- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:296.1-297.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《后分析篇》87a5–17,阐明直接证明与通过不可能的证明共享相同的诸项,但因何者更为已知而相区别;并指出由于前提在自然本性上先于结论,因而直接证明更为优越。
" Οὕτω μὲν οὖν ληφθέντων δεικτικὴ ἡ στερητικὴ ἂν εἴη ἀπόδειξις." Δεικτική, τουτέστιν ἐπ’ εὐθείας ἡ ἀποφατικὴ ἀπόδειξις γίνεται " Εἰ δέοι δεῖξαι ὅτι τὸ Α τῷ Β οὐχ ὑπάρχει." Σκόπει ὅτι οὐ τὸ συμπέρασμα τοῦ ἐπ’ εὐθείας συλλογισμοῦ προτίθεται καὶ δι’ ἀδυνάτου δεῖξαι ἀλλὰ τὴν μείζονα πρότασιν τοῦ συλλογισμοῦ ἀποφατικὴν οὖσαν, ὅπερ ἤδη εἴπομεν.
“那么,在[诸前提]如此被选取的情况下,否定的证明就将是直接的。” “直接的”,即否定的证明是直接进行的。 “如果需要证明Α不属于Β。” 请注意,他并不是打算把直接推论的结论也通过不可能来证明,而是打算证明该推论的否定性大前提,正如我们已经说过的。
"Ληπτέον ὑπάρχειν." Σημείωσαι πάλιν ὅτι οὐκ εἶπε παντὶ ἢ τινὶ ἀλλ’ ἁπλῶς ὑπάρχειν· ἴσμεν δὲ ὅτι τὰς ἁπλῶς ὑπαρχούσας προτάσεις ἰσοδυναμεῖν ταῖς μερικαῖς φησιν ὁ Ἀριστοτέλης. εἶτα ἐπισυνάπτει ταύτῃ τὴν ΒΓ πρότασιν καθόλου καταφατικὴν οὖσαν. καὶ δοκεῖ μὲν ὡς ἐλάττονα λαμβάνειν τὴν ΒΓ, ὡς εἶπον δὲ ἤδη, 〈δεῖ〉 ταύτην μὴ ὡς ἔχει θέσεως1 ἀκούειν ἀλλ’ ὑπερβιβάζειν καὶ ἀνωτέρω τιθέναι.
“必须选取属于。” 请再次注意,他并没有说“属于所有”或“属于某些”,而是单纯说“属于”;而我们知道,亚里士多德说过单纯“属于”的命题等同于特称命题。随后,他将全称肯定的命题ΒΓ附加于此。虽然他看似将ΒΓ当作小前提,但正如我已经说过的,[必须]不要按照它原本位置的状况来理解,而应当将其调换位置并放到更上面。
"Τοῦτο δ’ ἔστω γνώριμον καὶ ὁμολογούμενον ὅτι ἀδύνατον." Οὐχ ὑπόθεσιν ἁπλῶς λαμβάνει ἀναπόδεικτον ἀλλ’ ὑπ’ αὐτῆς τῆς ἐναργείας τὸ πιστὸν ἔχουσαν. εἰ γὰρ ἐπὶ ὅρων τις, ὥσπερ ἡμεῖς ἐποιήσαμεν, ἐκθῆται τὸν συλλογισμόν, εὑρήσει τὸ ἀδύνατον τοῦ συμπεράσματος. δυνατὸν μὲν γὰρ ἐκ ψευδῶν προτάσεων ἀληθές τι συλλογίσασθαι, ἀλλ’ οὐκ ἀεί· διόπερ καὶ οὕτως εἶπε· τοῦτο δ’ ἔστω γνώριμον καὶ ὁμολογούμενον ὅτι ἀδύνατον. εἰ γὰρ καὶ ἀληθές τι ἐκ ψευδῶν συνάγοιτο, ἀλλ’ οὐ διὰ τὰς προτάσεις ἀλλὰ διὰ τὴν φύσιν τῶν ἄκρων ὅρων· εἰ δὲ τὸ συμπέρασμα διὰ τὰς προτάσεις συνάγοιτο, ἐκ ψευδῶν τε ψευδὲς καὶ ἐξ ἀληθῶν ἀληθὲς πάντως ἂν συνάγοιτο.
“假定这是众所周知且公认是不可能的。” 他所选取的并不是一个未经证明的单纯假设,而是单凭事实的显明性本身便具有可信性的前提。因为如果有人像我们所做的那样,在具体项上陈述推论,他就会发现结论的不可能性。因为从假的前提推论出某种真实的东西是可能的,但并非总是如此;正因如此他也说:“假定这是众所周知且公认是不可能的。”因为即使从假的前提中推导出某种真实的东西,那也不是由于诸前提,而是由于极端项的本性;然而如果结论是通过诸前提推导出来的,那么无论如何,从假的前提必推导得出假,从真的前提必推导得出真。
"Οἱ μὲν οὖν ὅροι ὁμοίως τάττονται." Ἐκθέμενος τόν τε ἐπ’ εὐθείας συλλογισμὸν καὶ τὸν δι’ ἀδυνάτου βούλεται λοιπὸν εἰπεῖν τί τε κοινὸν ἔχουσι καὶ τί διάφορον. ὁμοίως δέ φησι τάττεσθαι τοὺς ὅρους.
