← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§308.4-309.20

具原因的普遍知识之优越性与感觉的作用

斐洛波诺斯继续注疏87b28,解释了普遍且具原因的知识何以优于单纯知解(受“在那些原因另有所在的事物中”这一条件的限制),以及公理与第一原因的认识何以至高无上。随后他讨论了“缺失感觉导致缺失知识”这一疑难,论证了感觉只是知识的必要条件,而知识本身是智性对普遍的推导,并以光穿过提灯为例阐明感觉与知识的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.505#2

διὰ τοῦτο οὖν φησι καὶ τιμιώτερον τῆς αἰσθήσεως τὸ καθόλου, ὅτι τὸ καθόλου δηλοῖ τὴν αἰτίαν τῆς αἰσθήσεως ἀγνοούσης τὴν αἰτίαν. οὐ μόνον δέ φησι τῆς αἰσθήσεως τὸ τοιοῦτον καθόλου τιμιώτερον, λέγω δὴ τὸ μετὰ αἰτίας, ἀλλὰ καὶ τῆς νοήσεως τῆς ἁπλῆς καὶ ἄνευ αἰτίας. οἷον εἴ τις ἁπλῶς νοοίη ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, μὴ γινώσκοι δὲ τὴν αἰτίαν, ταύτης τῆς νοήσεως τιμιωτέρα ἡ μετὰ τῆς αἰτίας. ἆρα οὖν καὶ πάσης ἁπλῶς τῆς ἄνευ αἰτίας νοήσεως κρείττων ἡ μετὰ αἰτίας; οὐδαμῶς. διὰ τοῦτο οὖν καλῶς προσέθηκεν ὅσων ἕτερον τὸ αἴτιον,1 τουτέστιν ὅταν ἐπὶ τῆς αὐτῆς νοήσεως ὑπάρχῃ ἕτερον τοῦ ὅτι τὸ αἴτιον· ἐπὶ τούτων γὰρ ἡ μετὰ τῆς αἰτίας κρείττων. ἐπεὶ 〈εἰ〉 μὴ ἔστι μετὰ τῆς αἰτίας ἐκεῖνα γνῶναι2 διὰ τὸ μηδὲ εἶναί τι αὐτῶν ἀρχοειδέστερον καὶ αἰτιώτερον, ἕτερός ἐστιν ὁ τῆς νοήσεως αὐτῶν λόγος. καὶ γὰρ οὐκ ἐπειδὴ ἄνευ αἰτίας ἴσμεν τὰς κοινὰς ἐννοίας, χείρων ἐστὶν ἡ περὶ αὐτῶν γνῶσις τῶν ἄλλων τῶν μετὰ τῆς αἰτίας γινωσκουσῶν· κρείττων γὰρ ἐπιστήμης ἡ τοιαύτη γνῶσις. οὕτως οὖν φαμεν καὶ ἐπὶ τῆς γνώσεως τοῦ πρώτου αἰτίου· κρείττων γὰρ ἡ περὶ αὐτοῦ γνῶσις πάσης ἐπιστήμης. Ἐπὶ τούτοις δὲ ἀπορεῖ, πῶς, εἴπερ οὐκ ἔστιν ἡ αἴσθησις ἐπιστήμη, ἐν τοῖς ἔμπροσθεν ἐλέγομεν ὅτι, εἰ αἴσθησίς τις ἐκλείπει, ἀνάγκη καὶ ἐπιστήμην τινὰ ἐκλείπειν. ταῦτα γὰρ οὐ συνέπεται ἀλλήλοις· εἰ γὰρ ἐκλειπούσης αἰσθήσεώς τινος καὶ ἐπιστήμην τινὰ ἐκλείπειν ἀνάγκη, ἔοικεν ἡ αἴσθησις ἐπιστήμη εἶναι. φησὶν οὖν ὅτι, εἰ καὶ ἐκλειπούσης αἰσθήσεώς τινος ἀνάγκη καὶ ἐπιστήμην τινὰ ἐκλείπειν, ἀλλ’ οὖν οὐ διὰ τοῦτο ἡ αἴσθησις ἐπιστήμη ἐστίν. ἄνευ μὲν γὰρ αἰσθήσεως οὐκ ἂν εἴη ἐπιστήμη, ὥσπερ καὶ ἄνευ κιθάρας καὶ ἄνευ τῆς τῶν φθόγγων τῶν ὀξέων καὶ τῶν βαρέων συμφωνίας οὐκ ἂν εἴη ἁρμονία· οὐ μὴν οἱ φθόγγοι εἰσὶν ἡ ἁρμονία ἀλλ’ ὁ τεχνικὸς λόγος ὁ ἐκ τούτων τὴν ἁρμονίαν ἐπινοῶν. οὕτως οὖν οὐδὲ ἄνευ αἰσθήσεως ἐπιστήμη γένοιτ’ ἄν·3 οὐ μὴν ἡ τῆς αἰσθήσεως γνῶσις ἐπιστήμη ἐστὶν ἀλλ’ ὁ νοῦς ὁ ἀπὸ τῶν αἰσθήσεων τὸ καθόλου συλλογιζόμενος. τῆς γὰρ αἰσθήσεώς ἐστιν ἡ τοῦδε τοῦ λευκοῦ αἴσθησις καὶ πάλιν ἄλλου ἢ καὶ πολλάκις τοῦ αὐτοῦ, καὶ οὕτως ἐκ τῶν πολλάκις ὑπὸ τῆς αἰσθήσεως ἐγνωσμένων ὁ νοῦς τὸ ἁπλῶς καθόλου λευκὸν συλλογίζεται. καὶ ἐπὶ πάντων ὡσαύτως. ὥστε εἰ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου συλλογίζεται ὁ νοῦς, εἰκότως ἐκλειπούσης τῆς ἀρχῆς [καὶ] τῆς τὰ κατὰ μέρος γινωσκούσης ἐκλείπει καὶ ὁ τοῦ καθόλου συλλογισμός· τοῦτο δέ ἐστιν ἡ ἐπιστήμη. εἶτα καὶ παραδείγματι χρῆται τοιούτῳ. ζητοῦμεν νῦν, φησί, πῶς διὰ τῶν λαμπτήρων δίεισι τὸ φῶς, λέγω δὴ τῶν ὑελίνων ἢ τῶν κερατίνων καὶ τῶν τοιούτων. καὶ οἱ μέν φασι διὰ τὸ πόρους εἶναι λεπτοὺς ἐν τῇ ὑέλῳ ἢ τῷ κέρατι ἡμῖν δὲ ἀφανεῖς τῇ λεπτότητι δίεισι δι’ αὐτῶν τὸ φῶς, καὶ οὕτω δι’ αὐτῶν φωτίζεται ὁ περὶ αὐτὰ ἀήρ. ἄλλοις δὲ οὐ δοκεῖ τοῦτο ἀληθὲς εἶναι (οὐδὲ γὰρ ἂν κατὰ συνέχειαν ἔδει τὸν ἀέρα φωτίζεσθαι δι’ αὐτῶν, ἀλλ’ ἐσκιάσθαι τοὺς τόπους τοὺς μὴ ἔχοντας πόρους), ἀλλὰ τὸ διαφανὲς σῶμα αἴτιον τοῦ διαδίδοσθαι τὴν τοῦ φωτὸς ἐνέργειαν. φησὶν οὖν ὅτι, ὥσπερ ἐπὶ τούτου, εἰ ἑωρῶμεν πόρους ἔχουσαν τὴν ὕελον καὶ δι’ αὐτῶν διιούσας τὰς ἀκτῖνας, οὐκέτι ἂν ἠπορήσαμεν πῶς δίεισιν τὸ ἐντὸς φῶς, ἀλλὰ σαφῶς ἠπιστάμεθα μὲν ὅτι καθόλου διὰ πάσης ὑέλου οὕτω δίεισι τὸ φῶς, οὐ μὴν τὸ ἰδεῖν ὅτι διὰ τῆσδε τῆς ὑέλου διῆλθε τὸ φῶς τοῦτο ἐπιστήμην εἴπομεν ἄν, ἀλλ’ ἐκ τοῦ πολλάκις τοῦτο ὁρᾶν ὁ λόγος συνήγαγεν ὅτι καὶ ἐπὶ πάσης ὑέλου τοῦτο συμβαίνει μὴ ὁρωμένης (καίτοι ἡ αἴσθησις τὸ νῦν μόνον οἶδε καὶ τὸ ὁρώμενον), νῦν δέ, ἐπεὶ τοῦτο οὐχ ὁρῶμεν οὕτως γινόμενον, οὐδ’ ἐπιστήμην τούτου ἔχομεν, οὕτως φαμὲν καὶ καθόλου ἐπὶ πάσης αἰσθήσεως ἐκλειπούσης μὲν ἐκλείπειν καὶ ἐπιστήμην, οὐ μὴν ταὐτὸν εἶναι αἴσθησιν καὶ ἐπιστήμην.

