- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:316.23-318.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注解了亚里士多德在88b3中关于本原(前提)并不比结论少得多的论证,分析了通过插入项或外部附加项前提与结论如何倍增,从而阐明了本原不可能为各科学所共同拥有的理由。
"“Ἔτι αἱ ἀρχαὶ οὐ πολλῷ ἐλάττους τῶν συμπερασμάτων· ἀρχαὶ μὲν γὰρ αἱ προτάσεις, αἱ δὲ προτάσεις ἢ προσλαμβανομένου ὅρου ἢ ἐμβαλλομένου εἰσίν.1" Ἕτερον ἐπιχείρημα. εἰ ἦσαν, φησίν, αἱ αὐταὶ ἀρχαὶ πασῶν τῶν ἐπιστημῶν, ἦσαν ἂν καὶ ἀριθμῷ ὡρισμέναι· οὐδὲ γὰρ ἂν ἄλλως γνωσθῆναι ἠδύναντο, ὅτι κοιναί εἰσι πάσης ἐπιστήμης, εἰ ἦσαν ἀόριστοι κατ’ ἀριθμὸν καὶ οἷον ἄπειροι. νῦν δὲ δῆλον ὅτι † τῷ εἶναι τυχὸν ὡρισμένας οὕτως ἐγνωκότες οἱ τοῦτο ἀποφαινόμενοι, ὅτι ταῖς αὐταῖς πᾶσα ἐπιστήμη χρῆται, οὕτως ἀποφαίνονται τὰς αὐτὰς εἶναι ἀρχὰς πασῶν τῶν ἐπιστημῶν. ὥσπερ γὰρ καὶ παντὸς λόγου κοιναί εἰσιν αἱ ἀρχαὶ καὶ διὰ τοῦτο καὶ ἀριθμῷ ὡρισμέναι, λέγω δὴ τὰ εἰκοσιτέσσαρα στοιχεῖα, καὶ παντὸς σώματος κοιναὶ αἱ ἀρχαί, αἵ τε προσεχεῖς, τὰ τέσσαρα στοιχεῖα, αἵ τε πρῶται, ὕλη καὶ εἶδος, οὕτω δήπου ἀνάγκη, καὶ εἰ τῶν ἐπιστημῶν κοιναὶ ἦσαν αἱ ἀρχαί, ἀριθμῷ ταύτας ὡρίσθαι. νυνὶ δὲ πολλῷ πλείους εἰσὶ τῶν προβλημάτων ἤτοι συμπερασμάτων· ταῦτα δὲ ἀόριστα καὶ ἄπειρα κατ’ ἀριθμόν· καὶ αἱ ἀρχαὶ ἄρα ἄπειροι καὶ ἀόριστοι κατ’ ἀριθμόν. τοιαῦται δὲ οὖσαι πασῶν αἱ αὐταὶ εἶναι οὐ δύνανται, ὡς ἤδη εἴπομεν. οὐκ ἄρα αἱ αὐταὶ ἀρχαὶ πασῶν τῶν ἐπιστημῶν. ὅτι μὲν οὖν τὰ προβλήματα ἢ συμπεράσματα ἀόριστά ἐστι καθ’ ἑκάστην ἐπιστήμην καὶ ἡμῖν ἄπειρα καὶ ἀπερίληπτα, δῆλον· οὐδέποτε γὰρ ἐπιλείπουσιν. ὅτι δὲ τούτοις συναύξονται αἱ προτάσεις, αἵτινές εἰσι τῶν συλλογισμῶν ἀρχαί, δείκνυσιν οὕτως· αἱ γὰρ προτάσεις, φησίν, ἢ προσλαμβανομένου ὅρου ἢ ἐμβαλλομένου γίνονται. οἷον εἰ εἴη πρόβλημα τὸ λέγον πόθεν ὅτι τὸ Α τῷ Β ὑπάρχει, ὅρου μεταξὺ παρεντεθέντος δύο μὲν γίνονται αἱ προτάσεις, ἓν δὲ τὸ συμπέρασμα· εἰ γὰρ τεθείη μέσον τοῦ Α Β τὸ Γ, προτάσεις μὲν δύο γίνονται, αἱ Α Γ, Γ Β, ἓν δὲ συμπέρασμα. πάλιν ἐὰν τὴν Α Γ πρότασιν δεῖξαι θελήσωμεν, μέσον ἐμβάλλοντες ὅρον, εἰ τύχοι, τὸν Ζ, πάλιν δύο μὲν προτάσεις προστίθενται, ἓν δὲ συμπέρασμα. καὶ οὕτως ἀεὶ ὅρου τιθεμένου ἐν μέσῳ διπλάσιοι τῶν συμπερασμάτων αἱ προτάσεις γίνονται. οὕτω μὲν οὖν, εἰ μεταξὺ ὁ προστιθέμενος ὅρος ἐμβληθῇ. εἰ δὲ ἔξωθεν προστεθῇ, ἑνὸς ὅρου προστεθέντος