← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§313.1-314.22

假推论的本原差异与各学科本原的互不相同

斐洛波诺斯根据假的诸种类型(相反、不共存、偶适)论证了假推论之间也不可能具有相同的本原,继而针对证明性推论指出各门科学(算术、几何、音乐、医学)的题材与前提在属上有别且互不契合,从而驳斥了一切推论具有相同本原的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.516

" Εἶτα οὐδὲ τὰ ψευδῆ ἐκ τῶν αὐτῶν ἑαυτοῖς." Οὐ μόνον, φησί, διὰ τοῦτο διάφοροι αἱ τῶν συλλογισμῶν ἀρχαί, διότι οἱ μὲν ἐξ ἀληθῶν εἰσι προτάσεων οἱ δὲ ἐκ ψευδῶν, ἀλλὰ καὶ αὐτοὶ οἱ ἐκ ψευδῶν ὄντες συλλογισμοὶ διαφόρους ἔχουσι τὰς ἀρχάς· οὐδὲ γὰρ τὰ ψευδῆ τὰ αὐτὰ ἀλλήλοις. τῶν γὰρ ψευδῶν τὰ μέν ἐστιν ἐναντία, τὰ δὲ ἀδύνατα συνυπάρχειν, τὰ δὲ οὔτε ἐναντία οὔτε ἁπλῶς ἀδύνατα ἀλλ’ ἐνδεχόμενα μὲν συνυπάρχειν ὅμως δὲ μὴ συνυπάρχοντα. οἷον ἐὰν μὲν εἴπω ὅτι ἡ δικαιοσύνη ἀδικία ἐστὶν ἢ ὁ δίκαιος ἄδικος ἢ ἡ σωφροσύνη ἀκολασία, ψεῦδος ἐναντίον εἶπον. ἐὰν δὲ εἴπω ‘ὁ ἄνθρωπος ἵππος ἐστὶν ἢ ὁ λίθος ξύλον’, ψεῦδος ἀδύνατον εἶπον· οὐ γὰρ ἐναντία ταῦτα ἀλλήλοις ἀλλὰ μόνον ἀδύνατα συνυπάρχειν ἀλλήλοις. ἐὰν δὲ καθημένου Σωκράτους εἴπω ὅτι Σωκράτης οὐ κάθηται, ἢ βαδίζοντος ὅτι οὐ βαδίζει, οὔτε ἐναντίον εἶπον τὸ ψεῦδος οὔτε ἀδύνατον ἀλλ’ ἐνδεχόμενον. εἰ τοίνυν πλεοναχῶς μὲν τὸ ψεῦδος, ταῦτα δὲ τὰ αὐτὰ εἶναι ἀλλήλοις ἀδύνατον, δῆλον ὅτι ἀδύνατον τῶν ψευδῶν συλλογισμῶν τὰς αὐτὰς εἶναι ἀρχάς. ὥστε εἰ μηδὲ τῶν ψευδῶν αἱ αὐταὶ ἀρχαί, πολλοῦ γε 〈δεῖ〉 δήπου πάντων.1

“其次,假结论也不是由彼此相同的[本原]得出的。” 他说,推论的本原之所以互异,不仅是因为有些推论出于真前提,有些出于假前提,而且出于假前提的推论本身也具有互异的本原;因为假结论彼此之间也并非相同。因为在假事物中,有些是相反的,有些是不可能共存的,有些既非相反也非断然不可能,而是能够共存但实际上并不共存的。例如,如果我说正义是非正义,或正义的人是非正义的人,或节制是放荡,我所说的是一个相反的假;但如果我说“人是马,或石头是木头”,我所说的是一个不可能的假;因为这些事物彼此并不相反,而仅仅是彼此不可能共存。如果当苏格拉底坐着时我说苏格拉底没坐着,或当他行走时我说他没在行走,我所说的假既非相反也非不可能,而是偶适的。既然假有多种含义,而这些假彼此相同是不可能的,那么显然,假推论的本原相同也是不可能的。因此,如果连假推论的本原都不是相同的,那么断然远不可能对一切[推论]都是相同的。

§1.517

"Οἷον τὸ τὴν δικαιοσύνην εἶναι ἀδικίαν ἢ δειλίαν." Τὸ μὲν τούτων ἐναντίον ψεῦδος, τὸ τὴν δικαιοσύνην ἀδικίαν εἶναι, τὸ δὲ ἀδύνατον, δειλίαν εἶναι τὴν δικαιοσύνην, ὥσπεροῦν καὶ τὸ τὸν ἄνθρωπον ἵππον εἶναι ἢ βοῦν ἀδύνατον· ὁμοίως καὶ τὸ τὸ ἴσον μεῖζον ἢ ἔλαττον εἶναι ἀδύνατον καὶ ἐναντίον, ἕως ἂν ἴσον ἁπλῶς λάβω.