“因此,诸项是同样被排列的。” 在陈述了直接推论和通过不可能的推论之后,他接下来的意图是说明它们有什么相同之处,有什么不同之处。他说诸项是同样被排列的。
"Διαφέρει δὲ τὸ ὁποτέρα ἂν ᾖ γνωριμωτέρα ἡ πρότασις.2" Προτάσεις ἀποφατικὰς καλεῖ αὐτό τε τὸ ἀποφατικὸν συμπέρασμα καὶ τὴν ἀποφατικὴν πρότασιν. διαφέρει οὖν, φησίν, ὁ ἐπ’ εὐθείας τοῦ δι’ ἀδυνάτου κατὰ τὰς ἀποφατικὰς ταύτας προτάσεις. εἰ μὲν γὰρ τὸ συμπέρασμα γνωριμώτερον εἴη τῆς προτάσεως, γίνεται ὁ δι’ ἀδυνάτου συλλογισμὸς ἐκ τῶν ὑστέρων τὰ πρότερα συνάγων· εἰ δὲ ἡ πρότασις γνωριμωτέρα εἴη τοῦ συμπεράσματος, γίνεται ὁ ἐπ’ εὐθείας ἐκ τῶν προτέρων τὰ ὕστερα συλλογιζόμενος.
“其不同在于哪一个前提更为已知。” 他将否定性的结论本身和否定性的前提都称为“否定性前提”。因此他说,直接推论与通过不可能的推论在这些否定性前提上有所不同。因为如果结论比前提更为已知,便产生通过不可能的推论,即由后继者推导出在先者;但如果前提比结论更为已知,便产生直接推论,即由在先者推导出后继者。
"Ὅταν δὲ ἡ ἐν τῷ συλλογισμῷ, ἡ ἀποδεικτική." Τουτέστιν ὅταν ἡ ἐν τῷ συλλογισμῷ λαμβανομένη πρότασις γνωριμωτέρα ᾖ τοῦ συμπεράσματος, δεικτικὴ γίνεται ἡ δεῖξις, τουτέστιν ἐπ’ εὐθείας, ὡς αὐτόθεν ὃ προτίθεται δεικνύουσα, τῆς δι’ ἀδυνάτου τῇ ἀναιρέσει τοῦ ἀντικειμένου τοῦτο συλλογιζομένης.
“而当推论中的前提[更为已知]时,则是论证性的。” 也就是说,当推论中所选取的前提比结论更为已知时,证明就成为直接的,即直截了当的,因为它直接显示了所要论证的问题,而通过不可能的证明则是通过对立面的否定来推导此结论。
"Φύσει δὲ προτέρα ἡ ὅτι τὸ Α τῷ Β ἢ ὅτι τὸ Α τῷ Γ. πρότερα γάρ ἐστι τοῦ συμπεράσματος τὰ ἐξ ὧν τὸ συμπέρασμα." Εἰπὼν τίνι διαφέρουσιν ἀλλήλων, συγκρίνει λοιπὸν πρὸς ἀλλήλας τὰς δείξεις, καὶ δείκνυσιν ὅτι ἡ ἐπ’ εὐθείας κρείττων τῆς δι’ ἀδυνάτου ἅτε ἐκ τῶν προτέρων τὰ ὕστερα συλλογιζομένη, ἐκείνης ἐναντίως ἐχούσης καὶ ἐκ τῶν ὑστέρων τὰ πρότερα συλλογιζομένης, ὡς ἐχούσης αἱ τεκμηριώδεις καλούμεναι δείξεις3 ἐκ τῶν αἰτιατῶν τὰ αἴτια κατασκευάζουσαι, τῆς κατὰ φύσιν ἀποδείξεως ἀνάπαλιν ἐχούσης, ἐκ τῶν αἰτίων συλλογιζομένης τὰ αἰτιατά.
“在自然本性上,Α属于Β要先于Α属于Γ;因为构成结论的诸前提是在结论之先的。” 在说明了它们彼此有何不同之后,他接下来将诸证明相互比较,并表明直接证明优于通过不可能的证明,因为它是从在先者推导出后继者,而后者则具有相反的状况,是从后继者推导出在先者;这恰如所谓的依据征候的证明那样,由结果来确立原因,而合乎自然本性的证明则相反,是从原因推导出结果。
- 1.480ὡς ἔχει θέσεως
关系属格 θέσεως 与副词 ὡς 及动词 ἔχει 连用,构成惯用表达,意为“按照其位置的状况”。此结构说明不可受表面上看似小前提的排列位置所误导。
- 1.483τὸ ὁποτέρα ἂν ᾖ γνωριμωτέρα ἡ πρότασις
中性定冠词 τό 使后接的虚拟语气间接疑问从句(ὁποτέρα ἂν ᾖ...)名词化,作主句动词 διαφέρει 的主语。其后的注解文字将该从句具体阐述为“在这些否定性前提上(κατὰ τὰς ἀποφατικὰς ταύτας προτάσεις)”。
- 1.485ὡς ἐχούσης αἱ τεκμηριώδεις καλούμεναι δείξεις
分词 ἐχούσης 受前文独立属格 ἐκείνης ... ἐχούσης 的牵引而采用单数属格形式,但在意义上其主语是后接的复数主格 αἱ τεκμηριώδεις καλούμεναι δείξεις。在句法上应视作相当于 ὡς ἔχουσι 或 ὡς ἐχουσῶν 的破格结构(格不一致)。
