- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:306.19-308.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在87b28中的论述,约翰·斐洛庞诺斯指出,尽管感觉与科学知识看似涉及相同的性质,但感觉仅把握个别事物、偶然性质以及事实本身,而科学知识则把握普遍、本质性质以及原因,从而论证了感觉绝非科学知识。
" Οὐδὲ δι’ αἰσθήσεως ἔστιν ἐπίστασθαι." Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι ἡ αἴσθησις οὐκ ἔστιν ἐπιστήμη. καὶ γὰρ δόξειεν ἄν τισι ταὐτὸν εἶναι αἴσθησις καὶ ἐπιστήμη τοῦτον τὸν τρόπον· εἰ γὰρ δὴ καὶ ἡ αἴσθησις ποιοτήτων ἐστὶν ἀντιληπτική (χρωμάτων γὰρ καὶ ψόφων καὶ τῶν τοιούτων) καὶ ἡ ἐπιστήμη δὲ περὶ τὸ ποιὸν καταγίνεται (γεωμετρία γὰρ περὶ σχήματα καὶ τὰ τούτοις συμβεβηκότα καθ’ αὑτό, καὶ ἡ μουσικὴ περὶ τὰς ἀπηχήσεις τῶν ψόφων· ἀλλὰ δὴ καὶ μέγεθος καὶ κίνησις καὶ ἀριθμὸς τῶν κοινῶν αἰσθητῶν, περὶ ἃ καὶ ἀστρονομία καὶ ἀριθμητικὴ καταγίνεται), εἰ τοίνυν περὶ τὰ αὐτὰ καὶ αἴσθησις καὶ ἐπιστήμη ἔχει, πῶς οὐκ ἂν εἶεν αἱ αὐταί; ταύτην οὖν τὴν ἀπορίαν ἐπιλυόμενος φησὶν ὅτι, εἰ καὶ περὶ τὰ αὐτὰ ἔχει καὶ αἴσθησις καὶ ἐπιστήμη, ἀλλ’ οὐχ ὡσαύτως. ἡ μὲν γὰρ αἴσθησις τῶν μερικῶν ἀντιλαμβάνεται· οὐδὲ γὰρ ἁπλῶς πᾶν λευκὸν οἶδεν ἢ πάντα κύκλον ἀλλὰ πᾶν τόδε τι, τὸ μερικὸν τὸ ἔν τινι τόπῳ ὂν καὶ νῦν ὑφεστώς· ἡ μέντοι ἐπιστήμη πᾶν ἁπλῶς λευκὸν οἶδεν, ὅπου δἂν ᾖ, καὶ οὐχὶ τὸ νῦν ὂν ἀλλὰ τὸ γενόμενον πᾶν καὶ τὸ ἀεὶ ἐσόμενον. ὥστε εἰ ἡ μὲν τὸ μερικὸν οἶδε τὸ κείμενόν που καὶ νῦν ὑπάρχον, ἡ δὲ τὸ καθόλου καὶ ἀεὶ ὄν, οὐκ ἂν εἴη ἡ αἴσθησις ἐπιστήμη, οὐδὲ τὸ αἰσθητὸν ἐπιστητὸν ἂν εἴη· οὐδὲν γὰρ τῶν μερικῶν ἐπιστητόν. ἄλλως τε, εἰ καὶ περὶ τὸ ποιὸν ἀμφότερα καταγίνονται, ἀλλ’ οὐ περὶ τὸ αὐτό, ἀλλ’ ἡ μὲν αἴσθησις περὶ τὸ κατὰ συμβεβηκὸς ὑπάρχον, ἡ δὲ ἐπιστήμη περὶ τὸ οὐσιῶδες ποιόν, ὅπερ οὐ τῇ αἰσθήσει ληπτόν ἐστι. τὸ γὰρ εἶναι τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ τὸν λόγον, ὃν ἔχουσι πρὸς ἀλλήλας ἐν ταῖς ἁρμονίαις αἱ χορδαί, καὶ τὰ ὅμοια οὐκ ἔστιν αἰσθήσεως γνῶναι ἀλλὰ λόγου, καὶ τὸ οὐσιῶδες ποιὸν