← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§305.4-306.18

通过多重中项的证明与偶然事件的不可证明性

斐洛庞努斯通过具体事例说明了如何通过同一系列及不同系列的中项对同一命题进行多种证明,并注解了亚里士多德关于偶然事物因前提的模态性质而无法进行证明或推论的论述(87b7–87b19)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.501

" Οἷον τῶν Α Β τὸ Γ καὶ Δ καὶ Ζ." Τὸ μὲν Α Β πρόβλημα λαμβάνει, τὸ δὲ Β ὑποκείμενον ὅρον, κατηγορούμενον δὲ τὸ Α, μέσους δὲ ἐκ τῆς αὐτῆς συστοιχίας τὸ Γ καὶ τὸ Δ καὶ τὸ Ζ, ἐξ ἑτέρας δὲ συστοιχίας μέσον ὅρον τὸ Η. καλεῖ δὲ τὸ μὲν Α μεταβάλλειν, τὸ δὲ Β ἥδεσθαι. δυνατὸν οὖν δεῖξαι ὅτι τὸ ἡδόμενον μεταβάλλει καὶ διὰ μέσης τῆς κινήσεως καὶ διὰ τῶν ὑπὸ τὴν κίνησιν εἰδῶν· οἷον τὸ ἡδόμενον κινεῖται, τὸ κινούμενον μεταβάλλει, τὸ ἡδόμενον ἄρα μεταβάλλει· πάλιν τὸ ἡδόμενον ἀλλοιοῦται, τὸ ἀλλοιούμενον μεταβάλλει, τὸ ἡδόμενον μεταβάλλει· καὶ ἔστι συνεχὲς μὲν τῷ ἥδεσθαι τὸ ἀλλοιοῦσθαι, τῷ δὲ ἀλλοιοῦσθαι τὸ κινεῖσθαι. οὐ μόνον δὲ διὰ τῶν συστοίχων μὲν οὐ συνεχῶν δὲ τὸ αὐτὸ ἐστι δεῖξαι, ἀλλὰ καὶ διὰ τῶν μὴ συστοίχων, οἷον τοῦ ἠρεμίζεσθαι· τὸ γὰρ ἡδόμενον ἠρεμίζεται, τὸ ἠρεμιζόμενον μεταβάλλει, τὸ ἡδόμενον ἄρα μεταβάλλει. ἠρεμίζεσθαι δὲ λέγει ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς τὸ πρὸς αὐτῇ λοιπὸν τῇ ἠρεμίᾳ εἶναι·1 ἄλλο μὲν γὰρ εἶναι τὸ ἠρεμεῖν, οἷον αὐτὸ τὸ ἐν ἀκινησίᾳ εἶναι, ἄλλο δὲ τὸ ἠρεμίζεσθαι· τοῦτο δέ ἐστι τὸ ἔσχατον τῆς κινήσεως. μέσον οὖν ἐστι τῆς κινήσεως καὶ τῆς ἠρεμίας τὸ ἠρεμίζεσθαι. δῆλον δὲ ὅτι ἡ ἡδονὴ ἐν τούτῳ μάλιστα γίνεται τῷ μέρει τῆς κινήσεως, ἐν ὅσαις τῶν κινήσεων τὸ ἥδεσθαι ὑπάρχει.

“例如,对于Α和Β[所构成的命题],有Γ、Δ和Ζ。” 他将Α和Β作为问题,将Β作为主词项,将Α作为谓词项,将Γ、Δ和Ζ作为来自同一个并列系列的诸中项,而将Η作为来自另一系列的中项。他把Α称为“变化”,把Β称为“感到快乐”。因此,证明感到快乐之物发生变化,既可以通过作为中项的运动来表明,也可以通过属于运动之下的诸种来表明;例如,感到快乐之物被运动,被运动之物发生变化,因此感到快乐之物发生变化;再如,感到快乐之物发生质变,发生质变之物发生变化,[因此]感到快乐之物发生变化;而发生质变对于感到快乐是连续的,被运动对于发生质变是连续的。而且,证明同一事物不仅可以通过同列但非连续的中项,还可以通过非同列的中项,例如“趋于静止”;因为感到快乐之物趋于静止,趋于静止之物发生变化,因此感到快乐之物发生变化。他在《物理学》第五卷中说,趋于静止就是最终邻近静止本身;因为处于静止,即处于不动本身是一回事,而趋于静止是另一回事;后者乃是运动的终点。因此,趋于静止介于运动和静止之间。显然,凡是感到快乐所属的运动,快乐尤其发生在运动的这一部分中。

§1.502

"Οὐ μὴν ὥστε μηδέτερον κατὰ μηδετέρου λέγεσθαι τῶν μέσων.2" Ὅτι ἂν ἐξ ἄλλης καὶ ἄλλης συστοιχίας εἶεν οἱ μέσοι τοῦ αὐτοῦ προβλήματος, ἀνάγκη καὶ αὐτοὺς ἐπὶ μέρους ἀλλήλοις ὑπάρχειν διὰ τὸ τρίτον ποιεῖν σχῆμα μετὰ τοῦ ὑποκειμένου, ὥσπερ εἴπομεν. οὕτω γοῦν καὶ ἐπὶ τῶν προκειμένων· τό τε γὰρ ἠρεμίζεσθαι τινὶ κινουμένῳ ὑπάρχει, καὶ τὸ κινούμενον ἠρεμίζεται.

