- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:294.7-295.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯陈述了注解家们对亚里士多德关于归谬推论之表述提出的两点质疑(即用归谬法证明前提而非结论,以及无限定命题导致推论无效或无法得出矛盾命题),并从示范性便利和项的教学性换位角度为亚里士多德进行了辩护。
τοῦτο οὖν ἔστω, φησίν, ὁμολογούμενον ψεῦδος καὶ ἀδύνατον, ὅπερ συνήχθη οὐ διὰ τὸ τὸ Β ὑπάρχειν τῷ Γ (τοῦτο γὰρ ὑπόκειται ἀληθές) ἀλλὰ διὰ τὸ τὸ Α τῷ Β ὑπάρχειν. εἰ οὖν διὰ τοῦτο συνήχθη ὅτι τὸ Α τῷ Γ ὑπάρχει, ψεῦδος δὲ τοῦτο, ψεῦδος ἄρα καὶ τὸ ὑπάρχειν τὸ Α τῷ Β· ἀληθὲς ἄρα τὸ μὴ ὑπάρχειν, ὅπερ ἔδει δεῖξαι. Οὕτω μὲν οὖν ὁ Ἀριστοτέλης. ἐγκαλοῦσι δὲ αὐτῷ οἱ ἐξηγηταὶ πρῶτον μὲν τὸ μὴ ἐπ’ αὐτοῦ τοῦ συμπεράσματος, ὅπερ ἤδη εἶπον, ποιήσασθαι τὴν δι’ ἀδυνάτου δεῖξιν1 ἀλλ’ ἐπὶ τῆς προτάσεως. δεύτερον, πῶς, φασί, λέγεις τὸ Α ὑπάρχειν τῷ Β, πότερον τινὶ ἢ παντί; εἰ μὲν γὰρ τινί, ἀσυλλόγιστον ποιεῖς τὸν συλλογισμόν· μερικὴ γὰρ ἡ μείζων. εἰ δὲ τὸ ὑπάρχειν ἀντὶ τοῦ παντὶ ὑπάρχειν λήψῃ, οὐ συνάγεις ὃ ζητεῖς. ἔστω γὰρ τὸ Α τῷ Β παντί, 〈τὸ Β τῷ Γ παντί,〉 καὶ τὸ Α τῷ Γ παντί· καὶ ἔστω τοῦτο ψεῦδος καὶ ἀδύνατον συναχθὲν διὰ τὸ λαβεῖν τὸ Α τῷ Β παντὶ ὑπάρχειν. εἰ οὖν τῷ λαβεῖν ὅτι τὸ Α τῷ Β παντὶ ὑπάρχει συνήχθη ὅτι τὸ Α τῷ Γ παντί, τοῦτο δὲ ψεῦδος, ψεῦδος ἄρα καὶ τὸ τὸ Α παντὶ τῷ Β ὑπάρχειν. εἰ οὖν τοῦτο ψεῦδος, τὸ ἀντικείμενον ἀληθὲς ἔσται, λέγω δὴ τὸ οὐ παντί· οὐ τοῦτο δὲ ἦν ὃ ἐβουλόμεθα δεῖξαι, ἀλλ’ ὅτι τὸ Α οὐδενὶ τῶν Β ὑπάρχει. Ἃ μὲν οὖν ἐγκαλοῦσι τῷ λόγῳ εὐλόγως οἱ ἐξηγηταί, ταῦτά ἐστι. ἔστι μέντοι ἀπολογήσασθαι ὑπὲρ Ἀριστοτέλους τοῦτον τὸν τρόπον, ὅτι ὃν τρόπον τὴν διαφορὰν τῶν τριῶν σχημάτων ἐν τῷ πρώτῳ τῶν Ἀναλυτικῶν ἐνδείξασθαι ἡμῖν βουλόμενος διάφορα παρέλαβε στοιχεῖα, ἐπὶ μὲν τοῦ πρώτου σχήματος τὸ Α, Β, Γ, ἐπὶ δὲ τοῦ δευτέρου τὸ Μ, Ν, Ξ, ἐπὶ δὲ τοῦ τρίτου τὸ Π, Ρ, Σ, οὕτως ἐνταῦθα, ἵνα ἐνδείξηται ἡμῖν ἐπὶ τῶν αὐτῶν ὅρων τὴν ἐπ’ εὐθείας καὶ τὴν δι’ ἀδυνάτου δεῖξιν, διὰ τοῦτο οὐ προσέλαβεν ἕτερον ἔξωθεν ὅρον. καὶ γὰρ ἐπειδὰν τὸ αὐτὸ συμπέρασμα καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου δεῖξαι θελήσωμεν, οὐδένα ἔξωθεν προσλαμβάνομεν ὅρον ἐπὶ τῆς δι’ ἀδυνάτου, ἀλλ’ οἷς ἐχρησάμεθα ἐν τῇ ἐπ’ εὐθείας δείξει, τοῖς αὐτοῖς χρησόμεθα καὶ ἐν τῇ δι’ ἀδυνάτου, τὴν τάξιν μόνον αὐτῶν ἀμείβοντες· τὸ γὰρ ἀντικείμενον τοῦ συμπεράσματος λαβόντες καὶ προσθέντες αὐτῷ μίαν τῶν προτάσεων οὕτω τὴν λοιπὴν ἀναιροῦμεν. οἷον ἔστω τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, καὶ κατ’ ἀλήθειαν συνάξεις τὸ Α παντὶ τῷ Γ. οὕτω μὲν οὖν ἡ ἐπ’ εὐθείας. δι’ ἀδυνάτου δέ, εἴ τις μὴ συγχωρήσει ὅτι τὸ Α παντὶ τῷ Γ, δῆλον ὅτι οὐ παντί· ἐπεὶ οὖν τὸ μὲν Α οὐ παντὶ τῷ Γ, τὸ δὲ Β παντὶ τῷ Γ, τὸ Α ἄρα οὐ παντὶ τῷ Β· ἀλλ’ ὑπέκειτο παντί. τὸ οὖν ψεῦδος ἠκολούθησεν, οὐχ ὅτι τὸ Β παντὶ τῷ Γ εἴληπται ὑπάρχον (τοῦτο γὰρ ἀληθὲς ὑπόκειται), ἀλλ’ ὅτι τὸ Α οὐ παντὶ τῷ Γ· ψεῦδος ἄρα τοῦτο, ἀληθὲς δὲ τὸ παντί. οὕτως οὖν ἡ δι’ ἀδυνάτου δεῖξις τοῖς αὐτοῖς χρῆται ὅροις τῇ ἐπ’ εὐθείας, ὅταν δι’ ἀμφοτέρων γίνηται ὁ συλλογισμός. διὰ τοῦτο οὖν οὐκ ἤμειψε τοὺς ὅρους. τὸ δὲ ΑΒ διὰ τοῦ ἀδυνάτου λαμβάνει δεικνύμενον οὐχ ὡς προτάσει χρώμενος τῷ ΑΒ καὶ ταύτην ἀποδεῖξαι βουλόμενος διὰ τοῦ ἀδυνάτου ἀλλ’ ὡς προβλήματι χρώμενος. λέγω οὖν ὅτι τὸ μὲν ὑπάρχειν τὸ Α τῷ Β οὐ παντὶ λέγει ὑπάρχειν ἀλλὰ τινί· τὰς γὰρ ὑπαρχούσας ὁ Ἀριστοτέλης ἰσοδυναμεῖν ταῖς μερικαῖς φησι. τὸ δὲ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν λαμβάνει οὐχ ὡς ἐλάττονα πρότασιν ἀλλ’ ὡς μείζονα, ἵνα νοήσωμεν αὐτὴν ἄνωθεν μετατιθεμένην· ἁπλῶς γὰρ μόνου παραδείγματος ἕνεκεν τῇ ληφθείσῃ ἐχρήσατο προτάσει, οὐ μὴν ἵνα καὶ τὴν αὐτὴν αὐτῇ μείνῃ τάξιν φυλάττουσα,2 ἀλλ’, ὡς εἶπον, ἵνα νοήσωμεν αὐτὴν μετατιθεμένην. οὐ γὰρ ἦν εἰκὸς τὸν Ἀριστοτέλη πρῶτον καὶ μόνον τὰς μεθόδους τὰς λογικὰς παραδεδωκότα τηλικοῦτον ἁμαρτεῖν ἁμάρτημα, ἀλλ’, ὅπερ εἶπον, μόνου ὑποδείγματος ἕνεκεν οὕτως ἔλαβε τὰς προτάσεις· ἐπεὶ πολλάκις καὶ ἓν στοιχεῖον ἀντὶ προτάσεως παραλαμβάνει, ὡς εἴπομεν ἔμπροσθεν.
