- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:314.23-316.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解了88a34–88a36,分析了“契合”的含义以及项在三种推论格中的位置配置(中间、上方、下方;内部与外部),随后论证了一切事物不可能仅从共同公理中得到证明,因为证明还需要基于特有属的前提,且公理本身也被各门科学特殊化地加以应用。
" Ἀνάγκη δέ γε ἢ εἰς μέσα ἐφαρμόττειν ἢ ἄνωθεν ἢ κάτωθεν, ἢ τοὺς μὲν εἴσω ἔχειν τοὺς δὲ ἔξω τῶν ὅρων.1" Ἐπειδὴ εἶπεν ὅτι οὐκ ἐφαρμόττουσι, δείκνυσιν εἰπὼν τί σημαίνει αὐτῷ ἐνταῦθα τὸ ἐφαρμόττειν, ἀντὶ τοῦ τὸ κατηγορεῖσθαι τὸ ἕτερον τοῦ ἑτέρου ἢ ὑποκεῖσθαι. ἢ οὖν εἰς μέσα ἐφαρμόττει, φησίν, ὡς ἐπὶ τοῦ πρώτου σχήματος, ὡς τῷ μὲν τῶν ἄκρων ὑποκεῖσθαι, τῷ μείζονι, τοῦ δὲ κατηγορεῖσθαι, τοῦ ἐλάττονος, ἢ ἄνωθεν, ὡς ἐπὶ τοῦ μέσου, ὥστε ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖσθαι, ἢ κάτωθεν, ὡς ἐπὶ τοῦ τρίτου, ὥστε ἀμφοτέροις τοῖς ἄκροις ὑποκεῖσθαι. οὕτω δὲ καὶ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς τοὺς μέσους ὠνόμαζε. ζητοῦσι δὲ καὶ ἐν τούτοις, πῶς φησιν ἐν τῷ δευτέρῳ σχήματι τὸν μέσον ἐφαρμόττειν τοῖς ἄκροις. εἰ μὲν γὰρ καταφατικὰς ἀμφοτέρας λάβωμεν τὰς προτάσεις, ἵνα καὶ ἐφαρμόζῃ ὁ μέσος τοῖς ἄκροις, ἀσυλλόγιστος ἡ συζυγία γίνεται· εἰ δὲ δέοι συλλογιστικὴν γενέσθαι, τὴν ἑτέραν ἀποφατικὴν δεῖ εἶναι. πῶς οὖν φησιν ἄνωθεν ἐφαρμόζειν τοῖς ἄκροις; καὶ φαμὲν ὅτι οὐ πρόκειται νῦν αὐτῷ περὶ συλλογιστικῶν ἢ ἀσυλλογίστων συζυγιῶν παραδοῦναι οὐδὲ ἁπλῶς συλλογιστικὴν ἐκθέσθαι συζυγίαν, ἀλλὰ μόνον ἡμῖν παραδοῦναι ποσαχῶς ἔστιν ὅρον ὅροις ἐφαρμόσαι, οὐκέτι μέντοι τῶν προτάσεων συμπλοκή τίς ποτέ ἐστιν. κἀκεῖνο δὲ ἐστιν εἰπεῖν, ὡς ἐφαρμόττειν φησὶ τὸ ἁπλῶς κατηγορεῖσθαι ἢ ὑποκεῖσθαι θάτερον θατέρῳ, εἴτε καταφατικῶς εἴτε ἀποφατικῶς. μήποτε δὲ καὶ ἁπλούστερον ἀκούειν δεῖ τοῦ ἀνάγκη δέ γε ἢ εἰς μέσα ἐφαρμόττειν ἢ ἄνωθεν ἢ κάτωθεν, τουτέστιν ἀνάγκη 〈ἢ〉 μέσους ὅρους παραλαμβάνεσθαι ἢ μείζονας ἢ ἐλάττονας· τοῦτο γὰρ δηλοῖ τὸ ἄνωθεν (ἄνωθεν δὲ οὐκ ἐν τῷ συλλογισμῷ ἀλλ’ ἐν τῷ συμπεράσματι) καὶ πάλιν κάτωθεν. τὸ δὲ ἢ τοὺς μὲν εἴσω ἔχειν τοὺς δὲ ἔξω τῶν ὅρων ἤτοι ἐκ παραλλήλου τῷ πρὸ αὐτοῦ τὸ αὐτό ἐστι· καὶ γὰρ ἐν τοῖς 〈Πρώτοις〉 ἀναλυτικοῖς ἔξω μὲν κεῖσθαι τῇ θέσει ἔλεγε τοὺς μέσους τοῦ δευτέρου καὶ τοῦ τρίτου σχήματος, ἐντὸς δὲ τοὺς τοῦ πρώτου διὰ τὸ ἐφεξῆς κεῖσθαι τοῖς ἄκροις· ἢ εἴσω μέν φησι τοὺς ὑποκειμένους ὅρους, ἔξω δὲ τοὺς κατηγορουμένους, τουτέστιν ὅτι οἱ ἐφαρμόζειν λεγόμενοι ὅροι ἢ ὑπόκεινται τούτοις οἷς λέγονται ἐφαρμόζειν ἢ κατηγοροῦνται αὐτῶν. ἔσω δέ φησι τοὺς ὑποκειμένους ἔξω δὲ τοὺς κατηγορουμένους, διότι περιέχουσιν οἱ κατηγορούμενοι τοὺς ὑποκειμένους, τὸ δὲ περιέχον ἔξωθεν ὂν περιέχει ἐντὸς ἑαυτοῦ ἔχον τὸ περιεχόμενον.
