← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§300.13-301.28

基于前提较少与单纯性的科学精确性

注解亚里士多德《后分析篇》87a34–87a35,阐明一门科学更为精确的第三种标准(前提更少且更单纯),并以算术与几何学,以及狄奥多西球面学、奥托吕科斯运动球体论与天文学的层级关系为例进行说明。此外,他还结合毕达哥拉斯派的学说解释了为何无位置的单位(算术)相比,点(几何学)是“由于附加”(具有位置)的单位实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.493

" Καὶ ἡ ἐξ ἐλαττόνων τῆς ἐκ προσθέσεως, οἷον γεωμετρίας ἀριθμητική." Τρίτος οὗτος τρόπος καθ’ ὃν ἐπιστήμη ἐπιστήμης ἐστὶν ἀκριβεστέρα. ἡ γὰρ περὶ ἁπλούστερα, φησίν, ἔχουσα τῆς περὶ τὰ συνθετώτερα ἐχούσης ἀκριβεστέρα· ταῦτα γάρ φησιν ἐκ προσθέσεως. οἷον τὰ Θεοδοσίου σφαιρικὰ ἀκριβεστέρα ἐστὶν ἐπιστήμη τῆς τῶν Αὐτολύκου περὶ κινουμένης σφαίρας· ὁ μὲν γὰρ ἁπλῶς τὰ συμβαίνοντα τῇ σφαίρᾳ σκοπεῖ, μὴ προσλογιζόμενος εἴτε κινεῖται εἴτε μή· ὁ δὲ Αὐτόλυκος τὰ τῇ κινουμένῃ σφαίρᾳ συμβαίνοντα θεωρεῖ· ἀεὶ δὲ αἱ προσθῆκαι ἐν ταῖς ἐπιστήμαις μερικώτερα τὰ πράγματα ἐργάζονται καὶ διὰ τοῦτο ἧττον ἀκριβέστερα.1 ὁμοίως τὰ Αὐτολύκου περὶ κινουμένης σφαίρας ἀκριβέστερα ἐστιν ἀστρονομίας· ἥδε γὰρ λοιπὸν μετὰ ὕλης τὴν θεωρίαν τῆς κινουμένης σφαίρας ποιεῖται· τήνδε γὰρ τὴν κινουμένην θεωρεῖ, λέγω δὴ τὴν οὐρανίαν. διὸ δὴ καὶ τοῦ ἀκριβοῦς λείπεται· πάντα γοῦν τὰ ἐν ἀστρονομίᾳ δεικνύμενα οὐ τὴν ἐσχάτην ἀκρίβειαν ἐπαγγέλλεται ἀλλὰ τὸ ἐγγύς. οἷον λέγουσιν ἀφεστηκέναι τὸν ἥλιον τῆς σελήνης, ὅσον ἡ σελήνη τῆς γῆς ἀφέστηκε, μεῖζον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δὲ ἢ εἰκοσαπλάσιον·2 ἀγαπητὸν γὰρ ἐν τούτοις τὸ ἐγγὺς τῆς ἀκριβείας ἐλθεῖν. καὶ ἐπὶ πάντων τῶν δεικνυμένων ἐν ἀστρονομίᾳ ὁ αὐτὸς λόγος. ὥστε τὰ Θεοδοσίου σφαιρικὰ οὐχ ὡς στοιχεῖα προσλαμβάνονται ἀστρονομίας, ἀλλ’ ὡς ἀρχαὶ καὶ αἴτια τῶν ἐν ἀστρονομίᾳ ἀποδεικνυμένων· δι’ αὐτῶν γὰρ τῶν αἰτίων ἐκεῖνα ἀποδείκνυνται. καὶ ὃν λόγον ἔχει ἀριθμητικὴ πρὸς ἁρμονικὴν καὶ γεωμετρία πρὸς ὀπτικήν, τοῦτον ἔχει τὸν λόγον τὰ Θεοδοσίου σφαιρικὰ πρὸς τὰ περὶ κινουμένης σφαίρας καὶ ταῦτα πρὸς ἀστρονομίαν· ἀεὶ γὰρ αἱ ἀνωτέρω ἐπιστῆμαι αἴτιαι τῶν ὑποκάτω.