“例如正义是非正义或懦弱。” 在这些之中,正义是非正义是相反的假,而正义是懦弱则是不可能的假,正如人是马或牛是不可能的;同样,只要我单单取相等的事物,相等的事物更大或更小也是不可能且相反的。

§1.518

"Ἐκ δὲ τῶν κειμένων ὧδε." Δείξας, ὡς αὐτὸς εἶπε, λογικῶς διότι οὐκ εἰσὶ πάντων τῶν συλλογισμῶν αἱ αὐταὶ ἀρχαί (λογικῶς δέ, διότι ἐπὶ πάντων ἁπλῶς τῶν συλλογισμῶν καὶ ψευδῶν καὶ ἀληθῶν) νῦν βούλεται ἐπὶ μόνων τῶν ἀληθῶν γυμνάσαι τὸν λόγον, μᾶλλον δὲ τῶν ἀποδεικτικῶν. τοῦτο γάρ, φησί, [τὸ] ἐκ τῶν κειμένων συλλογισμῶν, λέγω δὴ τῶν ἀποδεικτικῶν, δείξομεν, ὅτι2 οὐχ οἷόν τε πάντων τῶν τοιούτων συλλογισμῶν τὰς αὐτὰς εἶναι ἀρχάς. δείκνυσι δὲ τοῦτο πλείοσιν ἐπιχειρήμασιν, ὅτι οὔτε τὰς προσεχεῖς ἀρχὰς τῶν ἀποδεικτικῶν συλλογισμῶν οἷόν τε τὰς αὐτὰς εἶναι οὔτε τὰς πρώτας. καὶ τέως, ὅτι οὐκ εἰσὶν αἱ αὐταὶ αἱ προσεχεῖς ἀρχαὶ πάντων, δείκνυσιν οὕτως· εἰ γὰρ συγγενεῖς μὲν τῶν συμπερασμάτων αἱ προτάσεις, ἐξ ὧν τὰ συμπεράσματα ἤτοι τὰ προβλήματα, τὰ δὲ προβλήματα οὐ τὰ αὐτὰ ἀλλήλοις ἀλλὰ πολλὰ καὶ τῷ γένει διέστηκε (διέστηκε γὰρ τὰ γεωμετρικὰ θεωρήματα τῶν ἀριθμητικῶν τῷ γένει· τὰ μὲν γὰρ τοῦ διωρισμένου εἰσὶ ποσοῦ, τὰ δὲ τοῦ συνεχοῦς. ὁμοίως ταῦτα τῶν μουσικῶν ἕτερα· τὰ μὲν γὰρ περὶ τὰς ἀπηχήσεις τῶν βαρέων καὶ ὀξέων ἔχει φθόγγων καὶ τὴν τούτων συμμετρίαν, καὶ ταῦτα μὲν τοῦ ποιοῦ, ἐκεῖνα δὲ τοῦ ποσοῦ. ὁμοίως οὐδὲν κοινὸν τοῖς εἰρημένοις πᾶσι πρὸς τὰ ἰατρικὰ προβλήματα· τὰ μὲν γὰρ ἰατρικὰ αὐτὰς τὰς οὐσίας ἐπισκοπεῖ μετὰ τῆς ὕλης, ἐκεῖνα δὲ ἢ περὶ τὸ ποσὸν ἢ περὶ τὸ ποιὸν καταγίνεται), εἰ τοίνυν τὰ προβλήματα ἕτερα, συγγενεῖς δὲ τοῖς προβλήμασιν αἱ προτάσεις, ἀνάγκη δήπου καὶ τὰς προτάσεις διαφόρους εἶναι τῷ γένει. οὕτω γοῦν διάφοροί εἰσι, φησίν, ὡς μηδὲ ἐφαρμόττειν ἀλλήλαις, τουτέστι μὴ κατηγορεῖσθαι τὴν ἑτέραν κατὰ τῆς ἑτέρας καταφατικῶς·3 τοῦτο γάρ ἐστι τὸ ἐφαρμόττειν. ἔστι γὰρ ἐν μὲν ἀριθμητικῇ ἀρχὴ ἡ μονάς, ἐν δὲ γεωμετρίᾳ τὸ σημεῖον· ταῦτα δὲ οὐκ ἐφαρμόττει ἀλλήλοις, εἴ γε τὸ μὲν θέσιν ἔχει τὸ δὲ οὐκ ἔχει. ὁμοίως ἀριθμητικῆς μὲν ἀρχαί εἰσι τὸ τῶν ἀριθμῶν τοὺς μὲν εἶναι ἀρτίους τοὺς δὲ περιττούς, ἐν δὲ γεωμετρίᾳ τὸ τὴν μὲν γραμμὴν μέγεθος εἶναι ἐφ’ ἓν διαστατόν, τὴν δὲ ἐπιφάνειαν ἐπὶ δύο· ταῦτα δὲ πῶς ἂν ἐφαρμόσοι ἀλλήλοις ἢ κατηγορηθήσεται κατ’ ἀλλήλων; τὰ αὐτὰ ἂν εἴποιμι καὶ ἐπὶ ἰατρικῆς καὶ μουσικῆς καὶ ἀστρονομίας καὶ τῶν λοιπῶν ἐπιστημῶν. οὐκ ἄρα οὐδὲ τῶν ἀληθῶν συλλογισμῶν αἱ αὐταὶ ἀρχαί.

