← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§311.1-312.33

感觉的缺失与推论本原的非同一性

阐明即使感觉的缺失可能导致认识的缺失,感觉与科学知识依然有别,随后通过推论在真假上的不对称性开始论证一切推论及科学的本原不可能相同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.511

" Ἔστι μέντοι ἔνια ἀναγόμενα εἰς αἰσθήσεως ἔκλειψιν ἐν τοῖς προβλήμασιν." Τοῦτο προσέθηκε τὴν δοκοῦσαν ἐναντίωσιν ἐπιλυόμενος. ἐν γὰρ τοῖς ἔμπροσθεν ἔλεγεν ὅτι, εἰ ἐκλείπει αἴσθησις, ἐκλείπει καὶ ἐπιστήμη· δόξειεν ἂν οὖν ταύτῃ ἡ αἴσθησις ἐπιστήμη εἶναι, ὅπερ νῦν † εἶχε.1 διὰ τοῦτο οὖν, ἵνα ἐπιλύσηται τοῦτο, ἀναλαμβάνει πάλιν ἐκεῖνον τὸν λόγον. δοκεῖ γάρ, φησί, τῶν προβλημάτων ἔνια, ὅσων ἡ ἐπιστήμη μὴ κατείληπται, εἰς αἰσθήσεως ἔκλειψιν ἀνάγεσθαι, τουτέστιν ἡ αἰτία τῆς ἀγνοίας αὐτῶν ἐστι τὸ ἐκλελοιπέναι τὴν δι’ αἰσθήσεως αὐτῶν ἀντίληψιν. οἷον ἀπορεῖται πῶς διὰ τῆς ὑέλου δίεισι τὸ φῶς, καὶ οἱ μέν φασι διὰ τῶν πόρων τῆς ὑέλου διιέναι τὸ φῶς, οἱ δὲ ἑτέρως· εἰ οὖν ἑωρῶντο οἱ πόροι, οὐκ ἂν ἐν ἀπορίᾳ ἦν τούτου ἡ ἐπιστήμη. ἀλλ’ εἰ καὶ αἰτία ἡ ἔκλειψις τῆς αἰσθήσεως τῆς ἐκλείψεως τῆς ἐπιστήμης, ἀλλ’ οὖν οὐ ταὐτόν ἐστιν αἴσθησις καὶ ἐπιστήμη, ὡς εἴρηται πολλάκις.

“然而在诸论题中,有些论题归咎于感觉的缺失。” 他加上这一句是在化解表面上的矛盾。因为在前文中他说过,如果感觉缺失,科学知识也就缺失;因此在此方面感觉似乎会是科学知识,而这恰恰是他刚才所批驳的。所以为了化解这一点,他又重新检视了那个说法。因为他说,在尚未把握其科学知识的论题中,某些论题似乎归咎于感觉的缺失,也就是说,对其无知的原因在于通过感觉对其把握的缺失。例如,人们疑惑光是如何穿过玻璃的,有些人说光穿过玻璃的孔隙,另一些人则作别论;那么,如果能看见孔隙,关于这一点的科学知识就不会处于困惑之中。然而,即使感觉的缺失是科学知识缺失的原因,但正如屡次说过的那样,感觉与科学知识毕竟不是同一回事。

§1.512

"Δῆλον ἂν ἦν καὶ διὰ τί καίει." Τουτέστι ‘φαίνει’. εἰ ἑωρῶντο οἱ πόροι, φησί, δήλη ἂν ἦν ἡ αἰτία τοῦ διὰ τῆς ὑέλου τὸν ἥλιον ἢ τὸ πῦρ φωτίζειν.

“它为何燃烧也本该是明显的。” 即“照亮”。他说,如果能看见孔隙,太阳或火通过玻璃照亮的原因本该是明显的。

§1.513

"Διὰ τὸ ὁρᾶν μὲν χωρὶς ἐφ’ ἑκάστης, νοῆσαι δ’ ἅμα ὅτι ἐπὶ πασῶν οὕτως." Τουτέστιν ἡ μὲν αἴσθησις μόνου τοῦ μερικοῦ ᾐσθάνετο, ὁ δὲ νοῦς τὰ χωρὶς ὑπὸ τῆς αἰσθήσεως ἑωραμένα εἰς ἓν συναγαγὼν ἐποίει τὸ καθόλου καὶ τὴν ἐπιστήμην.

