- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:302.1-303.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《后分析篇》87a38–39中关于科学的单一性与相异性的判定标准,菲洛波庞从主属的单一性与本原的共同性角度解析了语句结构,讨论了“这些事物”的指称,并阐明了从属科学何以也算作同一门科学。
" Μία δὲ ἐπιστήμη ἐστὶν ἡ ἑνὸς γένους, ὅσα ἐκ τῶν πρώτων σύγκειται καὶ μέρη ἐστὶν ἢ πάθη τούτων1 καθ’ αὑτά.2" Ἐπὶ ἕτερον θεώρημα μεταβέβηκε, τίς ποτέ ἐστι μία ἐπιστήμη. δόξειε γὰρ ἄν τισιν εἴδει μὴ οὖσα μία μία εἶναι τῷ γένει, οἷον ἀριθμητικὴ καὶ ἁρμονική· γεωμετρία δὲ καὶ στερεομετρία μὴ οὔσης διαφορᾶς δόξαιεν ἂν ἴσως διάφοροι εἶναι· ὁμοίως ὀπτικὴ καὶ γεωμετρία. διὰ τοῦτο οὖν παραδίδωσιν ἡμῖν κανόνας, οἷστισι χρὴ κρίνειν, τίς τέ ἐστι μία ἐπιστήμη καὶ τίς οὐ μία. φησὶν οὖν ὅτι μία ἐστὶν ἐπιστήμη ἡ περὶ ἓν γένος καταγινομένη καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τούτῳ ἐπισκοποῦσα. περὶ ἓν δὲ γένος, φησί, καταγίνονται αἱ ταῖς αὐταῖς ἀρχαῖς χρώμεναι· εἴτε γὰρ ἓν εἴη τὸ γένος, καὶ αἱ ἀρχαὶ αἱ αὐταί, εἴτε αἱ ἀρχαὶ αἱ αὐταὶ εἶεν, καὶ τὸ γένος ἀνάγκη τὸ αὐτὸ εἶναι. οἷον γεωμετρία καὶ στερεομετρία καὶ ὀπτικὴ μία ἐπιστήμη· κοιναὶ γὰρ αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα ἐξ ὧν αἱ ἀποδείξεις αὐτῶν· καὶ τὸ γένος δὲ πασῶν ἕν, λέγω δὴ τὸ συνεχὲς ἢ τὸ μέγεθος, καὶ τὰ τούτου εἴδη. αὗται μὲν οὖν αἱ αὐταὶ ἐπιστῆμαι. συγκείσθαι δέ φησι τὰ θεωρήματα τὰ ἐπιστημονικὰ ἐκ τῶν οἰκείων ἀρχῶν, διότι τῇ συνθέσει τῶν ἀρχῶν τὰ θεωρήματα γίνονται. οἷον στοιχεῖά ἔστι τοῦ γεωμέτρου γραμμαί, σημεῖα, ἐπίπεδα, γωνίαι, κύκλοι καὶ τὰ τοιαῦτα· ταῦτα οὖν ἐπισυντιθέμενα ἀλλήλοις ποιοῦσι τὰ ἐν γεωμετρίᾳ ἐπιστημονικὰ θεωρήματα· σύγκεινται γὰρ ἐξ εὐθειῶν καὶ γωνιῶν τά τε τρίγωνα καὶ τὰ παραλληλόγραμμα, καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. μέρη