- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:2.23-3.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯将论证定义为用于理论和实践哲学的工具,并列举了本著作在次序上先于《辩谬篇》的三条理由。随后,他阐明了亚里士多德从普遍到特殊的论述导入结构,即证明一切理智的教学与学习皆源自预先存在的知识。
Ὅτι μὲν οὖν τέλος τῆς λογικῆς πραγματείας ἡ ἀπόδειξις, δῆλον γέγονε. τῆς δὲ ἀποδείξεως ἐδεήθησαν οἱ φιλόσοφοι ὡς ὀργάνου πρὸς κατόρθωσιν τῶν τῆς φιλοσοφίας μερῶν, τοῦ θεωρητικοῦ φημι καὶ τοῦ πρακτικοῦ· ὥσπερ γὰρ ὁ τέκτων διακρίνει τὸ εὐθὺ ξύλον ἀπὸ τοῦ καμπύλου τῇ στάθμῃ κεχρημένος καὶ ὁ οἰκοδόμος τὸν ἴσον τοῖχον ἀπὸ τοῦ κεκλικότος τῇ καθέτῳ, οὕτω καὶ ὁ φιλόσοφος τῷ ἀποδεικτικῷ κανόνι διακρίνει κατὰ μὲν τὴν θεωρίαν τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους, κατὰ δὲ τὴν πρᾶξιν τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ. ἀπόδειξις τοίνυν ἐστὶ συλλογισμὸς ἐπιστημονικὸς ἐξ αὐτοπίστων καὶ ὁμολογουμένων λόγων λαμβανόμενος. πρότερον δὲ τῇ τάξει ἐστὶ τὸ προκείμενον βιβλίον τῶν Σοφιστικῶν ἐλέγχων. ὅτι μὲν γὰρ ἕπεσθαι τοῖς Τοπικοῖς ὤφειλεν, ἐν ἐκείνοις ἀπεδείξαμεν· τοῖς γὰρ πιθανοῖς ἐγγυμνασθέντες ῥᾷον τοῖς ἀναγκαίοις προσβαλοῦμεν. ὅτι δὲ προηγεῖται τῶν Σοφιστικῶν ἐλέγχων, δῆλον ἐντεῦθεν. ἄχρηστος γὰρ παντελῶς εἰς ἀπόδειξιν ἐκείνη ἡ πραγματεία, καὶ παρεμβάλλειν μεταξὺ ταύτην τῶν εἰς ἀπόδειξιν συντεινουσῶν πραγματειῶν ἄκαιρον. καὶ ἄλλως δὲ οὐ δεῖ πρὶν ἢ τὸ ἀληθὲς γνῶναι τοῖς ψευδέσιν ἐνδιατρίβειν, διὰ τὸ δύνασθαι τούτοις λανθάνειν ἐν ἕξει τοῦ κακοῦ γενόμενον.1 καὶ τρίτον, εἰ τὸ ψεῦδος τῇ παραθέσει τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθόν ἐστι πρότερον εἰδέναι τὴν ἀλήθειαν, εἶτα λοιπὸν ἐν ἕξει ταύτης γενόμενον ἐπὶ τὸν τοῦ ψεύδους ἔλεγχον τῇ πρὸς ταύτην παραβολῇ χωρῆσαι. ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα ὁ Ἀριστοτέλης ἑαυτῷ ἀκολουθεῖ κατὰ τὸν τρόπον τῆς διδασκαλίας καὶ ἄρχεται ἀπὸ τῶν καθολικωτέρων· πᾶσα γὰρ διδασκαλία, φησί, καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως, εἶθ’ οὕτως ἐπὶ τὰ μερικὰ ἔρχεται, τουτέστι τὸ προκείμενον. ἐπειδὴ γὰρ ἐθέλει διδάξαι ἐκ τίνων ἡ ἀπόδειξις γίνεται, αὐτὸ τοῦτο πρότερον κατασκευάσαι βούλεται, ὅτι ἔκ τινων προεγνωσμένων γίνεται ἡ ἀπόδειξις, εἶτα λοιπὸν τίνα ποτέ ἐστι ταῦτα.2 ἵνα οὖν δείξῃ ὅτι ἐκ προεγνωσμένων ἡ ἀπόδειξις, καθόλου δείκνυσιν ὅτι καὶ πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχόντων καὶ προεγνωσμένων γίνεται. εἰ δὲ τοῦτο, ἔστι δὲ καὶ ἡ ἀπόδειξις διδασκαλία τις καὶ μάθησις, καὶ ἡ ἀπόδειξις ἄρα ἐκ προϋπαρχούσης λαμβάνεται γνώσεως, τουτέστιν ἐκ κοινῶν ἐννοιῶν. ἀδύνατον γὰρ ἄλλως ἀποδεῖξαι μὴ πρότερον λαβόντας ἡμᾶς3 ἐκ κοινῶν ἐννοιῶν προτάσεις τινὰς ὁμολογουμένας· ὥσπερ γὰρ οὐ δυνατὸν ἐπὶ τῶν γεωμετρικῶν θεωρημάτων κατασκευάσαι, ὅτι αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσί, πρὸ τοῦ γνῶναι τὸ ἁπλῶς τρίγωνον ἢ τὴν ἁπλῶς γωνίαν, οὕτως ἀδύνατόν ἐστι γνῶναι ἀπόδειξιν ἄνευ προϋπαρχούσης γνώσεως.