μία πρότασις καὶ ἓν συμπέρασμα προστίθεται, ὥστε ἐπισυντιθεμένων τῶν συλλογισμῶν μονάδι μόνῃ πλεονάζειν τὰς προτάσεις τῶν συμπερασμάτων. οἷον εἰ εἴη ἐξ ἀρχῆς συλλογισμὸς ὅτι τὸ Α τῷ Β, τὸ δὲ Β τῷ Γ, τὸ Α ἄρα τῷ Γ ὑπάρχει, εἶτα ἔξωθεν προστεθείη ὅρος ὁ Δ, προστίθεται πρότασις μία καὶ συμπέρασμα ἕν· ὑπάρξει γὰρ τὸ Β τῷ Δ διὰ μέσου τοῦ Γ. εἰ δὲ βούλει συναγαγεῖν ὅτι καὶ τὸ Α τῷ Δ ὑπάρξει, ποιήσεις τὸ Α Γ συμπέρασμα πρότασιν ἢ τὸ Β Δ. ὥστε ἰσαρίθμως τοῖς συμπεράσμασι συναύξονται καὶ αἱ προτάσεις, μονάδι μόνῃ πλεοναζουσῶν τῶν προτάσεων διὰ τὸ κατὰ τὸν πρῶτον συλλογισμὸν δεῖν πάντως δύο προτάσεων οὐσῶν ἓν συμπέρασμα γίνεσθαι. εἰ δὲ οὕτως ἔχουσιν αἱ προτάσεις πρὸς τὰ συμπεράσματα ὥστε ἢ διπλασίους αὐτῶν εἶναι, εἰ μέσος ἐμβάλλοιτο ὁ προσιὼν ὅρος, ἢ μονάδι πλείους, εἰ ἔξωθεν προστίθοιτο, πῶς αὐτὸς ὁ Ἀριστοτέλης φησὶν ὅτι αἱ ἀρχαί, τουτέστιν αἱ προτάσεις, οὐ πολλῷ ἐλάττους τῶν συμπερασμάτων; καίτοι ἐδείχθησαν πλείους οὖσαι. φημὶ οὖν ὅτι οὐ προέκειτο αὐτῷ περὶ τούτων ἀκριβολογῆσαι, ὅπως ἔχουσιν, ἀλλ’ ἐπειδὴ τὸ ἀόριστα εἶναι τὰ συμπεράσματα καὶ ταύτῃ ἄπειρα ὡμολόγηται, ἠρκέσθη τοσοῦτον μόνον εἰπών, ὅτι εἰ μὴ πολλῷ ἐλάττους ἦσαν, οὐχ οἷόν τε ἦν κοινὰς εἶναι τῶν ἐπιστημῶν τὰς ἀρχάς. δύναιντο δ’ ἂν καὶ ἐλάττους λέγεσθαι τῶν συμπερασμάτων αἱ προτάσεις, εἰ μὴ δὶς τὸ αὐτὸ παραλαμβάνοιτο, ποτὲ μὲν ὡς πρότασις ποτὲ δὲ ὡς συμπέρασμα· τοῦτο δέ, ὅταν ὁ ὅρος ἔξωθεν προστίθηται. οἷον τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α ἄρα παντὶ τῷ Γ· ἐὰν προσθῶμεν τὸ Δ, μίαν μὲν προστίθεμεν πρότασιν, τὴν Γ, δύο δὲ συμπεράσματα, τό τε Α καὶ τὸ Β· εἴτε γὰρ τὸ Α τῷ Β εἴπωμεν, τὸ δὲ Β τῷ Δ, εἴληπται ἤδη τὸ Β τῷ Δ ἐν συμπεράσματι, εἴτε τὸ Α τῷ Γ, τὸ δὲ Γ τῷ Δ, ὁμοίως ἀμφότερα εἴληπται. ἀλλ’ οὕτω πολλῷ ἐλάττους συμβαίνει γίνεσθαι τῶν συμπερασμάτων τὰς προτάσεις· εἰ γὰρ πλείους ὅροι ἐπισυνάπτουσιν, ἰσάριθμοι μὲν τοῖς ὅροις προστεθήσονται αἱ προτάσεις, πολλῷ δὲ πλείονα τὰ συμπεράσματα. τοσαῦτα γὰρ γίνονται τὰ συμπεράσματα ὅρου προστιθεμένου, ὅσοι εἰσὶν ἐκεῖνοι οἱ ἐκκείμενοι ὅροι πάντες, παρὰ δυάδα·2 ἕκαστος γὰρ τῶν ἀνωτέρω μετὰ τοῦ προστεθέντος ποιήσει συμπέρασμα χωρὶς τοῦ παρατελεύτου· οὗτος δέ ἐστιν ὁ πρὸ τοῦ προστεθέντος· οὗτος γὰρ μετὰ τοῦ προστεθέντος πρότασιν ποιεῖ, οὐ συμπέρασμα.