δὲ καὶ πάθη φησὶ τούτων, τουτέστι τῶν ἀρχῶν, μέρη μὲν οἷον ἡμικύκλια τμήματα, τῶν τετραπλεύρων τὰ ὑπὸ τῆς διαμέτρου τεμνόμενα τρίγωνα, πάθη δὲ τὸ νεύειν, τὸ κεκλάσθαι, τὸ ἅπτεσθαι καὶ τὰ ὅμοια. ἔστι δὲ ὅλη τοῦ ῥητοῦ ἡ διάνοια καὶ ἡ σύνταξις τοιαύτη· ἔστι δὲ μία ἐπιστήμη ἡ περὶ ἕν τι γένος θεωρημάτων καταγινομένη· περὶ ἓν δὲ γένος ἐστὶ θεωρήματα ὅσα σύγκειται ἐκ τῶν αὐτῶν καὶ πρώτων ἀρχῶν· ἔστι δὲ τοῦ αὐτοῦ γένους καὶ ὅσα μέρη ἐστὶν ἢ πάθη τούτων. τὸ δὲ τούτων ἤτοι τῶν θεωρημάτων ἢ τῶν πρώτων ἀρχῶν. εἰ μὲν οὖν τῶν θεωρημάτων φησί, λέγοι ἄν, εἰ τύχοι, τοῦ πέμπτου θεωρήματος μέρος τὸ ὅτι τῶν ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσί, τοῦ ὅλου θεωρήματος καὶ τὰς ὑπὸ τὴν βάσιν δεικνύντος· πάθος δ’, εἰ τύχοι, τὸ τὰς ὑπὸ τὴν βάσιν μείζους εἶναι τῶν πρὸς τῇ βάσει. εἰ δὲ τῶν ἀρχῶν, ἵνα μέρη μὲν νοοῖμεν τῶν μὲν τετραπλεύρων τὰ ὑπὸ τῆς διαμέτρου περιγραφόμενα τρίγωνα ἢ τὰ τοῦ κύκλου τμήματα, πάθη δέ, ὡς εἶπον, τὸ λαμβάνειν νευούσας εὐθείας ἢ γωνίας τοίας ἢ τοίας καὶ τὰ ὅμοια.
“而单一的科学是关于单一属的,即关于由最初的本原所构成、并且是这些事物的部分或其自身属性的一切事物。” 他进而转向了另一个命题,即到底何谓单一的科学。因为对某些人来说,在种上并非单一的科学似乎在属上是单一的,例如算术与和声学;而在没有差异的情况下,几何学与立体几何学或许似乎是相异的;同样,光学与几何学亦然。因此,他向我们提供了必须据以判定何为单一科学、何非单一科学的准则。因此他说,单一的科学就是从事于单一属并考察属于该属的自身属性的科学。他说,使用相同本原的科学是从事于单一属的;因为无论属是单一的,本原也是相同的,还是本原是相同的,属也必然是相同的。例如几何学、立体几何学与光学是一门科学;因为作为它们证明来源的本原与基础要素是共同的;而且它们全体的属也是单一的,我指连续体或量度,以及后者的诸种。因此,这些是相同的科学。而他说科学定理是由固有的本原构成的,乃是因为定理是通过本原的组合而生成的。例如几何学家的基础要素是线、点、面、角、圆及此类事物;这些要素相互组合,便构成了几何学中的科学定理;因为三角形与平行四边形都是由直线和角构成的,其余事物亦按同样方式构成。而他说“这些事物的部分与属性”,即本原的部分与属性,作为部分是指例如半圆的切片,或四边形中被对角线分割的三角形;作为属性是指倾斜、折射、相切及类似现象。而这段话的整个含义和句法是这样的:“单一的科学是从事于定理的某一单一属的科学;而凡是由相同的最初本原所构成的定理,都是关于某一单一属的;凡是这些事物的部分或属性的,也属于同一个属。”而“这些事物”要么是指定理,要么是指最初的本原。因此,如果他是指定理,他可能会说,例如“等腰三角形的底角彼此相等”是第五定理的一部分,而整个定理还证明了底边下方的角;例如底边下方的角大于底角,则是属性。但如果是指本原,那么我们应当把四边形中由对角线所围出的三角形或圆的切片理解为部分,而把如我所说的取倾斜直线、或取这样或那样的角以及类似情况理解为属性。
