- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:299.7-300.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德关于科学精确性与先后关系的判定标准(即兼知事实与原因的科学,以及脱离质料基底的科学更为优越),并以日月食及算术与和声学的关系为例进行了阐释。
" Ἀκριβεστέρα δὲ ἐπιστήμη ἐπιστήμης καὶ προτέρα ἥ τε τοῦ ὅτι καὶ διότι ἡ αὐτή." Καὶ διὰ τούτων πάλιν θεωρήματα πλείονα ἡμῖν παραδίδωσι χρήσιμα τῇ περὶ ἀποδείξεως θεωρίᾳ. καὶ πρότερόν γε ποία ἐπιστήμη ἀκριβεστέρα ἐστὶ ποίας. φησὶν οὖν ὅτι πολλαχῶς ἐπιστήμη ἐπιστήμης ἀκριβεστέρα εἶναι λέγεται. καὶ πρῶτον μὲν ἡ τὸ ὅτι καὶ τὸ διότι ἐπισταμένη τῆς τὸ ὅτι μόνον γινωσκούσης ἀκριβεστέρα. οἷον [ὅτι] ἡ εἰδυῖα, ὅτι διὰ τὴν ἐπιπρόσθησιν τῆς σελήνης ἐκλείπει ὁ ἥλιος, ὅταν γένηται αὐτῷ κατὰ κάθετον, καὶ ὅτι πάλιν ἡ σελήνη ἐκλείπει εἰς τὴν σκιὰν τῆς γῆς ἐμπίπτουσα, ἀκριβεστέρα ἐστὶν ἐπιστήμη τῆς εἰδυίας, ὅτι ἡ σελήνη σφαιροειδής ἐστι, διὰ τὸ τοιῶσδε φωτίζεσθαι. αἱ μὲν γὰρ πρότεραι καὶ τὸ ὅτι ἴσασι καὶ τὸ διότι· αὕτη δὲ ὅσον ἐκ τούτου 〈τὸ〉 ὅτι μόνον [σφαιροειδὴς] οἶδεν, ἀπό τινων συμπτωμάτων τεκμαιρομένη. οὐ γὰρ αἴτιον τοῦ σφαιρικοῦ σχήματος οἱ φωτισμοί, παρακολούθημα μέντοι αὐτοῦ μόνον· αἴτιον δὲ τοῦ σφαιροειδῆ εἶναι τὴν σελήνην τὸ τῆς πέμπτης εἶναι οὐσίας ἢ ἀΐδιον τυχὸν εἶναι ἤ τι τοιοῦτον ἕτερον. ὥστε μόνον τοῦ ὅτι ἐστὶν ἡ τοιαύτη ἐπιστήμη. καὶ αἱ μὲν ἐκ τῶν προτέρων τὰ ὕστερα ἴσασιν· αὕτη γάρ ἐστιν ἡ τοῦ διότι γνῶσις· ἡ δὲ ἐκ τῶν ὑστέρων τὰ πρῶτα. εἷς μὲν οὖν τρόπος ἀκριβεστέρας ἐπιστήμης οὗτος.
“而比另一门科学更为精确且在先的科学,是关于事实与原因同一的科学。” 通过这些论述,他又向我们传授了对论证理论有用的若干定理;首先是何种科学比何种科学更为精确。因此他说,一门科学之所以被说成比另一门科学更为精确,有多种方式。首先,既知晓事实又知晓原因的科学,比仅知晓事实的科学更为精确。例如,知晓太阳因月球在与其垂直时遮蔽而发生日食,以及月球又因落入地球阴影而发生月食的科学,比因月球受到如此照亮而知晓月球是球形的科学更为精确。因为前者既知晓事实又知晓原因;而后者就此而言仅知晓事实,是从某些征候推断出来的。因为受照亮并不是球形的原因,而仅仅是它的伴随属性;月球呈球形的原因在于它属于第五元素,或者也许在于它是永恒的,或诸如此类的其他原因。因此这种科学仅仅是关于事实的。而且前者是由在先者知晓在后者(因为这就是关于原因的认识),而后者则是根据在后者知晓最先者。因此,这是科学更为精确的一种方式。
"Ἀλλὰ μὴ χωρὶς τοῦ ὅτι τῆς τοῦ διότι.1" Ὑπερβατῶς ἀναγνωστέον ἀλλὰ μὴ τοῦ ὅτι χωρὶς τῆς τοῦ διότι· ὁ γὰρ τὸ ὅτι μόνον εἰδὼς χωρὶς τοῦ διότι οὐκ ἀκριβῶς οἶδε.