他说:那么,假定这是一个公认的假且不可能的结论,它的推导得出并不是由于Β属于Γ(因为这被假定为真),而是由于Α属于Β。因此,如果由于这个缘故而推导出了Α属于Γ,而这是假的,那么Α属于Β也是假的;因此不属于是真的,而这正是所要证明的。 亚里士多德便是如此论述的。然而注解家们指责他:首先,正如我已经说过的,他并不是在结论本身上,而是在前提上进行了通过不可能的证明。其次,他们说:你说Α属于Β,到底是属于某些还是属于所有?因为如果是属于某些,你便使得推论不成立,因为大前提是特称的;但如果你把“属于”当作“属于所有”,你推导出的就不是你所寻求的。因为假定Α属于所有Β,[Β属于所有Γ,]且Α属于所有Γ;并且假定这是由于设定了Α属于所有Β而推导出的假且不可能的结论。因此,如果由于设定了Α属于所有Β而推导出了Α属于所有Γ,而这是假的,那么Α属于所有Β也是假的。因此,如果这是假的,其对立面就将是真的,我指的是“不属于所有”;然而这并不是我们所希望证明的,我们所要证明的是Α不属于任何Β。 那么,注解家们合乎情理地对该论证所提出的指责就是这些。然而,完全可以按如下方式为亚里士多德辩护:正如他在《前分析篇》第一卷中为了向我们展示三个格的区别而采用了不同的字母——在第一格中采用Α、Β、Γ,在第二格中采用Μ、Ν、Ξ,在第三格中采用Π、Ρ、Σ——在此处同样,为了在完全相同的项上向我们展示直接证明与通过不可能的证明,正因如此他没有从外部引入另一个项。因为事实上,每当我们希望直接地以及通过不可能来证明同一结论时,我们在通过不可能的证明中绝不从外部引入任何项,而是我们在直接证明中所使用的完全相同的那些项,我们也将在通过不可能的证明中使用,仅仅改变它们的顺序;因为通过设定结论的对立面并向其添加诸前提之一,我们便以此否定其余的一个前提。例如,假定Α属于所有Β,Β属于所有Γ;你确实将推导出Α属于所有Γ。直接证明便是如此。然而通过不可能:如果有人不同意Α属于所有Γ,显然是不属于所有;那么,既然Α不属于所有Γ,而Β属于所有Γ,因此Α不属于所有Β;然而原本假定的是属于所有。因此,假的结论之所以随之而来,并不是因为取了Β属于所有Γ(因为这被假定为真),而是因为Α不属于所有Γ;因此这是假的,而“属于所有”是真的。由此,每当推论通过两者都得以进行时,通过不可能的证明便使用与直接证明相同的项。正因如此,他没有更换这些项。至于他将ΑΒ当作通过不可能而被证明的论题,并不是因为将ΑΒ用作前提且希望通过不可能来论证它,而是将其用作探究的问题。因此我认为,他说Α属于Β,并不是指属于所有,而是指属于某些;因为亚里士多德说过无限定命题等同于特称命题。而他之所以取Β属于所有Γ,并不是将其作为小前提,而是作为大前提,以便让我们理解它是从上面调换了位置的;因为他仅仅是为了举例而使用了所设立的前提,绝不是为了让它为自己保持相同的顺序,而是正如我所说,为了让我们理解它是被调换了位置的。因为亚里士多德作为最先且唯一传授逻辑方法的人,不大可能犯下如此重大的错误,而是正如我所说,他仅仅是为了示范而如此设立这些前提;因为正如我们前面所说,他甚至常常采用单个字母来代替前提。
- 1.477ἐγκαλοῦσι δὲ αὐτῷ οἱ ἐξηγηταὶ πρῶτον μὲν τὸ μὴ ἐπ’ αὐτοῦ τοῦ συμπεράσματος, ὅπερ ἤδη εἶπον, ποιήσασθαι τὴν δι’ ἀδυνάτου δεῖξιν
带冠词的不定式短语 τὸ ... ποιήσασθαι 作为支配动词 ἐγκαλοῦσι 的直接宾语(宾格),表示指责的内容。注解家提出的两个反对意见由 πρῶτον μέν 与 δεύτερον 构成平行对应。
- 1.477οὐ μὴν ἵνα καὶ τὴν αὐτὴν αὐτῇ μείνῃ τάξιν φυλάττουσα
动词 μείνῃ 的主语是前文提及的 πρότασις(前提),分词 φυλάττουσα 与其性数格一致,作谓语性补足(“保持着相同的顺序而留存”)。与格 αὐτῇ 起反身/利益与格的作用(“对其自身而言”)。