“此外,本原并不比结论少得多;因为前提是本原,而前提或是通过附加一个项或是通过插入一个项而产生的。” 这是另一条论据。他说,如果一切科学的本原是相同的,那么它们在数量上也会是确定的;因为如果它们在数量上是不定的且可以说是无限的,那么人们就决不可能以其他方式认识到它们对每一门科学都是共同的。但事实上显而易见,那些如此断言的人正是通过它们是确定的这一点,认识到一切科学都在使用相同的本原,从而如此断言一切科学的本原是相同的。因为正如对于任何言论而言本原都是共同的,并且因此在数量上也是确定的(我指的正是那二十四个字母),而且对于任何物体而言,无论是直接的本原即四大元素,还是第一本原即质料与形式,都是共同的,正如这样,如果科学的本原是共同的,那么这些本原在数量上也是确定的,这无疑是必然的。但事实上,[本原]比诸论题即结论多得多;而这些论题在数量上是不定且无限的;因此本原在数量上也是无限且不定的。正如我们已经说过的,既然它们是这样的,它们就不可能对所有科学都是相同的。因此,一切科学的本原并非相同。于是,论题或结论在每一门科学中都是不定的,并且对我们而言是无限且不可完全把握的,这是显而易见的;因为它们决不会匮乏。而作为推论之本原的前提随同这些结论一同增长,他通过如下方式证明:他说,前提或是通过附加一个项或是通过插入一个项而产生的。例如,如果有一个论题问Α何以属于Β,当在中间插入一个项时,便产生了两个前提,却只有一个结论;因为如果把Γ置于Α与Β的中间,就产生了两个前提即ΑΓ与ΓΒ,却只有一个结论。再次,如果我们想要证明前提ΑΓ,通过插入一个中项(假定为Ζ),就再次增加了两个前提,而结论〔增加〕一个。以此方式,每当在中间放置一个项时,前提便总是成为结论的两倍。如果所添加的项插入在中间,情况便是如此。但是如果它是从外部附加的,那么当附加一个项时,便增加了一个前提和一个结论,以致随着推论的叠加,前提仅比结论多出一个单位。例如,如果最初有一个推论说Α属于Β,Β属于Γ,因此Α属于Γ,随后从外部附加一个项Δ,便增加了一个前提和一个结论;因为通过中项Γ,Β将属于Δ。而如果你想要推导出Α也将属于Δ,你将把结论ΑΓ或ΒΔ作为前提。因此,前提也是与结论同数增长的,前提仅仅多出一个单位,这是因为在第一个推论中必然是在有两个前提存在的情况下产生一个结论。但是,如果前提相对于结论的关系是:或者在到来的项被插入中间时是结论的两倍,或者在它从外部附加时比结论多出一个单位,那么亚里士多德本人何以说本原即前提并不比结论少得多呢?尽管它们已被证明是更多的。因此我说,严格讨论它们究竟处于何种状态并不是他的目的,而是既然承认结论是不定的且在这方面是无限的,他仅仅满足于说出:如果[前提]并不比结论少得多,那么科学的本原就不可能是共同的。而且,如果同一事物不被取两次(一次作为前提,另一次作为结论),前提也可以被说成是少于结论的;而这是在项从外部附加的时候发生的。例如,Α属于一切Β,Β属于一切Γ,因此Α属于一切Γ;如果我们附加Δ,我们便增加了一个前提即Γ[与Δ的前提],但增加了两个结论即Α[与Δ]以及Β[与Δ];因为无论我们说Α属于Β而Β属于Δ,Β属于Δ已经作为结论被取过了,还是说Α属于Γ而Γ属于Δ,两者同样都被取过了。但是这样一来,前提就变成了比结论少得多;因为如果连接上更多的项,所增加的前提与项的数量相同,结论却多得多。因为当附加一个项时,所产生的结论的数量等于所有那些列出的项减去二;因为每一个更高的项与所附加的项一起都将产生一个结论,除了倒数第二个项之外;而这个项就是附加项之前的那一个;因为它与附加项一起产生的是一个前提,而不是一个结论。
- 1.521ἀρχαὶ μὲν γὰρ αἱ προτάσεις, αἱ δὲ προτάσεις ἢ προσλαμβανομένου ὅρου ἢ ἐμβαλλομένου εἰσίν
其后的属格独立结构 ἢ προσλαμβανομένου ὅρου ἢ ἐμβαλλομένου 与 εἰσίν 连用起表语作用,表示条件或方式(“或是通过附加一个项或是通过插入一个项[而产生]”)。动词 εἰσίν 实质上被解释为 γίνονται(产生)。
- 1.521ὅσοι εἰσὶν ἐκεῖνοι οἱ ἐκκείμενοι ὅροι πάντες, παρὰ δυάδα
介词 παρά 支配宾格 δυάδα 表示排除或扣除(“减去二”或“除二之外”),整个短语意为“等于所有那些列出的项减去二的数量”。正如紧接着解释的那样,排除的两个项是附加项本身及其前一个项(后者与附加项形成前提而非结论)。
