← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§31.2-32.7

严格证明与由结果推导原因的确据性证明

斐洛庞努斯指出,严格意义上的证明是从原因推导结果(止于定义或公理),但当本性先在的原因对我们并不显明时,从不可反驳的结果推导原因的“确据性证明”(如由月相推知月亮为球形)构成次级标准的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#2

εἰ δὲ εἴτε εἰς τοὺς ὁρισμοὺς καταντήσαντες συλλογιζόμεθα εἴτε εἰς τὰ κοινὰ ἀξιώματα, οὐκέτι περαιτέρω πρόιμεν· οὐδὲν γὰρ οὔτε τῶν ὁρισμῶν ἀρχοειδέστερον οὔτε τῶν κοινῶν ἀξιωμάτων, ἐξ ὧν πᾶσα ἀπόδειξις. οὐχ ὡς πάντως δὲ ἐν ταῖς ἀποδείξεσι τούτῳ ἡμῶν τῷ τρόπῳ χρωμένων φησίν.1 ἡ μὲν γὰρ κυρίως ἀπόδειξις τῷ ὄντι ἐκ πρώτων καὶ ἀμέσων καὶ γνωριμωτέρων τὰ δεύτερα πιστοῦσθαι ὀφείλει καὶ ἀσαφέστερα· ἐπειδὴ δὲ οὐ πάντως τὸ τῇ φύσει γνωριμώτερον καὶ ἡμῖν ἐστι γνωριμώτερον, συμβαίνει πολλάκις ἐκ τῶν ὑστέρων ἡμᾶς τὰς πίστεις τῶν προτέρων ποιεῖσθαι διὰ τὸ μή, ὡς εἶπον, γνωριμώτερα ἡμῖν εἶναι τὰ πρότερα. καὶ καλεῖται τὸ τοιοῦτον εἶδος τῆς δείξεως τεκμηριῶδες καὶ ἄλυτον· ὅθεν καὶ τὸ ἀπόδειξις ὀνομάζεσθαι ἔσχεν. ἡ μὲν γὰρ κυρίως ἀπόδειξις, ὡς εἶπον, ἐστὶν ἐκ τῶν προτέρων πιστουμένη τὰ δεύτερα, ὅταν συνδράμῃ τὸ τῇ φύσει πρῶτον καὶ γνώριμον καὶ ἡμῖν εἶναι γνωριμώτερον· ὅταν δὲ τοῦτο μὴ παρῇ ἀλλ’ ἀναγκαζώμεθα ἐκ τῶν ὑστέρων τὰ πρότερα πιστοῦσθαι, τεκμηριῶδες τὸ τοιοῦτον εἶδος καλεῖται τῆς δείξεως. διὰ δὲ τὸ ἄλυτον τῶν τεκμηρίων ἠξιώθη τοῦ τῆς ἀποδείξεως ὀνόματος. οἷον ζητουμένου τοῦ εἰ σφαῖρα ἡ σελήνη τῷ σχήματι καὶ μὴ ἐχόντων ἡμῶν μήτε αὐτόθεν τοῦτο εἰδέναι μήτε ἔκ τινων ἀρχοειδεστέρων τοῦτο πιστώσασθαι, ἐκ τῶν φωτισμῶν αὐτῆς, οἵπερ εἰσὶ δεύτεροι τοῦ σχήματος αὐτῆς καὶ αἰτιατοί, τοῦτο πιστούμεθα τὸ εἶναι αὐτὴν σφαιροειδῆ, ὅπερ ἐστὶ πρῶτον τῶν φωτισμῶν καὶ αἴτιον αὐτῶν. ἐπεὶ γὰρ ὁρῶμεν αὐτὴν δὶς τοῦ μηνὸς μηνοειδῆ γινομένην, δὶς διχότομον, δὶς ἀμφίκυρτον, ἅπαξ πανσέληνον, συλλογιζόμεθα ἐκ τούτου σφαιρικὸν αὐτῆς εἶναι τὸ σχῆμα· εἰ γὰρ ἦν δίσκος, ὅλος ἅμα αὐτῆς ὁ δίσκος ἀθρόως ἢ κατελάμπετο ἢ οὐ κατελάμπετο τοῦ ἡλίου αὐτῇ προσβάλλοντος. ἐπειδὴ δέ ἐστι σφαιρική, ἔστι δὲ καὶ αὐτῆς ὁ ἥλιος ὑψηλότερος, συμβαίνει ἀεὶ τὸ πρὸς τὸν ἥλιον νενευκὸς αὐτῆς μέρος φωτίζεσθαι καὶ τοῦτο κατὰ μέρος γίνεσθαι, ἕως ἂν κατὰ διάμετρον αὐτῷ γενομένη αὐ τὸ πρὸς αὐτὸν νενευκὸς ἡμισφαίριον φωτισθῇ.2 ἔστιν οὖν ὁ φωτισμὸς αὐτῆς τεκμήριον τοῦ σχήματος αὐτῆς, καὶ οὐ διὰ τὸ οὕτω φωτίζεσθαι σφαιρική ἐστιν, ἀλλὰ διὰ τὸ σφαιρικὴ εἶναι οὕτω φωτίζεται. ἦν οὖν ἀκόλουθον ἐκ τοῦ σφαιροειδῆ αὐτὴν εἶναι συλλογίζεσθαι τὰ περὶ τῶν φωτισμῶν, ἐκ τοῦ αἰτίου τὸ αἰτιατόν· ἀλλ’ ἐπειδὴ τὸ τῇ φύσει πρῶτον καὶ αἴτιον, λέγω δὴ τὸ σφαιρικὸν σχῆμα, ἄδηλον ἦν ἡμῖν, δῆλοι δὲ αὐτῆς εἰσιν οἱ φωτισμοί, κεχρήμεθα τῷ δευτέρῳ εἰς πίστιν τοῦ προτέρου κατὰ περίστασιν. καὶ ἐπειδὴ ἄλυτά ἐστι τὰ τοιαῦτα σημεῖα ἢ τεκμήρια, διὰ τοῦτο καὶ τὰς ἐκ τούτων πίστεις ἀποδείξεις καλοῦμεν κατὰ δεύτερα μέτρα ἀποδείξεως.3