因此,论证是逻辑学研究的目的,这一点已经显明了。而哲学家们需要论证,作为达致哲学诸部分(我指的是理论部分与实践部分)的工具;因为正如木匠使用准绳将笔直的木料与弯曲的木料区分开来,建筑工使用铅垂线将垂直的墙壁与倾斜的墙壁区分开来一样,哲学家也借由论证性标准在理论中将真与假区分开来,在实践中将善与恶区分开来。因此,论证是一种从自明且获公认的言论中取得的具有科学认识性的推论。而当前这部书在次序上先于《辩谬篇》。因为它本应紧随《论题篇》,这一点我们在那些书中已经证明过了;盖因在可信事物中受到锻炼之后,我们将更容易着手处理必然事物。但它先行于《辩谬篇》,从下述各点是显而易见的。因为那部研究对于论证完全无用,将其插在通向论证的研究之间是不合时宜的。此外,在知晓真理之前不应当在虚假事物上消磨时光,因为人们有可能借由这些虚假事物在不知不觉中陷入恶的素养状态。第三,如果虚假是通过与真理并置而被驳斥的,那么理所当然应当首先知晓真理,随后在其素养状态形成之后,借由与真理的对比而走向对虚假的驳斥。但应当知晓的是,亚里士多德在此处的教学方式上也遵循着他自己的一贯作风,即从更为普遍的事物开始;因为他说“一切教学和一切理智的学习都是从预先存在的知识中产生的”,然后才以这种方式走向个别事物,即当下的论题。因为既然他意在讲授论证由何构成,他便希望首先确立这一点本身,即论证是由某些预先被认知的事物产生的,然后再讲授这些事物究竟是什么。因此,为了表明论证产生于预先被认知的事物,他普遍地表明一切教学和一切学习也都产生于预先存在且预先被认知的事物。如果这一点成立,并且论证也是某种教学和学习,那么论证因而也是从预先存在的知识中取得的,也就是从共同概念中取得的。因为若非我们首先从共同概念中取得某些获公认的命题,绝不可能以其他方式进行论证;因为正如在几何定理中,在认识一般的三角形或一般的角之前,不可能确立两边之和大于其余一边一样,没有预先存在的知识也是不可能认识论证的。
- 1.0διὰ τὸ δύνασθαι τούτοις λανθάνειν ἐν ἕξει τοῦ κακοῦ γενόμενον
在冠词不定式短语 διὰ τὸ δύνασθαι 中,不定式小句假定了泛指的主语('某人',τινά),宾格分词 γενόμενον 与之一致。动词 λανθάνειν 与分词连用,表示'不知不觉/隐蔽地成为……',与格 τούτοις('借由这些[虚假事物]')作工具或原因状语。
- 1.0εἶτα λοιπὸν τίνα ποτέ ἐστι ταῦτα
承接前文 βούλεται(或 διδάξαι / κατασκευάσαι)的紧缩省略句。理解其主干时需补充动词含义:'然后在此之后[他意在讲授/确立]这些究竟是什么'。
- 1.0μὴ πρότερον λαβόντας ἡμᾶς
在依赖于非人称形容词 ἀδύνατον 的不定式 ἀποδεῖξαι 之后,宾格 ἡμᾶς 作为其意义上的主语,与其一致的分词 λαβόντας 构成表示否定条件的环境分词('若非我们首先取得……')。