“但不是事实[的科学]脱离关于原因[的科学]。” 应当通过倒装(换序)来读作“但不是事实[的认识]脱离关于原因[的认识]”;因为仅知晓事实而脱离原因的人,并没有精确地知晓。
"Καὶ ἡ μὴ καθ’ ὑποκειμένου τῆς καθ’ ὑποκειμένου, οἷον ἀριθμητικὴ ἁρμονικῆς." Δεύτερος τρόπος καθ’ ὃν ἐπιστήμη ἐπιστήμης ἐστὶν ἀκριβεστέρα. καθ’ ὑποκειμένου δὲ οὐ λέγει τὸ καθόλου·2 οὕτω γὰρ συνέβαινε τοὐναντίον εἶναι· οὐ γὰρ βούλεται τῆς περὶ τῶν καθόλου ἐπιστήμης ἀκριβεστέραν εἶναι τὴν τῶν μερικῶν καὶ καθ’ ἕκαστα. νῦν δὲ μὴ καθ’ ὑποκειμένου φησίν, ὡς διὰ τῶν παραδεδειγμένων ἐδήλωσε, τὰ νοητὰ καὶ ἄυλα, καθ’ ὑποκειμένου δὲ τὰ αἰσθητὰ καὶ ὑλικά. κρείττων οὖν, φησίν, ἡ περὶ τὰ ἄυλα καὶ νοητὰ καταγινομένη τῆς περὶ τὰ ὑλικὰ καὶ αἰσθητὰ καταγινομένης· διὰ τοῦτο ἀριθμητικὴ κρείττων καὶ ἀκριβεστέρα ἁρμονικῆς· ἡ μὲν γὰρ αὐτοὺς καθ’ αὑτοὺς τοὺς λόγους τῶν ἀριθμῶν ἐπισκέπτεται, ἡ δὲ τοὺς ἐν ταῖς χορδαῖς. ὁμοίως γεωμετρία ἀκριβεστέρα ὀπτικῆς, ὅτι ἡ μὲν τὰ συμβαίνοντα αὐτοῖς καθ’ αὑτὰ τοῖς σχήμασι καὶ ταῖς γραμμαῖς ἄνευ πάσης ὕλης ἐπισκοπεῖ, ὀπτικὴ δὲ τὰ συμβαίνοντα ταῖς ὄψεσι τοίως ἢ τοίως σχηματιζομέναις.
“并且非关于基底的科学比关于基底的科学更为精确,例如算术之于和声学。” 这是科学比另一门科学更为精确的第二种方式。在说“关于基底”时,他并不是指普遍者;因为若是那样,结果就会截然相反;因为他并不认为关于个别者和具体者的科学比关于普遍者的科学更为精确。相反,正如他通过所举的例子表明的那样,现在他以“非关于基底”指称可理知的和非质料的,以“关于基底”指称可感知的和质料的。因此他说,致力于非质料和可理知之物的科学优于致力于质料和可感知之物的科学;因此算术优于且比和声学更为精确;因为算术考察数目的比率本身,而和声学考察琴弦中的比率。同样,几何学比光学更为精确,因为几何学在脱离一切质料的情况下考察图形和线本身具有的属性,而光学考察以如此这般方式成形的视线所具有的属性。
- 1.491Ἀλλὰ μὴ χωρὶς τοῦ ὅτι τῆς τοῦ διότι
此处被解释为语序倒装(hyperbaton)。亚里士多德原文中介词短语 χωρὶς τοῦ ὅτι 紧接着属格 τῆς τοῦ διότι,但正如注解者所指出,在句法结构上 χωρὶς 实际支配属格 τῆς τοῦ διότι,而 τοῦ ὅτι 则是其主词,即“事实[的认识]不与原因[的认识]脱离”(ἀλλὰ μὴ τοῦ ὅτι χωρὶς τῆς τοῦ διότι)。
- 1.492καθ’ ὑποκειμένου δὲ οὐ λέγει τὸ καθόλου
关于短语 καθ’ ὑποκειμένου 句法指涉的说明。注解者明确指出此处并非逻辑学中通常所说的“关于基底而表述”(即陈述于主词之上的普遍者),而是将 κατά 与 ὑποκείμενον 理解为“涉及质料基底”,从而区分了不涉及质料的学科与关涉质料的学科。