而如果我们到达了定义,或者到达了共同公理而进行推论,我们就不再进一步前进了;因为无论比定义还是比共同公理,都没有任何东西更具本原性,而一切证明都源于它们。但他并不是说我们在证明中完全总是使用这种方法。因为严格意义上的证明确实应当从第一性的、直接的、更为可知的事物出发,去确证第二性的、即更为模糊的事物;但是,由于在本性上更为可知的事物并不在一切情况下对我们也是更为可知的,所以往往发生的是,正如我所说,由于先在的事物对我们并非更为可知,我们便从后在的事物中获得对先在事物的确信。这种形式的展示被称为基于确据的且不可反驳的;由此它也得到了被称为“证明”的资格。因为正如我所说,严格意义上的证明乃是从先在的事物确证第二性的事物,只要在本性上第一且可知的事物碰巧对我们而言也是更为可知的;而当这种情况不存在,我们被迫从后在的事物确证先在的事物时,这种形式的展示便被称为基于确据的。而由于确据的不可反驳性,它被认为配得上“证明”这一名称。例如,当探究月亮在形状上是否为球体,而我们既不能直接知道这一点,又不能从某些更具本原性的事物来确证这一点时,我们就从它的受光状态——这相对于它的形状是第二性的,并且是受原因支配的结果——来确证它是球状的这一事实,而这一事实相对于受光状态是先在的,并且是它们的原因。因为既然我们看到它一个月两次变为蛾眉状,两次半圆,两次凸圆,一次满月,我们便据此推论出它的形状是球形的;因为如果它是一个圆盘,那么当太阳照射到它时,它的整个圆盘就会一下子完全被照亮,或者完全不被照亮。但由于它是球形的,而且太阳也比它更高,所以朝向太阳的那一部分总是被照亮,并且这是逐步发生的,直到它处于与太阳相对的径向位置时,反过来朝向太阳的半球被照亮。因此,它的受光状态是它形状的确据,它并不是因为以这种方式受光而是球形的,而是因为它是球形的才以这种方式受光。因此,从它是球状的这一事实推论出关于受光状态的诸事,即从原因推论出结果,本来是顺理成章的;但是,由于本性上第一且作为原因的事物(我指的是球形形状)对我们并不显明,而它的受光状态对我们是显明的,我们便根据具体情况,使用第二性的事物来确证先在的事物。而由于此类符号或确据是不可反驳的,正因如此,我们也按照证明的次级标准,将从这些事物得出的确信称为证明。

语法注3 条
  1. 1.32οὐχ ὡς πάντως δὲ ἐν ταῖς ἀποδείξεσι τούτῳ ἡμῶν τῷ τρόπῳ χρωμένων φησίν

    οὐχ ὡς 引导属格绝对结构(τούτῳ ἡμῶν τῷ τρόπῳ χρωμένων),用于否定某种假定的观点(“并不是说我们……”)。它与动词 φησίν 配合,表明亚里士多德并非断言我们在所有证明中都采取这种自本原而下的方式。

  2. 1.32ἕως ἂν κατὰ διάμετρον αὐτῷ γενομένη αὐ τὸ πρὸς αὐτὸν νενευκὸς ἡμισφαίριον φωτισθῇ

    由 ἕως ἄν 搭配不定过去时虚拟态 φωτισθῇ 构成的顺承时间从句。介词短语 κατὰ διάμετρον 与与格 αὐτῷ(指代太阳)搭配,指天文学上的“冲”(径向正对)。抄本中的 αὐ 实指 αὖ(“反过来”、“进而”),描述朝向太阳的半球随着位置推移而全部被照亮的过程。

  3. 1.32κατὰ δεύτερα μέτρα ἀποδείξεως

    介词 κατὰ 接复数宾格 μέτρα,表示衡量标准或等级(“按照证明的次级标准”)。它界定了从原因到结果的第一级严格证明与从结果推导原因的确据性证明之间的层级差别。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:31.2-32.7