因此他说,普遍也比感觉更尊贵,因为在感觉不知道原因时,普遍揭示了原因。而且他说,这样的普遍,我指的是伴随原因的普遍,不仅比感觉更尊贵,而且比单纯且不具原因的知解更尊贵。例如,如果有人单纯知解到三角形的内角等于两个直角,却不知道原因,那么伴随原因的知解就比这种知解更尊贵。那么,伴随原因的知解是否也一概优于一切不具原因的知解呢?绝非如此。因此,他恰当地补充道“在那些原因另有所在的事物中”,也就是说,在同一个知解中,原因有别于事实之时;因为在这些事物上,伴随原因的知解更为优越。因为若不可能伴随原因去认识那些事物(由于没有任何事物比它们更具本原性且更具原因性),那么关于它们的知解的理路就是另一回事了。因为我们并非由于在没有原因的情况下认识公理,对它们的认识就劣于其他那些伴随原因去认识的知识;因为这样的认识优于科学知识。因此,我们在关于第一原因的认识上也同样这样说;因为关于它的认识优于一切科学知识。在这些之后,他提出疑难:如果感觉确实不是科学知识,我们在前文中怎么会说,如果缺失了某种感觉,就必然也缺失了某种科学知识?因为这些说法彼此是不相容的;因为如果某种感觉缺失时必然也缺失某种科学知识,感觉似乎就是科学知识了。于是他说,即使在某种感觉缺失时必然也缺失某种科学知识,感觉也决不因此就是科学知识。因为没有感觉就不会有科学知识,正如没有齐特拉琴,没有高音与低音音符的谐音,就不会有和谐一样;然而音符并不是和谐,而是从这些音符中构想出和谐的技艺理性才是和谐。因此,同样地,没有感觉也不会产生科学知识;然而感觉的认识并不是科学知识,从感觉中推导出普遍的智性才是科学知识。因为拥有这一个白色的感觉、再次拥有另一个白色的感觉,或者多次拥有同一个白色的感觉,属于感觉的职能,而智性正是从多次被感觉认识的事物中,推导出了单纯普遍的白色。在一切事物上也是同样如此。因此,如果智性从个别事物中推导出普遍,那么当认识个别事物的本原缺失时,普遍的推导也随之缺失,这是合情合理的;而这就是科学知识。接着,他也使用了如下的例子。他说,我们现在探讨光是如何透过提灯的,我指的是玻璃的、角质的以及诸如此类的提灯。有些人说,由于在玻璃或角质中存在微细的孔道,因其微细而对我们不可见,光便透过它们穿过,周围的空气就这样透过它们被照亮。但在另一些人看来这似乎不是真的(因为空气本不必透过它们连续地被照亮,没有孔道的地方本该有阴影),而是透明的物体才是光的现实活动得以传播的原因。于是他说,正如在这件事情上,如果我们看见玻璃具有孔道,并且光线透过孔道穿过,我们便不再疑惑内部的光是如何穿过的,而是清晰地知道在一切玻璃上光普遍都是这样穿过的;然而我们绝不会说,看到光穿过这块玻璃本身就是科学知识,而是由于多次看到这一点,理性推导出了这在所有未被看见的玻璃上也同样发生(尽管感觉仅仅认识当前可见的事物);而如今,既然我们没有看到这是这样发生的,我们对此也就没有科学知识,因此我们在每一种感觉上也普遍断言:当〔它〕缺失时,科学知识确实也缺失,然而感觉与科学知识并不是同一的。

语法注3 条
  1. 1.505ὅσων ἕτερον τὸ αἴτιον

    引自亚里士多德原文(88a5)。关系代词 ὅσων 包含先行词,在从句内用作依附于 τὸ αἴτιον 的属格(后文以 ἐπὶ τούτων 回指),即把论断局限于那些“事实(ὅτι)与原因(αἴτιον)相区别”的知解对象。

  2. 1.505ἐπεὶ 〈εἰ〉 μὴ ἔστι μετὰ τῆς αἰτίας ἐκεῖνα γνῶναι

    带有校勘补充 〈εἰ〉 的条件句。主句是 ἕτερός ἐστιν ὁ τῆς νοήσεως αὐτῶν λόγος,连词 ἐπεί(“既然/因为”)引导整个原因结构:对于那些不具备更高本原或原因的事物(如公理或第一本原),伴随原因的认知模式本身并不适用。

  3. 1.505ὥσπερ ἐπὶ τούτου, εἰ ἑωρῶμεν... σαφῶς ἠπιστάμεθα μὲν... οὐ μὴν τὸ ἰδεῖν... τοῦτο ἐπιστήμην εἴπομεν ἄν

    长篇的反事实条件构拟。在结句中,未带 ἄν 的未完成过去时直陈式(ἠπιστάμεθα)与带 ἄν 的不定过去时(εἴπομεν ἄν)相对照,以此对比了单纯的感性观察行为(“看见”)与由理性实现的科学知识推导之间的界限。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:308.4-309.20