“而[项]必然或是契合于中间,或是从上方契合,或是从下方契合,或是将诸项中的一些置于内,一些置于外。” 既然他说它们并不契合,他便在指明在此处“契合”对他而言意味着什么(即代替了一者述说另一者,或者作为其主词)之后进行证明。因此他说,或者如在第一格中那样契合于中间,以致作为端项之一的大项的主词,并作为另一端项即小项的谓词;或者如在第二格中那样从上方契合,以致述说两个端项;或者如在第三格中那样从下方契合,以致作为两个端项的主词。在《前分析篇》中他也以此方式命名中项。人们在这些问题上也探究,他何以说在第二格中中项契合于端项。因为如果我们将两个前提都取为肯定的,以便中项也契合于端项,这种组合就变成非推论性的;而如果它要成为推论性的,就必须使其中一个前提是否定的。那么他何以说它从上方契合于端项呢?我们回答说,他现在的目的并不是要传授关于推论性或非推论性的组合,也不是要断然阐明一个推论性的组合,而仅仅是向我们传授把一个项契合于诸项有多少种方式,而不再关心前提的结合究竟是什么样的。也可以这样说,他所谓的“契合”是指断然一者关于另一者被述说或作为主词,不论是肯定地还是否定地。或者人们也许应当更单纯地理解“而[项]必然或是契合于中间,或是从上方契合,或是从下方契合”这句话,也就是说必然或是采用中项,或是采用大项,或是采用小项;因为“从上方”(“从上方”并非在推论中,而是在结论中)以及随后的“从下方”指明了这一点。而“或是将诸项中的一些置于内,一些置于外”要么与前句平行,表达相同的意思;因为在《前分析篇》中他也曾说,第二格和第三格的中项在位置上被置于外,而第一格的中项因为与端项相连而被置于内;要么他是把作为主词的项称为“内”,把被述说的项称为“外”,也就是说,被称为契合的项要么作为被说成与其契合的那些项的主词,要么关于它们被述说。他把主词称为“内”,把谓词称为“外”,是因为谓词包含主词,而包含者在外部包含着把被包含者置于自身之内。
"Ἀλλ’ οὐδὲ τῶν κοινῶν ἀρχῶν οἷόν τε εἶναί τινας ἐξ ὧν ἅπαντα δειχθήσεται." Δείξας ὅτι οὐχ αἱ αὐταὶ πασῶν τῶν ἐπιστημῶν αἱ προσεχεῖς ἀρχαί, δείκνυσιν νῦν ὅτι οὐδὲ αἱ καθόλου καὶ κοιναὶ ἔννοιαι πάντως αἱ αὐταὶ ἐπὶ πάσης ἐπιστήμης. ἐπειδὴ γὰρ ὑπενόησεν ἄν τις ταύτῃ τὰς αὐτὰς εἶναι τῶν ἐπιστημῶν ἀρχάς, τῷ τὰ κοινὰ ἀξιώματα τὰ αὐτὰ εἶναι, οἷς πᾶσαι αἱ ἐπιστῆμαι κέχρηνται, οἷον ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις, καὶ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα καὶ τὰ ὅμοια, διὰ τοῦτό φησιν ὅτι οὐδὲ ταύτῃ ἐνδέχεται τὰς αὐτὰς εἶναι πασῶν τῶν ἐπιστημῶν ἀρχάς. κέχρηνται μὲν γὰρ τοῖς κοινοῖς ἀξιώμασι πᾶσαι αἱ ἐπιστῆμαι, οὐ μὴν δι’ αὐτῶν μόνων τὰ προκείμενα θεωρήματα ἀποδεικνύουσιν, ἀλλὰ πάντως ἑκάστη ἐπιστήμη πρὸς τῷ κοινῷ ἀξιώματι καὶ ἑτέραν λαμβάνει πρότασιν ἐκ τοῦ ὑποβεβλημένου αὐτῇ γένους, ἣν συμπλέξασα τῷ κοινῷ ἀξιώματι οὕτω ποιεῖται τὴν ἀπόδειξιν. οἷον βουλομένη δεῖξαι, ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, λαμβάνει ὅτι σύμμετρος, καὶ διὰ τούτου καὶ τοῦ κοινοῦ ἀξιώματος τοῦ λέγοντος ‘ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις’ δείκνυσιν ὅτι ἀσύμμετρος. ὁμοίως λαβών, ὅτι ἥδε ἡ εὐθεῖα τῇδε ἴση καὶ ὅτι ἑτέρα τις τῇ αὐτῇ ἴση, διὰ τούτου