- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:303.15-305.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《后分析篇》87b1–87b5,通过追溯到不可证明的最初本原及其所属的属是否相符来讨论区分不同科学的准则,并解释了如何利用来自同一并列系列或不同系列的中项对同一结论进行多种证明。
" Τούτου δὲ σημεῖον, ὅταν εἰς τὰ ἀναπόδεικτα ἔλθῃ.1" Δῆλον, φησίν, ὅτι αὗταί εἰσιν ἕτεραι ἐπιστῆμαι ἃς εἰρήκαμεν, ὅταν εἰς τὰς ἑκάστης ἀναποδείκτους ἀρχὰς ἀνέλθῃ· δεῖ γὰρ ἐν ταῖς ἑτέραις ἐπιστήμαις μηδεμίαν ἔχειν ταύτας συγγένειαν. ἐπὶ μέντοι ὀπτικῆς, εἰ εἰς τὰς ἀναποδείκτους ἀρχὰς ἀνελθεῖν θελήσομεν, εἰς ταύτας ἂν ἐλευσοίμεθα, εἰς ἃς καὶ ἀπὸ τῶν κατὰ γεωμετρίαν θεωρημάτων ἀνιόντες καταντῶμεν. ὥστε ὅσων μὲν αἱ ἀναπόδεικτοι ἀρχαὶ αἱ αὐταί, αὗται μιᾶς εἰσιν ἐπιστήμης, ὅσων δὲ τὰ ἀναπόδεικτα μηδεμίαν ἔχει κοινωνίαν, αὗται ἕτεραι.
“而这一点的标志,是在人们追溯到不可证明之事时[显现出来的]。” 他说,当我们追溯到各门科学不可证明的本原时,显然我们所谈及的这些科学是互不相同的;因为在不同的科学中,这些本原必须没有任何亲缘关系。然而在光学中,如果我们想要追溯到不可证明的本原,我们所达到的本原,恰恰就是从几何学中的定理向上追溯时所达到的本原。因此,凡是不可证明的本原相同的科学,都属于同一门科学;而凡是不可证明之事毫无共通之处的科学,则是互不相同的。
"Δεῖ γὰρ αὐτὰ ἐν τῷ αὐτῷ γένει εἶναι τοῖς ἀποδεδειγμένοις." Ἐν ᾧ γὰρ γένει εἰσὶ τρίγωνα καὶ παραλληλόγραμμα καὶ κύκλοι2 καὶ τὰ ὅμοια (εἰσὶ δὲ ἐν εἴδει τοῦ ποσοῦ, τῷ συνεχεῖ), ἐν τούτῳ εἰσὶ καὶ τὰ στοιχεῖα τὰ ἀναπόδεικτα, ἐξ ὧν τὰ κατὰ γεωμετρίαν ἀποδείκνυται. εἰ δὲ ἐν τῷ αὐτῷ γένει καὶ αἱ ἀρχαὶ καὶ τὰ ἐκ τούτων, δῆλον ἄρα ὡς ὅσων ἐπιστημῶν μὴ αἱ αὐταί εἰσιν αἱ πρῶται ἀρχαί, ἕτεραί εἰσιν αὗται, εἴ γε αὕτη ἐστὶ μία ἐπιστήμη ἡ περὶ ἕν τι γένος καταγινομένη. διὰ τοῦτο γεωμετρία ἑτέρα ἀριθμητικῆς, ὅτι αἱ ἀρχαὶ ἕτεραι· τῆς μὲν γὰρ σημεῖα καὶ γραμμαὶ καὶ ἐπίπεδα καὶ τὰ ὅμοια, τῆς δὲ μονάδες καὶ ἄρτια καὶ περιττὰ καὶ τὰ ὅμοια· ἔστι γὰρ τὰ μὲν ἐν τῷ συνεχεῖ, τὰ δὲ ἐν τῷ διωρισμένῳ.