“因为在每一个别事例中分别看见,同时却知解到在所有事例中皆是如此。” 也就是说,感觉仅仅感知个别事物,而理智把由感觉分别看见的事物汇聚为一,从而生成了普遍与科学知识。

§1.514

"Τὰς δ’ αὐτὰς ἀρχὰς ἁπάντων εἶναι τῶν συλλογισμῶν ἀδύνατον." Τὸ προκείμενόν ἐστι δεῖξαι, ὅτι οὐχ αἱ αὐταὶ ἀρχαὶ πασῶν τῶν ἐπιστημῶν εἰσιν. ἀρχαὶ δὲ δῆλον ὅτι τῶν συλλογισμῶν αἱ προτάσεις. τῶν δὲ προτάσεων αἱ μέν εἰσι προσεχεῖς, αἱ δὲ πρώτισται, ἐξ ὧν καὶ αἱ προσεχεῖς. δείκνυσιν οὖν ὅτι οὔτε αἱ προσεχεῖς ἀρχαὶ τῶν συλλογισμῶν οὔτε αἱ πρῶται αἱ αὐταὶ πασῶν. καὶ τέως, ὅτι αἱ προσεχεῖς οὐχ αἱ αὐταί, δείκνυσι. καὶ πρῶτον μὲν λογικῶς θεωροῦσι· λογικῶς δέ φησιν ἀντὶ τοῦ ‘κοινότερον ἐπὶ πάντων ἁπλῶς συλλογισμῶν’. ἔπειτα ἰδίᾳ καὶ ἐπὶ τῶν ἐπιστημονικῶν συλλογισμῶν δείξει ὅτι οὐχ οἷόν τε τὰς αὐτὰς προτάσεις εἶναι πασῶν τῶν ἐπιστημῶν. τί οὖν φησι νῦν; ὅτι εἰ τῶν συλλογισμῶν οἱ μέν εἰσιν ἀληθεῖς οἱ δὲ ψευδεῖς, ἀδύνατον δὲ τὸ ψευδὲς συμπέρασμα δι’ ἀληθῶν προτάσεων συναχθῆναι, ἀλλὰ δεῖ πάντως τοῦ ψευδοῦς συμπεράσματος ψευδεῖς καὶ τὰς προτάσεις εἶναι, τοῦ δὲ ἀληθοῦς συμπεράσματος ἀληθεῖς εἰσι πάντως αἱ προτάσεις, τὸ δὲ ψεῦδος τοῦ ἀληθοῦς τῇ φύσει διώρισται καὶ ἕτερα ταῦτα ἀλλήλων, οὐκ ἄρα ἐνδέχεται πάντων τῶν συλλογισμῶν τὰς αὐτὰς εἶναι ἀρχάς. τί οὖν φησιν; οὐχὶ καὶ ἐκ ψευδῶν προτάσεων ἀληθὲς ἐνδέχεται συναγαγεῖν συμπέρασμα; φημὶ γὰρ ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’· ἰδοὺ αἱ μὲν προτάσεις ψευδεῖς, τὸ δὲ συμπέρασμα ἀληθές. ἀλλὰ δὴ καὶ ἐκ ψευδῶν ψευδὲς συνάγεται συμπέρασμα. ὥστε ἐκ τῶν αὐτῶν ἀληθὲς καὶ ψευδὲς συμπέρασμα ὅσον ἐπὶ τῷ ἀληθεῖ καὶ τῷ ψευδεῖ.2 φησὶν οὖν ὅτι, εἰ καὶ ἐνδέχεται ἐκ ψευδῶν ἀληθὲς συμπέρασμα συναγαγεῖν, ἀλλὰ τοῦτο ἅπαξ γίνεται μόνον. ἐπεί τοί γε, ἂν ἑκάστην τῶν προτάσεων τῶν ψευδῶν συλλογίσασθαι βουληθῶμεν, ἀνάγκη πᾶσα ἐκ ψευδῶν προτάσεων αὐτὰς συλλογίσασθαι· ἀδύνατον γὰρ ἀληθεῖς προτάσεις ψευδὲς συμπέρασμα συναγαγεῖν. τὰ μέντοι ἀληθῆ συμπεράσματα ἐξ ἀληθῶν προτάσεων οὐχ ἅπαξ μόνον τοῦτο ὑπομένει, τὸ δι’ ἀληθῶν τὰ ἀληθῆ συνάγεσθαι, ἀλλ’ ὅσον ἂν καταπυκνώσῃς τὸν συλλογισμὸν ἀεὶ τὰς προτάσεις ἀποδεικνύς,3 τὸ αὐτὸ συμβαίνει, λέγω δὴ τῶν ἀληθῶν συμπερασμάτων ἀληθεῖς λαμβάνειν καὶ τὰς προτάσεις.

