← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§29.22-31.2

作为证明本原的直接命题及其不可证明性

斐洛庞诺斯解释了亚里士多德关于“直接前提”的定义(72a7),并通过证明灵魂的无受性以及证明人是实体的例子,阐明证明的本原必须是无需中项、自身具足可信性的不可证明的第一前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#1

" Ἀρχὴ δ’ ἐστὶν ἀποδείξεως πρότασις ἄμεσος, ἄμεσος δὲ ἧς μή ἐστιν ἄλλη προτέρα.1" Παντὸς μὲν γὰρ συλλογισμοῦ ἀρχή εἰσιν αἱ προτάσεις· αἴτιαι γὰρ αὗται τοῦ συμπεράσματος· ταύτῃ γὰρ καὶ συμπέρασμα λέγεται ὡς ἐπ’ ἀρχὴν τὰς προτάσεις ἀναγόμενον.2 ἀλλ’ αἱ μὲν τοῦ διαλεκτικοῦ συλλογισμοῦ προτάσεις ἔνδοξοι, αἱ δὲ τοῦ σοφιστικοῦ ψευδεῖς ὡς ἐπίπαν καὶ παρὰ τὴν ὁμωνυμίαν ὡς ἐπὶ τὸ πολὺ τὸ ψεῦδος ἔχουσαι, αἱ δὲ τῆς ἀποδείξεως ἄμεσοι. ἄμεσοι δέ εἰσι προτάσεις αἱ οἴκοθεν τὸ πιστὸν ἔχουσαι καὶ μηδενὸς μέσου ὅρου εἰς ἀπόδειξιν τοῦ ὑπάρχειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ δεόμεναι· ἄμεσος γάρ ἐστι, φησίν, ἧς μή ἐστιν ἄλλη προτέρα. πᾶσα γὰρ συλλογιστικὴ δεῖξις γίνεται μέσου τινὸς ὅρου παραλαμβανομένου καὶ δι’ ἑαυτοῦ τοὺς ἄκρους συνάγοντος· τὰς δὲ εἰς τὴν ἀπόδειξιν παραλαμβανομένας προτάσεις δεῖ πρωτίστας εἶναι καὶ μὴ δι’ ἑτέρων ἀποδεικνυμένας. διὰ τοῦτο οὖν ἀμέσους ταύτας προτάσεις ἐκάλεσε, τουτέστιν ἀναποδείκτους· οἷά ἐστι τὰ κοινὰ ἀξιώματα, ὧν πρὸς πίστιν οὐ δεόμεθα ὅρου μέσου συνάπτοντος δι’ ἑαυτοῦ τὸ μερικώτερον τῷ καθολικωτέρῳ διὰ τὸ μὴ εἶναί τι αὐτῶν ἀρχοειδέστερον. οἷον ἐὰν θελήσω δεῖξαι, εἰ τύχοι, ὅτι ἡ ψυχὴ ἀπαθὴς κατ’ οὐσίαν, κέχρημαί τινι μέσῳ ὅρῳ δι’ ἑαυτοῦ τὰ ἄκρα συνδέοντι διὰ τὸ μὴ εἶναι πρώτην καὶ ἄμεσον τὴν τοιαύτην ἀπόφανσιν, οἷον ὅτι ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον ἀπαθὲς κατ’ οὐσίαν, ἡ ψυχὴ ἄρα ἀπαθὴς κατ’ οὐσίαν. πάλιν δὲ ἐπειδὴ ἡ ληφθεῖσα πρότασις οὐκ ἔστι πρωτίστη οὐδὲ αὐτόπιστος, δέομαι πάλιν εἰς τὴν ἐκείνης κατασκευὴν ἄλλου τινὸς μέσου ὅρου τοῦ πάλιν δι’ ἑαυτοῦ τὰ ἄκρα συνδέοντος,3 καὶ τοῦτο ποιῶ, ἕως ἂν καταντήσω εἰς προτάσεις ἀμέσους καὶ ἀναποδείκτους· οἷον, εἰ τύχοι, ἀεικίνητος ἡ ψυχή, τὸ δὲ ἀεικίνητον ἀθάνατον· πάλιν ἐπειδὴ τὸ εἶναι αὐτὴν ἀεικίνητον οὐκ οἴκοθεν ἔχει τὴν πίστιν, ἑτέρου δεῖ μεταξὺ ὅρου τοῦ τοῦτο κατασκευάζοντος, οἷον ὅτι αὐτοκίνητος ἡ ψυχὴ ἤ τι τοιοῦτον. ὁμοίως ἐὰν θελήσω δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐσία ἐστί, κέχρημαι μέσῳ ὅρῳ τῷ ζῴῳ, ὅτι τὸ ζῷον οὐσία· καὶ εἰ τοῦτο μήπω ἄμεσον, πρὸς τὴν τούτου πίστιν κέχρημαι πάλιν μέσῳ ὅρῳ, ὅτι τὸ ζῷον αὐθυπόστατον, τὸ δὲ αὐθυπόστατον οὐσία, καὶ οὕτως συνάγω ὅτι ὁ ἄνθρωπος οὐσία. καὶ ἔστιν αὕτη ἡ πρότασις, λέγω δὴ ὅτι τὸ αὐθυπόστατον οὐσία, πρωτίστη καὶ ἄμεσος· κατήντησε γὰρ εἰς τὸν ὅρον τῆς οὐσίας· τοῦτο γὰρ οὐσία ἐστὶν ὃ καθ’ αὑτὸ ὑφέστηκε καὶ μὴ ἑτέρου δέεται πρὸς τὸ εἶναι.