“而由较少前提构成的科学比由于附加的科学更为精确,例如算术之于几何学。” 这是科学比另一门科学更为精确的第三种方式。因为他说,关于较单纯事物的科学比关于较复合事物的科学更为精确;因为他称后者为“由于附加”。例如,狄奥多西的《球面学》比奥托吕科斯的《论运动球体》是更为精确的科学;因为前者单纯考察球体所具有的属性,而不计入它是否运动;而奥托吕科斯则考察运动球体所具有的属性;并且在诸科学中,附加总是使事物变得更为特殊,并因此而较不精确。同样,奥托吕科斯的《论运动球体》比天文学更为精确;因为后者伴随着质料对运动球体进行考察;因为天文学考察这个运动的球体,即天球。正因如此,它缺乏精确性;无论如何,在天文学中所证明的一切事物都不保证极致的精确性,而只保证近似值。例如,他们说太阳离月球的距离,大于月球离地球距离的十八倍,而小于二十倍;因为在这些事物中,接近精确便足以为人所满足。并且对于在天文学中证明的一切事物,这一道理都是相同的。因此,狄奥多西的《球面学》并非作为天文学的基础要素而被采纳,而是作为天文学中被证明之物的本原和原因而被采纳;因为正是通过这些原因本身,那些事物才得以被证明。正如算术之于和声学,几何学之于光学具有怎样的比例关系,狄奥多西的《球面学》对于关于运动球体的研究,以及后者对于天文学也具有同样的比例关系;因为在上的科学总是其在下者的原因。

§1.494

"Λέγω δὲ ἐκ προσθέσεως, οἷον μονὰς οὐσία ἄθετος, στιγμὴ δὲ οὐσία θετός· ταύτην ἐκ προσθέσεως.3" Ἐπειδὴ τῆς ἐξ ἐλαττόνων καὶ τῆς ἐκ προσθέσεως παραδείγματα εἶπεν ἀριθμητικὴν καὶ γεωμετρίαν, ἀριθμητικὴν μὲν ὡς ἁπλουστέραν, γεωμετρίαν δὲ ὡς συνθετωτέραν, πῶς ταῦτα οὕτως ἔχει, διὰ τούτων προσέθηκεν. εἰπὼν δὲ λέγω δὲ ἐκ προσθέσεως πρότερον πῶς ἡ ἀριθμητικὴ ἁπλουστέρα λέγει, εἶτα λοιπὸν πῶς καὶ ἡ γεωμετρία ἐκ προσθέσεως. φησὶν οὖν ὅτι ἡ μὲν ἀριθμητικὴ ἀρχαῖς ἁπλουστέραις χρῆται. χρῆται γὰρ ὁ ἀριθμητικὸς τῇ μονάδι ὡς ἀρχῇ· χρῆται δὲ καὶ ὁ γεωμέτρης τῷ σημείῳ καὶ αὐτῷ μονάδι τινὶ ὄντι. ἀλλ’ ὁ μὲν ἀριθμητικὸς ἁπλουστάτην λαμβάνει τὴν μονάδα· ὁ δὲ γεωμέτρης λαμβάνει μονάδα κειμένην που. ἁπλούστερον δὲ τὸ ἁπλῶς μονάδα λαβεῖν τοῦ μονάδα κειμένην λαβεῖν. τὸ δὲ εἰπεῖν μονάδα ἄθετον οὐ κατὰ πρόσθεσιν ἔχει τὸ ἄθετον, ὡς ἄν τις ὑπονοήσοι· οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ εἰπεῖν μονάδα θετὸν πρόσθεσις τὸ θετόν, οὕτως καὶ ἐπὶ τοῦ εἰπεῖν μονάδα ἄθετον πρόσθεσις τὸ ἄθετον· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ ἄθετον ἢ στέρησίς τις καὶ ἀπόφασις, οὐ μὴν θέσις τις. ἐπειδὴ δὲ εἰπὼν λέγω δὲ ἐκ προσθέσεως πρότερον τῆς ἄνευ προσθέσεως ἔθηκε παράδειγμα εἰπὼν οἷον μονὰς οὐσία ἄθετος, εἶτα ἐκ δευτέρου τῆς ἐκ προσθέσεως εἰπὼν στιγμὴ δὲ οὐσία θετός, διὰ τὸ μὴ πλανηθῆναί τινας προσέθηκε ταύτην ἐκ προσθέσεως, τουτέστι τὴν στιγμήν φημι ἐκ προσθέσεως. οὐσίαν δὲ εἶπε τὴν μονάδα κατὰ τοὺς Πυθαγορείους, περὶ ὧν πολλάκις ἡμῖν εἴρηται, ὅτι συμβολικῶς τὰ εἴδη καὶ τὰς τῶν πραγμάτων φύσεις καὶ οὐσίας διὰ τῶν ἀριθμῶν ἐσήμαινον.