διακρῖναι ἀπὸ τοῦ κατὰ συμβεβηκὸς οὐκ αἰσθήσεως [διακρῖναι] ἀλλ’ ἐπιστήμης. ὅτι δὲ τὸ ποιὸν οὐ μόνον συμβεβηκός ἐστιν ἀλλὰ καὶ οὐσιῶδες, καὶ ἐν Εἰσαγωγαῖς εἴρηται, ὅτι ‘‘αἱ διαφοραὶ καὶ τὰ εἴδη περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει’’. τὰ αὐτὰ δὲ καὶ περὶ ποσοῦ εἴποιμι ἄν. εἶτα ἐκ περιουσίας δεικνὺς ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ἐπιστήμη, φησὶν ὅτι, εἰ καὶ ἐφ’ ὧν νῦν ἐστιν ἐπιστήμη, ταῦτα δι’ αἰσθήσεως ᾐσθανόμεθα, οὐκ ἂν ἐπὶ τούτων ἐπιστήμονες ἦμεν. οἷον εἰ ἑωρῶμεν, φησίν, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, οὐκ ἂν τούτου ἀπόδειξιν εἴχομεν οὐδὲ ἐπιστήμην· οὐδὲ γὰρ ἁπλῶς ᾔδειμεν, εἰ ὅτι τόδε τὸ τρίγωνον ἑωρῶμεν·1 εἴρηται γὰρ ὅτι ἡ ἀπόδειξις τῶν καθόλου καὶ ἀεὶ ὑπαρχόντων ἐστίν. οἷον καὶ εἰ ἐπὶ τῆς σελήνης ἦμεν, φησί, καὶ ἑωρῶμεν αὐτὴν ἀντιφραττομένην ὑπὸ τῆς γῆς καὶ διὰ τοῦτο ἐκλιμπάνουσαν, οὐκέτι ἂν ἐπιστήμην καὶ ἀπόδειξιν τῆς ἐκλείψεως τῆς σελήνης εἴχομεν, ἀλλ’ ὅτι ἥδε μόνον ἡ ἔκλειψις δι’ ἀντίφραξιν τῆς γῆς γέγονεν, οὔπω μέντοι ᾔδειμεν ὅτι καὶ πᾶσα ἔκλειψις οὕτω γίνεται· οὐδὲ γὰρ ἡ αἴσθησις τοῦ καθόλου ἀντιλαμβάνεται· ἡ δὲ ἐπιστήμη τῷ τὸ καθόλου γινώσκειν ἐστίν. εἰ γὰρ καὶ πολλάκις διὰ τῆς αἰσθήσεως τὸ αὐτὸ γινόμενον ὁρῶντες ἐκ τούτου συνάγομεν τὸ καθόλου, ἀλλ’ οὐ παρὰ τοῦτο ἡ αἴσθησις ἐπιστήμη ἐστίν· οὐδὲ γὰρ αὕτη τοῦ καθόλου ἀντελάβετο, ἀλλὰ πολλάκις μὲν μερικῷ τινι τῷ αὐτῷ προσέβαλεν, ὁ μέντοι λόγος ἐκ τούτων τὸ καθόλου συνελογίσατο τῆς αἰσθήσεως ὀργάνου χρείαν ἀποτελεσάσης τῷ λόγῳ. δῆλον οὖν ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ἐπιστήμη. ἡ μὲν γάρ, ὡς εἶπον, τόδε μόνον οἶδε τὸ παρὸν καὶ ὁρώμενον καὶ τοῦτο, ὅτι ἔστι μόνον, οὐ μὴν καὶ τὴν αἰτίαν· κἂν γὰρ ἑωρῶμεν, ὅτι κατὰ ἀντίφραξιν τῆς γῆς ἐκλιμπάνει ἡ σελήνη, καὶ τοῦτο αὐτό, λέγω δὴ ὅτι αἴτιον ἡ ἀντίφραξις, ἀλλ’ οὐχ ἡ αἴσθησις ἀλλ’ ὁ λόγος ὃς τοῦτο συνελογίζετο2 τῆς αἰσθήσεως μόνον τὸ ὅτι εἰδυίας.
