- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:297.23-299.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德(87a20–87a25)的文本,菲洛波庞指出假言推论中的前件与后件并不具备定言推论中前提与结论那样的整体与部分关系,并最终得出结论:由于直接证明是从在先的原因推导在后的结果,因而优于归谬证明。
" Οὐ γὰρ εἰ συμβαίνει ἀναιρεῖσθαί τι, τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν.1" Ἵνα μή τις εἴπῃ, ὅτι καὶ ἡ δι’ ἀδυνάτου ἐκ τῶν προτέρων τὰ ὕστερα συλλογίζεται, ἐν τῷ λέγειν ‘εἰ τὸ ΑΒ, καὶ τὸ ΑΓ· ἀλλὰ μὴν τὸ ΑΓ ψεῦδος· καὶ τὸ ΑΒ ἄρα ψεῦδος’ (ἔλαβε γὰρ ἐν τῇ ἀναιρέσει πρότασιν μὲν τὸ ΑΓ, συμπέρασμα δὲ τὸ ΑΒ), φησὶν οὖν ‘οὐκ εἴ τι συναναιρεῖ τι ἑαυτῷ, αὐτὸ μέν ἐστιν ἐκείνου πρότασις, ἐκεῖνο δὲ τούτου συμπέρασμα, ἀλλ’ ἡγούμενον μὲν καὶ ἑπόμενόν ἐστιν ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς, πρότασις δὲ καὶ συμπέρασμα οὐκ ἔστι’. τῶν γὰρ προτάσεων, φησίν, ἡ μέν ἐστι μείζων ἡ δὲ ἐλάττων· οὐκ ἔχουσι δὲ οὕτω πρὸς ἄλληλα ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον· οὐδέτερον γὰρ αὐτῶν οὔτε μείζονα πρότασιν οὔτ’ ἐλάττονα ἔστιν εἰπεῖν. πολλῷ οὖν πλέον [οὐδὲ] τὸ ἡγούμενον εἴη ἂν πρότασις συλλογισμοῦ. τοῦτο δὲ οὐκ ἔστι συλλογισμός, εἴ γε ἐκ μιᾶς προτάσεως συλλογισμὸς οὐ γίνεται.
“因为并非只要某物遭到否定,这个就是结论,而那些就是由之[得出结论]的前提。” 为了不让人说,通过不可能的证明也是通过说“如果ΑΒ,则ΑΓ;但是ΑΓ是假的;所以ΑΒ也是假的”,从而由在先者推导在后者(因为在否定中它把ΑΓ作为前提,把ΑΒ作为结论),因此他说:“并非如果某物连同自身否定了某物,前者就是后者的前提,而后者就是前者的结论;相反,它们在假言推论中是前件和后件,但并不是前提和结论”。因为他说,在诸前提中,一个是大前提,另一个是小前提;但在假言推论中,前件和后件彼此之间并不是这样的关系;因为它们中的任何一个都不能被称为大前提或小前提。因此,前件就更不可能是推论的前提了。而如果推论不能由单一前提构成,那么这就不是推论。
"Ἀλλὰ τὸ μὲν ἐξ οὗ συλλογισμός ἐστιν ὃ ἂν οὕτως ἔχῃ2 ὥστε ἢ ὅλον πρὸς μέρος ἢ μέρος πρὸς ὅλον ἔχειν." Τὸ ἐξ οὗ, τοῦτ’ ἔστιν αἱ προτάσεις. προτάσεις οὖν ἐν συλλογισμῷ ἐκεῖναί εἰσιν, ὧν ἡ μὲν μείζων ὅλον τί ἐστιν, ἡ δὲ ἐλάττων μόριον αὐτῆς. καὶ ὅτι μὲν ἀμφοτέρων καταφατικῶν οὐσῶν τῶν προτάσεων ἡ μὲν μείζων ὅλον τί ἐστιν, ἡ δὲ ἐλάττων μόριον ταύτης, σαφές· ἀεὶ γὰρ τὸ κατηγορούμενον ἐπὶ πλέον ἐστὶ τοῦ ὑποκειμένου καὶ περιέχει αὐτό. ἀλλὰ καὶ ἀποφατικῆς οὔσης τῆς μείζονος ὁ αὐτὸς λόγος· ἐξισάζει γὰρ τότε ὁ μέσος ὅρος πρὸς τὸν μείζονα, εἴ γε ἀντιστρέφει πρὸς ἑαυτὴν ἡ καθόλου ἀποφατική. ὥστε εἰ ὁ μέσος τοῦ ἐλάττονος ἐπὶ πλέον, ἴσος δὲ † ἐν ταύταις ἀπόφασις ὢν ὁ μείζων ὅρος τῷ μέσῳ κατὰ τὴν ἀντιστροφήν, ἐπὶ πλέον ἄρα ἡ μείζων πρότασις. ἔνιοι δὲ καθολικώτερον * * * τῆς ἐλάττονος, ἐν ᾗ καὶ ὁ μείζων μερικώτερός ἐστιν.