“然而一切推论的本原相同是不可能的。” 提出的主题是要证明,并不是一切科学的本原都相同。而推论的本原显然就是前提。在前提中,有些是直接的,有些是最根本的,直接的前提也是由最根本的前提而来的。因此他证明,推论的直接本原与第一本原都不是对一切相同的。暂且,他证明直接本原并非相同。首先他们从逻辑角度进行考察;他说“从逻辑角度”,是指“以更通用的方式单单针对一切推论”。随后他将在专门针对科学推论时证明,一切科学的前提不可能相同。那么他现在说了什么呢?如果有些推论是真的,有些是假的,而通过真前提不可能得出假结论,假结论的前提也全然必须是假的,真结论的前提则必定是真的,并且假与真在本质上有别,二者互不相同,那么一切推论的本原就不可能相同。那么有人会说什么呢?难道从假前提中不也能得出真结论吗?因为我说“人是石头,石头是动物,所以人是动物”;瞧,前提是假的,结论却是真的。然而从假前提中确实也得出假结论。所以在涉及真与假这一点上,从同样的[假前提]中既能得出真结论也能得出假结论。因此他说,即使可能从假前提中得出真结论,这也仅仅发生一次。因为无论如何,如果我们想要证明每一个假前提,就全然必然要从假前提中推论出它们;因为真前提不可能得出假结论。然而,真前提推得的真结论并不仅仅一次经受这一情况——即通过真前提得出真结论——而是无论你通过不断证明前提将推论加密到何种程度,同样的事情都会发生,我是说,对于真结论,所取的也必然是真前提。

§1.515

"Οἷον εἰ τὸ Α κατὰ τοῦ Γ ἀληθές, τὸ δὲ μέσον τὸ Β ψεῦδος." Τὸ μὲν Α κατηγορούμενον, τὸ δὲ Γ ὑποκείμενον, τὸ δὲ Β ὁ μέσος ὅρος ἀμφοτέροις ψευδῶς συμπλεκόμενος ὡς τὰς δύο προτάσεις ψευδεῖς γίνεσθαι. ἐὰν οὖν, φησί, μέσα ληφθῇ τῶν προτάσεων τούτων, οἷον μέσον τοῦ Α Β καὶ Β Γ ψευδῶν ὄντων, ἀνάγκη καὶ τὰς συναγούσας ταῦτα προτάσεις ψευδεῖς εἶναι· τὸ γὰρ ψεῦδος ἐκ ψευδῶν συνάγεται.

“例如,如果Α对Γ是真的,而中项Β是假的。” Α是谓项,Γ是主项,而中项Β与二者均发生虚假的联结,以致两个前提都成为假的。因此他说,如果取这些前提的中项,例如取身为假的Α Β与Β Γ的中项,那么推出这些前提的前提也必然是假的;因为假结论是从假前提中推出的。

语法注3 条
  1. 1.511ὅπερ νῦν † εἶχε

    此处于校勘本中带有剑号(crux),表明文本存疑。结合上下文,此处指的是“感觉即科学知识”这一看法,亦即亚里士多德在刚过去的章节中所批评的主张。

  2. 1.514ὥστε ἐκ τῶν αὐτῶν ἀληθὲς καὶ ψευδὲς συμπέρασμα ὅσον ἐπὶ τῷ ἀληθεῖ καὶ τῷ ψευδεῖ

    省略动词 συνάγεται 的省略结构。根据上文语境,ἐκ τῶν αὐτῶν 指“从相同的[假前提]中”,而 ὅσον ἐπὶ... 是充当“就……而言”的限定性惯用表达。

  3. 1.514ὅσον ἂν καταπυκνώσῃς τὸν συλλογισμὸν ἀεὶ τὰς προτάσεις ἀποδεικνύς

    由 ὅσον ἂν 搭配虚拟语气构成的相关从句(“无论你在何种程度上……”)。分词 ἀποδεικνύς 表手段或方式(“通过不断证明前提”),描述了通过不断插入中项使三段论链条加密的过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:311.1-312.33