- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:309.21-310.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了《后分析篇》第1卷第31章的相关段落(87b28–88a10),借助月食和三角形的例子论证了感觉仅限于个别且具有时空局限的对象,而科学知识则是普遍的且揭示原因,从而确立了感觉与科学知识之间的根本区别。
" Εἰ γὰρ καὶ ἔστιν ἡ αἴσθησις τοῦ τοιοῦδε καὶ μὴ τοῦδέ τινος, ἀλλ’ αἰσθάνεσθαί γε ἀναγκαῖον τόδε τι καὶ ποῦ καὶ νῦν." Τουτέστιν εἰ καὶ ἡ αἴσθησις τοῦ ποιοῦ ἀντιλαμβάνεται (οὐ γὰρ ὅτι λίθος ἡ αἴσθησις,1 ἀλλ’ ὅτι λευκὸν ἢ ὅτι σκληρὸν ἢ ὅτι βαρὺ ἢ τι τοιοῦτον, ὧν καὶ ἐπιστήμη ἀντιλαμβάνεται), ἀλλ’ οὖν, φησί, τοῦδέ τινος αἰσθάνεται, τουτέστι τοῦ μερικοῦ καὶ τοῦ ἐν τῷδε τῷ τόπῳ ὄντος (τοῦτο γὰρ σημαίνει τὸ ποῦ) καὶ τοῦ νῦν ὄντος, οὐχ ἁπλῶς παντός, ὅπερ ἐστὶ τῆς αἰσθήσεως ἴδιον. ἡ μέντοι ἐπιστήμη οὐ τοῦ μερικοῦ ἀντιλαμβάνεται οὐδὲ τοῦ ποῦ κειμένου οὐδὲ τοῦ νῦν ὄντος ἀλλὰ τοῦ πανταχοῦ καὶ ἀεί· τοιοῦτον γὰρ τὸ καθόλου. οὐκ ἄρα τῶν αὐτῶν αἴσθησις ἀντιλαμβάνεται καὶ ἐπιστήμη. ὥστε εἰ μὴ τῶν καθόλου ἀντιλαμβάνεται ἡ αἴσθησις, ἡ δὲ ἐπιστήμη τῶν καθόλου, οὐκ ἂν εἴη ἡ αἴσθησις ἐπιστήμη οὐδὲ τὸ αἰσθητὸν ἐπιστητόν.
“因为即便感觉是关于如此之物的而非关于某个个别之物的,但感知某个个别之物、在何处以及在此时终究是必然的。” 也就是说,即便感觉把握的是性质(因为感觉并不[把握它]是一块石头,而是[把握它]是白的、或硬的、或重的、或诸如此类的某种东西,而科学知识也把握这些东西),但他指出,感觉终究感知的是某个个别之物,即个别事物、处于此地之物(因为“在何处”指的就是这个)以及在此时存在之物,而不是单单指一切事物,而这正是感觉所特有的。然而,科学知识所把握的既不是个别事物,也不是位于某处之物,更不是在此时存在之物,而是在任何地方且始终存在之物;因为普遍就是这样的。因此,感觉与科学知识把握的并不是相同的事物。所以,如果感觉不把握普遍事物,而科学知识把握普遍事物,那么感觉就不会是科学知识,可感觉的事物也不会是可具有科学知识的事物。
"Ἀλλὰ δῆλον ὅτι καὶ εἰ ἦν αἰσθάνεσθαι τὸ τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας καὶ τὰ ἑξῆς." Τινές φασιν ὅτι, εἰ ἑωρῶμεν τὸ τρίγωνον δυσὶν ὀρθαῖς τὰς τρεῖς γωνίας ἴσας ἔχον, ἠπιστάμεθα ἂν δι’ αἰσθήσεως. φησὶν οὖν αὐτὸς ὅτι, εἰ καὶ ᾐσθανόμεθα τοῦ τοιούτου, οὐκ ἂν ἦν ἐπιστήμη τοῦτο· τοῦδε γὰρ τοῦ τριγώνου αἰσθανόμεθα, οὐ μὴν παντός· ἡ δὲ ἐπιστήμη τοῦ καθόλου ἐστὶ γνῶσις.