“然而,绝非诸中项中的任一者都不可用来述说另一者。” 这意味着,如果同一问题的诸中项来自不同的系列,正如我们所说,由于它们与主词一起构成了第三格,它们自身也必然部分地相互从属。至少在当前提出的各项中也是如此;因为趋于静止属于某种被运动之物,而被运动之物也趋于静止。

§1.503

"Ἐπισκέψασθαι δὲ καὶ διὰ τῶν ἄλλων σχημάτων ὁσαχῶς ἐνδέχεται τοῦ αὐτοῦ γενέσθαι συλλογισμόν." Ἐπειδὴ αὐτὸς ὡς ἐπὶ τοῦ πρώτου σχήματος ἐποιήσατο τὸν λόγον, ἡμῖν ἐπιτρέπει ζητῆσαι καὶ ἐπὶ τῶν ἄλλων σχημάτων ποσαχῶς τοῦ αὐτοῦ γενέσθαι συλλογισμὸν ἐνδέχεται. δῆλον δὲ ὅτι καὶ ἐπὶ τῶν ἄλλων καὶ διὰ τῶν συστοίχων μέσων δεῖξαι τὸ αὐτὸ δυνατὸν καὶ διὰ τῶν μὴ συστοίχων.

“还必须考察通过其他各格,对同一事物的推论能以多少种方式产生。” 由于他本人是针对第一格进行论述的,因而他让我们去探究在其他各格中,对同一事物的推论能以多少种方式产生。显然,在其他各格中,既可以通过同列的中项,也可以通过非同列的中项来证明同一事物。

§1.504

"Τοῦ δ’ ἀπὸ τύχης οὐκ ἔστιν ἐπιστήμη δι’ ἀποδείξεως." Ὅτι τῶν ἀπὸ τύχης οὐκ ἔστιν ἀπόδειξις, τί δὲ λέγω ἀπόδειξις;3 ἀλλ’ οὐδὲ συλλογισμὸς ὅλως, συντόμως δείκνυσι. πᾶς γάρ, φησί, συλλογισμὸς ἢ ἀναγκαίας ἔχει τὰς προτάσεις ἢ τῶν ὡς ἐπὶ τὸ πολύ. καὶ εἰ μὲν ἀναγκαῖαι εἶεν αἱ προτάσεις, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· εἰ δὲ ὡς ἐπὶ τὸ πολύ, καὶ τὸ συμπέρασμα ὡσαύτως. τὸ δὲ ἀπὸ τύχης οὔτε ἀναγκαῖον οὔτε ὡς ἐπὶ τὸ πολὺ ἀλλὰ τῶν ἐπ’ ἔλαττον. ἀδύνατον ἄρα διὰ συλλογισμοῦ τὸ ἀπὸ τύχης εἰδέναι· οὐδεὶς γὰρ συλλογισμὸς ἐπ’ ἔλαττον ἀληθευούσας ἔχει τὰς προτάσεις ἀλλ’, ὡς εἶπον, ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολύ. μόνως οὖν δι’ αἰσθήσεως ἴσμεν τὸ ἀπὸ τύχης, οὐ μὴν διὰ συλλογισμοῦ.

“然而,对于出于偶然的事物,不存在通过证明的科学知识。” 对于出于偶然的事物不存在证明——我为何说证明呢?其实根本没有任何推论——这一点他简要地予以表明。因为他说,每一个推论的前提要么是必然的,要么是通常适用的。如果前提是必然的,结论也是必然的;如果前提是通常适用的,结论同样如此。而出于偶然的事物既非必然的,也非通常适用的,而是属于发生频率较低的事物。因此,不可能通过推论认识出于偶然的事物;因为没有任何推论具有其真实性频率较低的前提,而是如我所说,具有要么始终为真、要么通常为真的前提。因此,我们仅仅通过感觉认识出于偶然的事物,绝非通过推论。

语法注3 条
  1. 1.501ἠρεμίζεσθαι δὲ λέγει ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς τὸ πρὸς αὐτῇ λοιπὸν τῇ ἠρεμίᾳ εἶναι

    带冠词不定式短语 τὸ πρὸς αὐτῇ λοιπὸν τῇ ἠρεμίᾳ εἶναι 作 λέγει 的宾语,界定了 ἠρεμίζεσθαι(“趋于静止”)的定义。接下来的 ἄλλο μὲν γὰρ εἶναι τὸ ἠρεμεῖν ... ἄλλο δὲ τὸ ἠρεμίζεσθαι 同样延续了这种间接引语性质的定义性不定式结构。

  2. 1.502Οὐ μὴν ὥστε μηδέτερον κατὰ μηδετέρου λέγεσθαι τῶν μέσων

    短语 οὐ μὴν ὥστε ... 用于对前述推论作限制性说明(“然而绝非导致……”)。不定式 λέγεσθαι 下的双重否定词 μηδέτερον ... μηδετέρου 表达了对相互排斥的整体否定,意为“绝非两个中项中的任何一个都不能述说另一个”。

  3. 1.504τί δὲ λέγω ἀπόδειξις;

    这是一个插入的修辞性疑问句,起到自我修正与步步推进的强调作用(“我为何说是证明呢?实际上根本没有任何推论”),插在以 δείκνυσι 为主动词的 ὅτι 宾语从句之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:305.4-306.18