“相反,推论由之构成的东西是具有整体对部分或部分对整体这种关系的东西。” “由之构成的东西”,即诸前提。因此,推论中的诸前提是这样的一些命题,其中大前提是某个整体,而小前提则是它的部分。当两个前提都是肯定命题时,大前提是某个整体而小前提是它的部分,这一点是显而易见的;因为谓项的外延总是大于主项并包含主项。但即使大前提是否定命题,同样的道理依然成立;因为如果全称否定命题可以自身换位,那么此时中项就与大项外延相等。因此,如果中项外延大于小项,而大项通过换位与中项相等,那么大前提的外延就更大。但有些人[说]大前提比小前提更为普遍,而在小前提中大项也更为特殊。
"Αἱ δὲ τὸ ΑΓ καὶ ΑΒ προτάσεις οὐκ ἔχουσιν οὕτω πρὸς ἀλλήλας." Τουτέστι τὸ ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς ἡγούμενον καὶ ἑπόμενον. προτάσεις δὲ εἶπεν ἀντὶ τοῦ ‘ἀποφάσεις’. οὐκ ἔχουσιν οὖν, φησίν, οὕτως τὸ ἡγούμενον καὶ τὸ ἑπόμενον ὥστε τὸ μὲν εἶναι καθολικώτερον καὶ πρότερον, τὸ δὲ μερικώτερον καὶ ὕστερον.
“而命题ΑΓ和命题ΑΒ彼此之间并不具有这样的关系。” 也就是说,假言推论中的前件和后件。他说“诸命题”是代替“否定”。因此他说,前件和后件的关系并不表现为一个更为普遍且在先,而另一个更为特殊且在后。
"Εἰ οὖν ἡ ἐκ γνωριμωτέρων καὶ προτέρων κρείττων, εἰσὶ δ’ ἀμφότεραι μὲν ἐκ τοῦ μὴ εἶναί τι πισταί, ἀλλ’ ἡ μὲν ἐκ προτέρου ἡ δ’ ἐξ ὑστέρου,3 βελτίων ἁπλῶς ἂν εἴη τῆς εἰς τὸ ἀδύνατον ἡ στερητικὴ ἀπόδειξις." Αὐτὸ λοιπὸν συμπεραίνεται τὸ προκείμενον. καὶ φησὶν ὅτι, εἰ καὶ ἡ ἐπ’ εὐθείας καὶ ἡ δι’ ἀδυνάτου διά τινος ἀποφάσεως πιστοῦνται ὃ βούλονται πιστώσασθαι (ἥ τε γὰρ ἐπ’ εὐθείας τῷ λαβεῖν μηδενὶ τῷ Β ὑπάρχειν τὸ Α ἔδειξεν ὅτι οὐδὲ τῷ Γ ὑπάρχει τὸ Α· ὁμοίως καὶ ἡ δι’ ἀδυνάτου τῷ δεῖξαι ὅτι οὐχ ὑπάρχει τὸ Α τῷ Β), εἰ οὖν ἑκατέρα μὲν διά τινος ἀναιρέσεως τὸ πιστὸν ἔχει, ἀλλ’ ἡ μὲν ἐπ’ εὐθείας ἐκ τοῦ προτέρου τὸ ὕστερον, ἡ δὲ δι’ ἀδυνάτου ἐκ τοῦ ὑστέρου τὸ πρότερον, κρείττων ἂν εἴη δῆλον ὅτι ἡ ἐπ’ εὐθείας τῆς δι’ ἀδυνάτου. εἰ δὲ ἡ ἀποφατικὴ ἀπόδειξις ἐπ’ εὐθείας κρείττων τῆς δι’ ἀδυνάτου, τῆς δὲ ἀποφατικῆς ἡ καταφατικὴ κρείττων, πολλῷ δήπου πλέον καὶ τῆς δι’ ἀδυνάτου ἡ καταφατικὴ ἐπ’ εὐθείας κρείττων ἂν εἴη.
“因此,如果源自更已知且在先者的证明更为优越,并且二者都是由于某物的不存在而获得确信,但一个源自在先者,另一个源自在后者,那么单纯而言,否定的证明就要优于归于不可能的证明。” 所提出的论题最终得出了结论。他说,即使直接证明和通过不可能的证明都是通过某种否定来确立它们所要确立的论点(因为直接证明通过选取Α不属于任何Β而表明Α也不属于Γ;同样,通过不可能的证明通过表明Α不属于Β[也是如此]),因此,如果二者都是通过某种否定而获得可信性,但直接证明是由在先者[推导]在后者,而通过不可能的证明是由在后者推导在先者,那么显而易见直接证明优于通过不可能的证明。如果否定的直接证明优于通过不可能的证明,而肯定证明又优于否定证明,那么肯定的直接证明当然就远远优于通过不可能的证明。
- 1.486Οὐ γὰρ εἰ συμβαίνει ἀναιρεῖσθαί τι, τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν.
句首的否定词 οὐ 并非否定条件从句内的动词 συμβαίνει,而是管辖整个主句(后承)谓语(τοῦτο συμπέρασμά ἐστιν, ἐκεῖνα δὲ ἐξ ὧν),构成“并非只要……,这就成为结论而那些就成为前提”的句式。后面的 ἐκεῖνα δὲ ἐξ ὧν 省略了 ἐστιν 以及关系词的补足部分。
- 1.487Ἀλλὰ τὸ μὲν ἐξ οὗ συλλογισμός ἐστιν ὃ ἂν οὕτως ἔχῃ
由冠词 τό 将介词短语 ἐξ οὗ 名词化构成的 τὸ ἐξ οὗ 作为句子的主语,指代“前提”;συλλογισμός 并非主句主语,而是从属关系结构内的成分(“推论由之构成的来源”)。不定关系分句 ὃ ἂν οὕτως ἔχῃ 充当表语。
- 1.489ἀλλ’ ἡ μὲν ἐκ προτέρου ἡ δ’ ἐξ ὑστέρου
在对比项 ἡ μὲν [ἐκ προτέρου] 与 ἡ δ’ [ἐξ ὑστέρου] 中,动词(或分词)συλλογίζεται / ποιεῖται τὴν δεῖξιν 及其宾语(分别为 τὸ ὕστερον 与 τὸ πρότερον)被省略。注释者在下文的释义中明确补全了这一省略结构。