“我所说的由于附加,是指例如单位是无位置的实体,而点是有位置的实体;后者是由于附加。” 既然他以算术和几何学作为由较少前提构成的科学和由于附加的科学的例子,把算术视为较单纯的,几何学视为较复合的,他便通过这些论述补充了何以如此。然而,他在说了“我所说的由于附加”之后,却首先陈述了算术如何更为单纯,然后才陈述了几何学如何是由于附加。因此他说,算术使用的是更为单纯的本原。因为算术家使用单位作为本原;几何学家也使用点,而点本身也是某种单位。但是算术家把握的是最单纯的单位;几何学家把握的则是位于某处的单位。而单纯把握单位比把握位于某处的单位更为单纯。至于说“无位置的单位”,并不像某些人可能怀疑的那样包含着出于附加的“无位置”;因为并不像在说“有位置的单位”时“有位置”是一种附加那样,在说“无位置的单位”时“无位置”也是一种附加;因为“无位置”无非是某种缺乏和否定,绝非某种肯定性的设定。但是,既然他在说了“我所说的由于附加”之后,首先提出了没有附加者的例子,说“例如单位是无位置的实体”,然后才第二步提出由于附加者的例子,说“而点是有位置的实体”,为了不让某些人误解,他便补充道“后者是由于附加”,即“我是说点是由于附加”。而他依照毕达哥拉斯派将单位称为实体,关于毕达哥拉斯派,我们已多次谈及,他们用数象征性地表示形式以及事物的本性和实体。

语法注3 条
  1. 1.493ἧττον ἀκριβέστερα

    副词 ἧττον(较少/较不)与比较级形容词 ἀκριβέστερα(更为精确的)构成的双重比较结构。此处表达修饰与削弱,意为“较不精确”或“在精确性上较为逊色”。

  2. 1.493ὅσον ἡ σελήνη τῆς γῆς ἀφέστηκε, μεῖζον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον ἔλαττον δὲ ἢ εἰκοσαπλάσιον

    此结构从属于间接引语不定式 ἀφεστηκέναι。ὅσον 从句(“正如月球离地球的距离一样多”)设定了度量基准,而 μεῖζον μὲν ἢ ὀκτωκαιδεκαπλάσιον 与 ἔλαττον δὲ ἢ εἰκοσαπλάσιον 作为表示倍数的中性宾格谓语/状语与之呼应修饰。

  3. 1.494ταύτην ἐκ προσθέσεως

    阴性宾格指示代名词 ταύτην 指代前文的阴性名词 στιγμή(点)。此处省略了述说动词 λέγω,构成宾语加状语补足语的省略句(“[我说] 后者是由于附加”),这由菲洛波诺斯随后所作的释义(τουτέστι τὴν στιγμήν φημι ἐκ προσθέσεως)得到证实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:300.13-301.28