“而从已确立的诸本原来看,则是如下这样。” 正如他自己所言,在逻辑上证明了一切推论的本原并非相同之后(说是“逻辑上”,是因为这断然适用于一切推论,不论真假),他现在希望仅仅在真推论上,或者说更确切地是在证明性推论上展开讨论。因为他说,“从已确立的推论,我是说证明性推论出发,我们将证明这一点:一切此类推论的本原不可能是相同的。”他通过数个论证证明了这一点,即证明性推论的直接本原与第一本原都不可能是相同的。暂且,他如下证明直接本原对一切推论并非相同:因为,如果结论——即诸论题——所从出的前提与结论同族,但诸论题彼此并不相同,并且许多论题甚至在属上就有区别(因为几何学定理在属上区别于算术定理;因为后者属于离散的量,前者属于连续的量。同样,这些与音乐理论定理互异;因为后者涉及低音与高音的共鸣及其比例,这些属于质,而前者属于量。同样,上述所有定理与医学论题毫无共同之处;因为医学论题考察包含质料的实体本身,而那些学科则致力于量或质),既然诸论题是互异的,而前提与诸论题同族,那么前提在属上也互异就必然无疑了。他说,至少它们互异到了甚至无法彼此契合的地步,也就是说,一者不能肯定地述说另一者;因为这就是“契合”的意思。因为在算术中本原是单位,而在几何学中则是点;而由于前者没有位置而后者具有位置,它们彼此并不契合。同样,算术的本原是数有些是偶数有些是奇数,而在几何学中则是线是一维延展的量度,面是二维的;这些怎么可能彼此契合或相互述说呢?关于医学、音乐、天文学及其余各门科学,我也能说同样的话。因此,真推论的本原也并非相同。

语法注3 条
  1. 1.516πολλοῦ γε 〈δεῖ〉 δήπου πάντων

    源自固定习语 πολλοῦ δεῖ(“远非如此”),此处补入抄本脱漏的动词 δεῖ。属格 πάντων 暗指 τῶν συλλογισμῶν(一切推论),用于强化结论:一切推论具有相同本原是断断不可能的。

  2. 1.518τοῦτο γάρ, φησί, [τὸ] ἐκ τῶν κειμένων συλλογισμῶν, λέγω δὴ τῶν ἀποδεικτικῶν, δείξομεν, ὅτι

    该句核心句法为主句 τοῦτο... δείξομεν, ὅτι...(“我们将证明这一点,即……”),其中吸纳了亚里士多德引文中的介词短语 ἐκ τῶν κειμένων 作为方式/来源状语,并用 λέγω δὴ τῶν ἀποδεικτικῶν 对其进行阐释。中性代词 τοῦτο 先行指代后面的 ὅτι 从句(先取构词)。

  3. 1.518ὡς μηδὲ ἐφαρμόττειν ἀλλήλαις, τουτέστι μὴ κατηγορεῖσθαι τὴν ἑτέραν κατὰ τῆς ἑτέρας καταφατικῶς

    由相关副词 οὕτω 引出的 ὡς + 不定词结果状语从句(“如此[互异]以至于甚至不相契合”)。τουτέστι(即)之后的短语对不定词短语进行同义释义,指出不同学科的本原在句法和逻辑上不能相互作为肯定谓项述说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:313.1-314.22