“而直接的前提是证明的本原,直接的前提是指没有其他前提先于它的前提。” 因为一切三段论的本原都是诸前提;因为这些前提乃是结论的原因。正是因此,结论才被称为结论,乃是作为被归结到作为本原的前提上的东西。但是,辩证三段论的前提是为人接受的通念,诡辩三段论的前提大体上是虚假的,并且多半由于同名异义而包含虚假,而证明的前提则是直接的。直接的前提是指那些自身具有可信性,且为了证明述词属于主词并不需要任何中项的前提;因为他说,直接的前提就是没有其他前提先于它的前提。因为一切三段论的证明之所以成立,都是由于采纳了某种中项,并由中项自身联结两端项;而用于证明的诸前提必须是最原始的,而不是通过其他前提得到证明的。正因如此,他才把这些前提称为直接的前提,即不可证明的前提。诸如共同公理便是如此,为了相信它们,我们不需要借由中项自身把较特殊的词项与较普遍的词项联结起来,因为没有任何东西比它们更具本原性。例如,假定我想要证明灵魂就其实体而言是无受性的,由于这种陈述并非第一性的和直接的,我便使用某种自身联结两端项的中项,例如:灵魂是不死的,不死的就其实体而言是无受性的,所以灵魂就其实体而言是无受性的。但由于所采纳的前提又既非最原始的,也非自明的,所以我为了确立它,又需要某种通过自身联结两端项的其他中项,并且这样做,直到我达到直接且不可证明的前提为止;例如,假定灵魂是永动的,而永动的是不死的;又因为灵魂是永动的这一点并非自身具有可信性,所以需要另一个确立此点的中间项,比如灵魂是自动的,或者诸如此类的项。同样,如果我想要证明人是实体,我使用动物作为中项,说动物是实体;如果这还不是直接的,为了使人相信这一点,我再次使用中项,说动物是自立的存在,而自立的存在是实体,这样我就得出结论说人是实体。而这个前提,我是说“自立的存在是实体”,乃是最原始且直接的前提;因为它已经达到了实体的定义;因为所谓实体,就是依其自身而自立存在,且存在并不需要其他事物的东西。

语法注3 条
  1. 1.32ἧς μή ἐστιν ἄλλη προτέρα

    否定词 μή 的使用是因为该关系从句表示一般的定义性或特征性条件(即“凡没有其他前提先于它的那种前提”),而非指称具体的个别先行词。

  2. 1.32ταύτῃ γὰρ καὶ συμπέρασμα λέγεται ὡς ἐπ’ ἀρχὴν τὰς προτάσεις ἀναγόμενον

    ταύτῃ 是表示原因的副词性与格(“正因如此”)。分词 ἀναγόμενον(中性单数主格)与主语 συμπέρασμα 一致,并由表示理由或解说的 ὡς 引导,意为“作为被归结到作为本原的前提上的东西”,ἐπ’ ἀρχήν 则是作 ἀναγόμενον 的介词短语补足成分。

  3. 1.32τοῦ πάλιν δι’ ἑαυτοῦ τὰ ἄκρα συνδέοντος

    带冠词的属格分词短语,用以限定修饰前述的属格词组 ἄλλου τινὸς μέσου ὅρου,意为“(某种)再次通过自身将两端项联结起来的(其他中项)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:29.22-31.2