καὶ τοῦ κοινοῦ ἀξιώματος δείκνυσιν ὅτι καὶ ἀλλήλαις αἱ εὐθεῖαι † μόναι ἴσαι. καὶ ἐπὶ πάντων ὡσαύτως. εἰ τοίνυν μὴ μόνον διὰ τῶν ἀξιωμάτων αἱ δείξεις προέρχονται, ἀλλὰ δεῖ πάντως καὶ ἐκ τοῦ ὑποβεβλημένου γένους ἑτέραν παραληφθῆναι πρότασιν ἀρχῆς λόγον ἔχουσαν πρὸς τὸ συμπέρασμα, οὐ τὰ αὐτὰ δὲ γένη πάντων, πρόδηλον ὡς οὐδὲ αἱ αὐταὶ ἀρχαὶ πασῶν τῶν ἐπιστημῶν. ὅπερ δὲ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, οὐδὲ τὰ ἀξιώματα τὰ αὐτά εἰσιν ἐπὶ πασῶν τῶν ἐπιστημῶν, οὐδὲ τοῖς κοινοῖς 〈κοινῶς〉 κέχρηνται ἀεὶ αἱ ἐπιστῆμαι ἀλλὰ προσοικειοῦσαι αὐτὰ ἑκάστη τῷ ἰδίῳ γένει.2 οἷον κοινὸν μέν ἐστιν ‘ἐὰν τέσσαρά τινα ἀνάλογον ὦσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται’· κέχρηται δὲ τούτῳ τῷ ἀξιώματι ὁ μὲν γεωμέτρης ἐπὶ μόνων τῶν μεγεθῶν, ‘ἐὰν τέσσαρα μεγέθη’ λέγων ‘ἀνάλογον ὦσιν’, ὁ δὲ ἀριθμητικὸς ‘ἐὰν τέσσαρες ἀριθμοί’, ὁ δὲ φυσικὸς ‘ἐὰν τέσσαρες κινήσεις ἢ τέσσαρες χρόνοι’. ὥστε οὐδὲ τοῖς ἀξιώμασιν ἀπαραλλάκτως τοῖς αὐτοῖς αἱ ἐπιστῆμαι χρῶνται.
“但是,也不可能存在某些共同的本原,一切事物都将从它们被证明出来。” 在证明了一切科学的直接本原并非相同之后,他现在证明普遍的和共同的概念在每一门科学中也决非无条件地相同。因为有人可能会猜想科学的本原在这方面是相同的,即所有科学所使用的共同公理是相同的,例如对任何事物而言要么是肯定要么是否定,以及与同一事物相等的事物彼此也相等,等等;正是因为这个缘故,他说即使以这种方式,一切科学的本原也是不可能相同的。因为一切科学确实都使用共同公理,然而它们并不单单通过公理来证明所提出的定理,而是必定每一门科学都在共同公理之外,还从从属于它的属中取另一前提,将之与共同公理结合起来,以此作出证明。例如,想要证明对角线与边不可通约,便假设它是可通约的,并通过这一前提以及表述为“对任何事物而言要么是肯定要么是否定”的共同公理,证明它是不可通约的。同样,取此直线与彼直线相等,且另一直线与同一直线相等,通过这一前提和共同公理证明这些直线彼此也相等。对一切事物亦是如此。因此,如果证明不仅仅通过公理进行,而是必定还必须从所从属的属中采用另一相对于结论具有本原地位的前提,并且属对所有事物并非相同,那么显然一切科学的本原也并非相同。而且正如在前文中所言,即使公理本身在一切科学中也并非相同,科学也并不总是以普遍的方式使用共同的东西,而是每一门科学都将它们适于自身特有的属。例如,“如果有四个事物成比例,它们交错也成比例”是共同的;但是几何学家仅在量度上使用这一公理,说“如果有四个量度成比例”,而算术家说“如果有四个数”,自然哲学家则说“如果有四种运动或四个时间”。因此,诸科学甚至并不是毫无差异地使用相同的公理。
- 1.519ἢ τοὺς μὲν εἴσω ἔχειν τοὺς δὲ ἔξω τῶν ὅρων
不定词 ἔχειν 在句法上从属于非人称表达 ἀνάγκη。斐洛庞奴斯对此句给出了两种解释:第一种是将其视为与前一句(ἢ εἰς μέσα...)实质相同的并列叙述,指三种推论格中中项的相对位置(第一格在内,第二、三格在外);第二种是将主词项称为“内”,谓词项称为“外”,用以反映谓词在外包含主词的包容关系。
- 1.520προσοικειοῦσαι αὐτὰ ἑκάστη τῷ ἰδίῳ γένει
阴性复数分词 προσοικειοῦσαι 与主语 αἱ ἐπιστῆμαι 一致,而阴性单数的 ἑκάστη 则作为分配性同位语(整体与部分同格)插入其间,句意为“各门科学,每一门都将它们适于自身特有的属”。