“但显而易见,即使能够感知到三角形具有等于两个直角的角,等等。” 有些人说,如果我们看见三角形具有等于两个直角的三只角,我们就会通过感觉拥有科学知识。因此他自己说,即使我们感知到了这样的事情,这也不会是科学知识;因为我们感知的是这一个三角形,绝不是一切三角形;而科学知识是对普遍的认识。
"Διὸ καὶ εἰ ἐπὶ τῆς σελήνης ὄντες ἑωρῶμεν ἀντιφράττουσαν τὴν γῆν, οὐκ ἂν ᾔδειμεν τὴν αἰτίαν τῆς ἐκλείψεως." Τῆς καθόλου ἐκλείψεως δηλονότι εἰ ᾐσθανόμεθα. καὶ ὅτι τοῦτό φησι, δῆλον ἐξ ὧν ἐπάγει· ᾐσθανόμεθα γὰρ ἄν, φησί, διότι νῦν ἐκλείπει, καὶ οὐ διότι ὅλως· οὐ γὰρ ἦν τοῦ καθόλου αἴσθησις. τῷ μέντοι, φησί, πολλάκις τὸ αὐτὸ γινόμενον ὁρᾶν τῷ λόγῳ τῆς αἰσθήσεως τὸ καθόλου συνήγομεν,2 καὶ οὕτως ἂν ἐπιστήμην πάλιν εἴχομεν, ὥσπερ καὶ νῦν ἑωρακότες τόδε τὸ λευκόν, ὅτι διακρίνει τὰς ὄψεις, καὶ ἄλλο καὶ ἄλλο συνηγάγομεν ὅτι καὶ πᾶν ἄρα λευκὸν τοιοῦτόν ἐστι.
“因此,即使我们在月球上看见地球在遮挡,我们也不会知道月食的原因。” 显然,这是指如果我们感知的是普遍的月食。而他表达的是这个意思,从他随后补充的话中就可以清楚看出;因为他说,我们会感知到它现在发生月食的事实,而不是它总体上发生月食的事实;因为并不存在对普遍的感觉。然而他说,通过多次看见相同的事情发生,我们凭理性从感觉中推导出了普遍,这样我们便会再次拥有科学知识,正如如今看见了这一个白色事物能够离析视觉,又看见了另一个和另一个,从而推导出了一切白色事物因此也是如此这般。
"Τὸ δὲ καθόλου τίμιον, ὅτι δηλοῖ τὸ αἴτιον." Ἐὰν γὰρ εἴπω ‘πᾶν πῦρ θερμαίνει’, οὐκ εἶπον τὸ διότι ἀλλὰ τὸ ὅτι μόνον. ἐὰν μέντοι εἴπω ‘πᾶσα ἔκλειψις σελήνης κατὰ ἀντίφραξιν τῆς γῆς γίνεται’, τὸ αἴτιον εἶπον. ἐὰν δὲ οὕτως ‘πᾶσα ἔκλειψις σελήνης στέρησίς ἐστι τοῦ ἡλιακοῦ φωτός’, τὸ ὅτι μόνον εἶπον, οὐ μὴν τὸ διότι καὶ τὴν αἰτίαν. τῆς μὲν οὖν αἰσθήσεως ἁπλῶς τὸ καθόλου τιμιώτερον, εἴ γε τὸ ὅλον τοῦ μέρους τιμιώτερον, τῆς δὲ νοήσεως πάσης ἁπλῶς καθόλου οὔσης·3 οὐ γάρ ἐστι μερικοῦ τινος καὶ καθ’ ἕκαστα νόησις, εἰ καὶ ἄλλαι ἄλλων νοήσεις καθολικώτεραι. ἐφ’ ὧν οὖν ἕτερον μέν ἐστιν αὐτὸ ἕτερον δὲ τὸ αἴτιον αὐτοῦ, ἡ μετὰ τῆς αἰτίας νόησις κρείττων τῆς ἄνευ αἰτίας. ἐφ’ ὧν δὲ οὐκ ἔστι τὸ αἴτιον ἀλλ’ αὐτὰ πρώτιστά ἐστι καὶ τῶν ἄλλων αἰτιώτατα, τούτων ἡ νόησις τιμιωτάτη· τῆς πάντων γὰρ αἰτίας ἐστὶ νόησις.
