐτὰς πάντων ἀρχὰς ὡς ἐκ τῆς τυχούσης ἀρχῆς πάντων δυναμένων δειχθῆναι καὶ ἁπλῶς ἐκ πασῶν τῶν ἀρχῶν πάντων καθ’ ἑκάστην. τοῦτο γάρ, φησί, ψεῦδος ὂν καὶ ἐκ τῆς ἐναργείας ἐλέγχεται καὶ ἐκ τοῦ λόγου. οὐδὲ γὰρ οὕτως ὁρῶμεν ἐν τοῖς μαθήμασιν ἐκ τῆς αὐτῆς ἀρχῆς πάντα δεικνύμενα, οὐ μόνον τὰ κατὰ διαφόρους ἐπιστήμας (οἷον οὐκ ἐκ τῶν αὐτῶν τὰ γεωμετρικὰ καὶ τὰ ἰατρικὰ δείκνυται ἢ μουσικά) ἀλλ’ οὐδὲ τὰ κατὰ τὰς αὐτάς· ἐξ ἄλλων μὲν γὰρ δείκνυται ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἐξ ἄλλων δὲ ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ὥστε ἐπεὶ τοῦτο ὁρῶμεν γινόμενον, ἐκ τῆς ἐναργείας ψεῦδος τὸ λέγειν ἐξ ἁπάντων πάντα δείκνυσθαι. καὶ τῷ λόγῳ δὲ τοῦτο ἀδύνατον δείκνυσιν οὕτως. ἀναλύοντες γάρ, φησί, τοὺς συλλογισμοὺς εἰς τὰς ἀμέσους καταντῶμεν προτάσεις· μέχρι γὰρ τούτου ἀναλύομεν, μέχρις ἂν ἢ εἰς ὁρισμοὺς ἢ εἰς ἀμέσους καταντήσωμεν προτάσεις. οὔτε δὲ οἱ ὁρισμοὶ οἱ αὐτοὶ πάντων οὔτε αἱ ἄμεσοι προτάσεις αἱ αὐταί· ἄλλης γὰρ ἀμέσου, φησί, προσληφθείσης προτάσεως ἄλλο γίνεται καὶ συμπέρασμα. οἷον ὅτι Σωκράτης οὐσία ἐστὶν ἀναλύοντες δι’ ὧν συνήχθη τοῦτο προτάσεων,3 οἷον ὅτι ἄνθρωπος, καὶ τοῦτο ὅτι ζῷον, καὶ οὕτως ἐφεξῆς, ὅταν φθάσωμεν εἰς ἄμεσον πρότασιν τὴν ὅτι τὸ σῶμα οὐσία, παυόμεθα τῆς ἀναλύσεως· ὁμοίως ὅτι ἡ δυὰς ποσόν ἐστιν ἀναλύοντές φαμεν ὅτι ἄρτιον, τοῦτο δὲ ἀριθμός, τοῦτο δὲ διωρισμένον, τοῦτο δὲ ποσόν· ἄλλη δὲ ἄμεσος πρότασις ἡ λέγουσα ‘τὸ διωρισμένον ποσόν ἐστί’ καὶ ἡ λέγουσα ὅτι τὸ σῶμα οὐσία ἐστί. τὰ αὐτὰ καὶ ἐπὶ τῶν ὁρισμῶν· καὶ γὰρ τοῦ τριγώνου ὅτι αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσὶν ἀναλύοντες εἰς τὸν ὁρισμὸν τῆς εὐθείας καὶ γωνίας καταντῶμεν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· καὶ οἱ ὁρισμοὶ δὲ διάφοροι, ἐπειδὴ καὶ τὰ πράγματα. τὸ δὲ ἐν τοῖς φανεροῖς μαθήμασι, τοῦτ’ ἔστι τοῖς μαθήμασι τοῖς δήλοις καὶ συνεγνωσμένοις ἡμῖν.

“然而,这绝不意味着任何事物都可以从所有的本原中被证明。” 他说,事物的一切本原也不可能以这种方式成为相同的,即指一切事物都能从任一随意的本原中被证明,以及在每一门科学中一切事物都简单地从所有的本原中被证明。因为他说,这是虚假的,既被明显的实情所反驳,也被论证所反驳。因为我们在数学各学科中,并未看到一切事物都从同一本原中被证明,这不仅对于不同科学中的事物是如此(例如几何学事项与医学或音乐事项不是从相同的本原中被证明的),而且对于同一科学中的事物也是如此。因为三角形内角和等于两直角是从某些本原被证明的,而对角线与边不可通约则是从另一些本原被证明的;其余事物也是同样。因此,既然我们看到这种情况发生,那么从明显的实情来看,说一切事物都从所有的本原中被证明就是虚假的。而他也通过论证如下证明这是不可能的。因为他说,在分析推论时,我们最终归结到直接前提;因为我们分析进行到这一步,直到归结到定义或直接前提。但是,既非所有事物的定义都是相同的,也非直接前提是相同的;因为他说,当附加了另一条直接前提时,就会产生另一结论。例如,在把“苏格拉底是实体”分析为它赖以推出的那些前提时(比如他是人,人是动物,如此等等),当我们达到“物体是实体”这一直接前提时,我们就停止分析;同样,在分析“二是一个量”时,我们说它是偶数,偶数是数,数是离散的,离散的是量;而说“离散的是量”的直接前提与说“物体是实体”的直接前提是不同的。定义的情况也是如此;因为在分析三角形内角和等于两直角时,我们归结到直线和角的定义;对于其他事物也是同样;而且定义是不同的,因为事物也是不同的。至于“在显明的数学学科中”,意思是在对我们而言明晰且熟知的数学学科中。

语法注3 条
  1. 1.522ὧν γὰρ ἐνδεχόμενα τὰ συμπεράσματα, οὐκ ἔσονται τούτων αἱ ἀρχαὶ ἀναγκαῖαι, οὐδ’ ὧν ἀναγκαῖα, ἐνδεχόμεναι.

    关系代词属格 ὧν 包含了其先行词(省略的 ἐπιστημῶν 等),意为“那些结论是偶然的科学”。后文的 τούτων 复指这整个关系分句,构成了文首的关系代词属格与主句中的指示代词属格 τούτων 相呼应的对应结构。

  2. 1.523οὕτω δὲ λέγοι τὰς αὐτὰς ἀρχὰς εἶναι τῶν ἐπιστημῶν, ὡς ὅτι αὐταὶ ἑαυταῖς αἱ αὐταί εἰσιν

    连词 ὡς 与 ὅτι 连用修饰主动词 λέγοι,标明提出该说法的理解方式或主观意图(“在……这一意义上说”)。它与前文的否定分句 οὐχ ὡς ἐκ τῶν αὐτῶν πάντα δείκνυσθαι(带不定词结构)形成对比,此处则引导直陈语气分句(ὡς ὅτι ... εἰσιν)。

  3. 1.524οἷον ὅτι Σωκράτης οὐσία ἐστὶν ἀναλύοντες δι’ ὧν συνήχθη τοῦτο προτάσεων

    ὅτι 分句(ὅτι Σωκράτης οὐσία ἐστίν)前置作为分词 ἀναλύοντες 的宾语。此外,先行词 προτάσεων 被吸收到 ὧν 的关系分句内,整个介词短语 δι’ ὧν συνήχθη τοῦτο προτάσεων 构成了语序倒置(hyperbaton),意为“分析为它赖以推出的那些前提”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:318.19-320.2