“因为它们[本原]自身必须与被证明的事物处于同一个属中。” 因为三角形、平行四边形、圆及类似事物属于哪一个属(它们属于数量的一个种,即连续体),几何学中赖以进行证明的不可证明的基础要素也同样属于这个属。而如果本原与由本原生成的事物都属于同一个属,那么显然,只要从事于某一单一属的科学是单一的科学,最初本原不同的诸科学便是互不相同的科学。因此,几何学不同于算术,乃是因为本原不同;几何学的本原是点、线、面及类似事物,而算术的本原是单位、偶数、奇数及类似事物;因为前者处于连续体之中,而后者处于离散体之中。
"Σημεῖον δὲ καὶ τούτου, ὅταν τὰ δεικνύμενα δι’ αὐτῶν ἐν ταὐτῷ γένει ὦσι καὶ συγγενῆ." Τοῦ μὲν ἑτέρας εἶναι ἐπιστήμας σημεῖον εἶπεν εἶναι τὸ τὰς ἀναποδείκτους ἀρχὰς ἑτέρας εἶναι. τοῦ δὲ πάλιν ἑτέρας εἶναι τὰς ἀναποδείκτους ἀρχὰς σημεῖόν φησιν εἶναι τὸ τὰ δι’ αὐτῶν ἀποδεικνύμενα μὴ εἶναι ἐν τῷ αὐτῷ γένει. οἷον τὰ ἀριθμητικὰ καὶ τὰ γεωμετρικὰ τὰ μὲν ἐν τῷ συνεχεῖ, τὰ δὲ ἐν τῷ διωρισμένῳ· διὸ καὶ 〈αἱ〉 ἀρχαὶ ἕτεραι. καὶ τοῦτο εἰκότως· ἡ γὰρ ἀρχὴ τινῶν ἐστιν ἀρχή, καὶ τῶν πρός τι ταῦτα· εἴτε οὖν τὰ ἀπὸ τῆς ἀρχῆς διάφορα εἶεν, ἀνάγκη καὶ τὰς ἀρχὰς εἶναι διαφόρους, εἴτε διάφοροι εἶεν αἱ ἀρχαί, ἀνάγκη καὶ τὰ ἀπ’ αὐτῶν διάφορα εἶναι.
“而对于这一点也一样,标志是在通过它们而被证明的事物处于同一个属中且具有同族关系之时[显现出来]。” 他曾说,诸科学互不相同的标志在于不可证明的本原互不相同。而他又说,不可证明的本原互不相同的标志,在于通过它们被证明的事物不属于同一个属。例如在算术和几何学的事物中,前者处于离散体之中,后者处于连续体之中;因此本原也是不同的。这亦是合乎情理的;因为本原乃是某些特定事物的本原,而这些是相关项;因此,如果源自本原的事物是相异的,本原也必然是相异的;如果本原是相异的,源自它们的事物也必然是相异的。
"Πλείους δὲ ἀποδείξεις εἶναι τοῦ αὐτοῦ ἐγχωρεῖ οὐ μόνον ἐκ τῆς αὐτῆς συστοιχίας λαμβάνοντι μὴ τὸ συνεχὲς μέσον.3" Ἐφ’ ἕτερον θεώρημα μεταβέβηκεν, εἰ ἐνδέχεται διὰ πλειόνων ἀποδείξεων τὸ αὐτὸ ἀποδεῖξαι ἢ ἑκάστου ἀποδεικτοῦ μία ἐστὶ καὶ ἡ ἀπόδειξις. καὶ σαφὲς ὡς πολλάκις τὸ αὐτὸ ἂν ἀποδειχθείη, οὐ μόνον ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου δεῖξαι, ἀλλ’ ὅτι καὶ ἐπὶ ἑκάστου τρόπου πλεονάκις. δῆλον δὲ ἐκ τῶν λημματίων· πλείοσι μὲν προτείνεται· ἕκαστος δὲ κατ’ ἄλλην καὶ ἄλλην ἐπιβολὴν τὸ αὐτὸ ἀποδείκνυσι. δυνατὸν γὰρ πλείονας μέσους τοῦ αὐτοῦ ἀποδεικτικοὺς εὑρεῖν, καὶ οὐ μόνον πλείονας μέσους, φησίν, ἐκ τῆς αὐτῆς συστοιχίας ἀλλὰ καὶ ἐξ ἄλλης καὶ ἄλλης. ἐκ τῆς αὐτῆς δὲ συστοιχίας φησὶ μέσους τοὺς ὑπαλλήλους. οἷον εἰ θελήσομεν δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐσία ἐστί, δυνατὸν δεῖξαι καὶ διὰ μέσου τοῦ σώματος καὶ διὰ μέσου τοῦ ζῴου καὶ διὰ μέσου τοῦ λογικοῦ· ἀλλὰ ταῦτα ἐκ τῆς αὐτῆς συστοιχίας. δυνατὸν δὲ καὶ ἐξ ἑτέρας συστοιχίας δεῖξαι, εἰ λάβωμεν μέσον τὸ δίπουν ἢ τὸ ὀρθοπεριπατητικὸν ἢ τὸ διαλέγεσθαι ἢ τι τοιοῦτον· ταῦτα γὰρ οὐκ ἐκ τῆς αὐτῆς συστοιχίας τοῖς προτέροις. ἆρα οὖν, φησίν, εἰ καὶ ἐκ διαφόρων συστοιχιῶν οἱ μέσοι, ἐξ ὧν τὸ αὐτὸ ἀποδείκνυται, οὐδεμίαν ἔχουσιν οὗτοι κοινωνίαν πρὸς ἀλλήλους, ἀλλὰ ἀνάγκη τοὺς ἑτέρους τῶν ἑτέρων ἀποφάσκεσθαι, ἢ ἀνάγκη καὶ κοινωνίαν αὐτοὺς ἔχειν τινά; καὶ φησὶν ὡς ἀνάγκη καὶ κοινωνίαν αὐτοὺς ἔχειν τινά· ποιοῦσι γὰρ μετὰ τοῦ ὑποκειμένου ὅρου ἐν τῷ προβλήματι ἢ συμπεράσματι τρίτον σχῆμα, ὥστε ἀνάγκη καὶ αὐτοὺς ἐπὶ μέρους κοινωνεῖν ἀλλήλοις· οἷον εἰ γὰρ ὁ ἄνθρωπος ζῷον, ἀλλὰ μὴν καὶ ὁ ἄνθρωπος δίπους, συνάξεις τὶ ζῷον δίπουν· ὁ αὐτὸς λόγος καὶ ἐπὶ πάντων.