"Ἑτέρα δ’ ἐπιστήμη ἐστὶν ἑτέρας, ὅσων αἱ ἀρχαὶ μήτ’ ἐκ τῶν αὐτῶν εἰσι μήθ’ ἕτεραι ἐκ τῶν ἑτέρων.3" Εἰ γὰρ αἱ ταῖς αὐταῖς χρώμεναι ἀρχαῖς ἐπιστῆμαι αἱ αὐταί εἰσι, δῆλον ἄρα ὡς ἕτεραι ἂν εἶεν ἐπιστῆμαι ὅσαι μὴ ταῖς αὐταῖς χρῶνται ἀρχαῖς. ἀκριβῶς δὲ πάνυ προσέθηκε τὸ μήθ’ ἕτεραι ἐκ τῶν ἑτέρων. εἰ γὰρ καὶ ἀρχαῖς μὲν ταῖς αὐταῖς μὴ χρῶνται, τοῖς δὲ τῆς ἑτέρας θεωρήμασιν ἀρχαῖς ἡ ἑτέρα χρῷτο, καὶ αὗται αἱ αὐταί εἰσιν, ὡς ἐπὶ γεωμετρίας ἔχει καὶ ὀπτικῆς· ὡς γὰρ ἀρχὰς λαβοῦσα τὰ ἐν γεωμετρίᾳ δεδειγμένα ἡ ὀπτικὴ οὕτω τὰ οἰκεῖα θεωρήματα ἀποδείκνυσιν. αἱ αὐταὶ οὖν αὗται. δεῖ οὖν τὰς ἑτέρας ἐπιστήμας μήτε ταῖς αὐταῖς κεχρῆσθαι ἀρχαῖς μήτε τὴν ἑτέραν τοῖς τῆς ἑτέρας θεωρήμασιν ὡς ἀρχαῖς κεχρῆσθαι.
“而一门科学不同于另一门科学,是指它们的本原既非出于相同的事物,亦非一方出于另一方。” 因为如果使用相同本原的科学是同一门科学,那么显然,不使用相同本原的科学就会是不同的科学。而他极其精确地补充了“亦非一方出于另一方”。因为即使它们不使用相同的本原,但若一门科学将另一门科学的定理用作本原,正如几何学与光学的情况那样,它们也是同一门科学;因为光学将几何学中被证明的事物作为本原接受下来,并以此证明其固有的定理。因此,这些是同一门科学。所以,相异的诸科学既不能使用相同的本原,也不能由一门将另一门的定理用作本原。
- 1.495τούτων
关于代词 τούτων 的指称,菲洛波诺斯提出了两种句法解释:(1) 指前文紧邻的“最初的本原”(τῶν πρώτων [ἀρχῶν]);(2) 补充并指代“定理”(τῶν θεωρημάτων)。菲洛波诺斯对这两种解释分别列举了“部分”(μέρη)和“属性”(πάθη)的具体实例并作了兼容性阐释。
- 1.495ὅσα ἐκ τῶν πρώτων σύγκειται καὶ μέρη ἐστὶν ἢ πάθη τούτων καθ’ αὑτά
关系代词从句 ὅσα... 属于省略先行词(ἡ [ἐπιστήμη] ἐκείνων ὅσα...)的限定性同位语或宾语从句结构。菲洛波诺斯在后文中通过“单一的科学是从事于定理的某一单一属的科学(ἔστι δὲ μία ἐπιστήμη ἡ περὶ ἕν τι γένος θεωρημάτων καταγινομένη...)”理清了该句法,指出由 ὅσα 引导的整个从句指称所研究的定理或对象集合。
- 1.496μήθ’ ἕτεραι ἐκ τῶν ἑτέρων
这是一个承前省略主语 αἱ ἀρχαί 的句式,意为“一门科学的本原亦非从另一门科学的本原(或定理)中衍生出来的”。菲洛波诺斯将这一附加条件解释为必不可少的限定,用以说明将上位科学(几何学)中已证定理作为本原借用的从属科学(光学)不会被视作截然相异的科学。