“普遍是尊贵的,因为普遍揭示原因。” 因为如果我说“所有的火都使之发热”,我并没有说明为什么,而仅仅指明了事实。然而如果我说“月球的每一次月食都是由地球的遮挡而引起的”,我就指明了原因。但如果这样说:“月球的每一次月食都是太阳光的缺失”,我就仅仅指明了事实,绝没有指明为什么和原因。因此,如果整体确实比部分更尊贵,普遍就单纯比感觉更尊贵,但相对于知解而言[并非单单更尊贵];因为一切知解单纯都是普遍的,毕竟不存在关于某个个别和逐一事物的知解,尽管某些知解比另一些知解更为普遍。因此,在那些事物自身是一回事而其原因另是一回事的事物上,伴随原因的知解优于不具原因的知解。而在那些并不存在原因、它们自身便是最根本且最作为其他事物之原因的事物上,关于它们的知解是最为尊贵的;因为这是关于万物之原因的知解。
"Εἰ μή τις τὸ αἰσθάνεσθαι τοῦτο λέγει, τὸ ἐπιστήμην ἔχειν δι’ ἀποδείξεως." Τουτέστιν εἰ μή τις καταχρώμενος τῷ ὀνόματι τοῦ αἰσθάνεσθαι ἐπὶ τοῦ ἐπίστασθαι λέγοι· ἐπεὶ ἥ γε κυρίως αἴσθησις οὐκ ἂν εἴη ἐπιστήμη.
“除非有人把这称为‘感知’,即‘通过证明拥有科学知识’。” 也就是说,除非有人转用“感知”这一名称来指称“拥有科学知识”;因为严格意义上的感觉绝不可能是科学知识。
- 1.506οὐ γὰρ ὅτι λίθος ἡ αἴσθησις
在 ἡ αἴσθησις 之后省略了谓词动词(承前省略 ἀντιλαμβάνεται)或表语名词,即“感觉并非[把握]它是一块石头”或“感觉并非是对它是石头的[感觉]”。鉴于其与后文名词性从句(ὅτι λευκόν 等)的并列关系,此处属于并列句中谓语构成的省略。
- 1.508τῷ μέντοι, φησί, πολλάκις τὸ αὐτὸ γινόμενον ὁρᾶν τῷ λόγῳ τῆς αἰσθήσεως τὸ καθόλου συνήγομεν
句首带定冠词的不定词与格短语 τῷ ... ὁρᾶν 表示手段或原因,与主句谓语动词 συνήγομεν 相连。属格 τῆς αἰσθήσεως 在此充当来源或依据(“以感觉为依据/从感觉出发”),阐明理性如何通过对个别感知经验的多次重复推导得出普遍结论。
- 1.509τῆς δὲ νοήσεως πάσης ἁπλῶς καθόλου οὔσης
此处与前文 τῆς μὲν οὖν αἰσθήσεως ἁπλῶς τὸ καθόλου τιμιώτερον 相对比,在 τῆς δὲ νοήσεως 之后省略了比较的谓词部分(如 οὐχ ἁπλῶς τιμιώτερον)。随后的 πάσης ἁπλῶς καθόλου οὔσης 为表示原因的独立属格结构(“因为一切知解单纯都是普遍的”),解释了为何普遍并非单单优于一切知解。