“而对同一事物存在多种证明是可能的,不仅对于从同一个并列系列中选取非连续中项的人而言是如此。” 他进而转向了另一个命题,即是否可能通过多种证明来证明同一事物,抑或对于每一个可证明之物只存在唯一的证明。显然,同一事物可以被多次证明,这不仅是因为可能既直接地又通过归谬法来证明同一事物,而且也是因为在每一种方式下都可以进行多次证明。这从小命题中即可明显看出:问题被向多个人提出,而每个人都根据不同的路径证明了同一事物。因为能够找到证明同一事物的多个中项,而且他说,不仅能够从同一个并列系列中找到多个中项,还能够从不同的系列中找到中项。而他所谓的来自同一个并列系列的中项,是指相互隶属的中项。例如,如果我们想要证明人是实体,既可以通过作为中项的“物体”来证明,也可以通过作为中项的“动物”来证明,还可以通过作为中项的“理性的”来证明;但这些中项来自同一个系列。而如果我们取“两足的”或“直立行走的”或“能对话的”或诸如此类的项作为中项,也能够从另一个系列来进行证明;因为这些项与前述各项并不来自同一个系列。他说:“那么,如果据以证明同一事物的诸中项来自不同的系列,它们彼此之间是毫无共通之处,而是必然一方被否定于另一方,还是它们也必然具有某种共通之处呢?”他说,它们必然也具有某种共通之处;因为它们在问题或结论中与主词项一同构成了第三格,以至于它们自身也必然部分地彼此相涉;例如,如果人是动物,而人又是两足的,你就会得出结论:某种动物是两足的;同样的道理也适用于所有情况。
- 1.497ὅταν εἰς τὰ ἀναπόδεικτα ἔλθῃ
ἔλθῃ的主语在原文中并未明确指出,可作无人称理解,即“当人们追溯到[不可证明之事]时”。后文斐洛庞奴斯将其改换为第三人称单数ἀνέλθῃ,并进而使用第一人称复数(ἀνελθεῖν θελήσομεν, ἐλευσοίμεθα),将其解释为研究者向上追溯至本原的认识动作,这与此理解一致。
- 1.498ἐν ᾧ γὰρ γένει εἰσὶ τρίγωνα καὶ παραλληλόγραμμα καὶ κύκλοι
这是一个倒装的关系从句先行动结构:关系从句ἐν ᾧ γὰρ γένει...前置,并与主句的指示代词短语ἐν τούτῳ[γένει] εἰσὶ καὶ τὰ στοιχεῖα τὰ ἀναπόδεικτα相呼应。括号中插入的语句(εἰσὶ δὲ ἐν εἴδει τοῦ ποσοῦ, τῷ συνεχεῖ)起到了补充说明的作用。
- 1.500λαμβάνοντι μὴ τὸ συνεχὲς μέσον
与格分词λαμβάνοντι是由无人称动词ἐγχωρεῖ(对……而言是可能的)所要求的与格,充当动作的逻辑主体。短语μὴ τὸ συνεχὲς μέσον意为“非连续的中项”(即跳过概念阶梯中直接中项的中项),斐洛庞奴斯随后将其解释为在相互隶属的项(ὑπάλληλοι)之间跳跃选取。