“通过感觉获得科学知识也是不可能的。” 提出的论题是表明感觉不是科学知识。因为在某些人看来,感觉与科学知识可能通过如下方式是相同的:如果确实感觉也是接收诸性质的(因为它是接收颜色、声音以及诸如此类之物的),而科学知识也致力于性质(因为几何学致力于图形以及自身附随于这些图形的事物,而音乐致力于声音的音调;而且大小、运动和数目属于共同感觉对象,天文学和算术也致力于它们)——因此,如果感觉和科学知识都关涉相同的事物,它们怎么会不是同一的呢?于是,他在化解这一疑难时说,即使感觉和科学知识都关涉相同的事物,但方式并不相同。因为感觉把握的是个别事物;它并非无条件地认识每一个白色物或每一个圆,而是认识每一个“这个”,即处于某个地点且当下存在的个别事物;然而科学知识无条件地认识每一个白色物,无论它在何处,且认识的不是当下存在之物,而是所有曾经生成和将永远存在之物。因此,如果前者认识的是位于某处且当下存在的个别事物,而后者认识的是普遍且常在的事物,那么感觉就不会是科学知识,可感觉之物也不会是可知之物;因为个别事物中没有任何一个是可知之物。此外,即使两者都致力于性质,但不是致力于同一种性质,感觉致力于偶然从属的性质,而科学知识致力于本质的性质,后者是不能由感觉把握的。因为三角形的三个内角等于两个直角,或者诸弦在和谐音中相互具有的比例,以及诸如此类的事物,都不是由感觉去认识,而是由理性去认识;而且把本质的性质与偶然的性质区分开来,不是感觉[要做的事],而是科学知识[要做的事]。关于性质不仅是偶然的而且是本质的,在《引论》中也曾说过,“种差与种限定了关于实体的性质”。对于数量我也可以说同样的话。接着,他进一步充分表明感觉不是科学知识,他说,即使我们通过感觉感知到了如今作为科学知识对象的事物,我们在这些事物上也不会是知者。他说,例如即使我们看见三角形的三个内角等于两个直角,我们也不会拥有对此的证明或科学知识;因为如果我们[仅仅]看到这个三角形[是如此],我们并未无条件地认识它;因为已经说过,证明是关于普遍且常在之物的。他说,又如即使我们在月球上,看见它被地球遮挡并因此发生亏蚀,我们也绝不会拥有关于月食的科学知识和证明,而仅仅知道只有这一次亏蚀是由于地球的遮挡而发生的,却尚未知道每一次亏蚀也是这样发生的;因为感觉并不把握普遍;而科学知识是通过认识普遍而成立的。因为即使通过感觉多次看到同一事物发生,我们由此归纳出普遍,感觉也绝不因此就是科学知识;因为感觉自身并未把握普遍,而仅仅是多次接触了同一个别事物,理性则从这些事物中推导出了普遍,感觉只是对理性履行了工具的职能。因此显然,感觉不是科学知识。因为如我所说,感觉仅仅认识当前可见的这一个别事物,并且仅仅认识这一个事实,却决不认识原因;因为即使我们看见月亮因地球的遮挡而亏蚀,连这件事情本身,我指的是遮挡乃是原因这一点,也是由在感觉仅知其然时推导出这一结论的理性[所认识的],而非由感觉所认识。
- 1.505οὐδὲ γὰρ ἁπλῶς ᾔδειμεν, εἰ ὅτι τόδε τὸ τρίγωνον ἑωρῶμεν
连词 εἰ 引导一个修饰主句的条件或解释性从句,支配动词 ἑωρῶμεν,而 ὅτι 从句在其内部充当 ἑωρῶμεν 的宾语从句。在 ὅτι 从句中省略了前文提及的谓词“等于两个直角”,全句意为“如果我们[仅仅]看到这个三角形[是如此的话]”。
- 1.505καὶ τοῦτο αὐτό, λέγω δὴ ὅτι αἴτιον ἡ ἀντίφραξις, ἀλλ’ οὐχ ἡ αἴσθησις ἀλλ’ ὁ λόγος ὃς τοῦτο συνελογίζετο
在与前半句条件从句 κἂν γὰρ ἑωρῶμεν... 呼应的归结句中出现了破格(构文倒错)。宾格短语 καὶ τοῦτο αὐτό 经由插入从句 λέγω δὴ ὅτι αἴτιον ἡ ἀντίφραξις(“即遮挡乃是原因这一点”)进行同位语解释后,省略了主要谓语动词(如 ἔγνω ἄν),直接衔接至主语短语:“[认识到这一点的]不是感觉,而是推导出这一结论的理性”。
