← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§292.20-294.7

归谬法的前提构造与直接证明的优越性

斐洛波诺根据待证命题的形式厘清了归谬法的前提构造,并从“由先验后”等三个方面论述了直接证明的优越性。随后他指出,亚里士多德在本书中不同于《前分析篇》,采用了通过归谬法来论证直接证明之大前提的陈述方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.477#2

τοῦτο δὲ ψεῦδος καὶ ἀδύνατον 〈ὂν〉 δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν ἐλάττονα πρότασιν τὴν λέγουσαν ‘λίθος τινὶ ἀνθρώπῳ’. συνήχθη οὖν ὅτι, εἰ λίθος τινὶ ἀνθρώπῳ ὑπάρχει, καὶ ἄψυχον τινὶ ἀνθρώπῳ ὑπάρχει· ἀλλὰ μὴν τὸ ἑπόμενον ψεῦδος· καὶ τὸ ἡγούμενον ἄρα· οὐδενὶ ἄρα ἀνθρώπῳ λίθος ὑπάρχει. εἰ οὖν ἀποφατικὸν εἴη τὸ ὀφεῖλον δειχθῆναι, ἡ παραλαμβανομένη ἔξωθεν πρότασις καθόλου καταφατικὴ ὀφείλει εἶναι καὶ μείζων· τὸ γὰρ ἀντικείμενον τῷ καθόλου ἀποφατικῷ μερικόν ἐστι καταφατικόν, ὅπερ ἐν τῇ ἐλάττονι πάντως τετάξεται προτάσει. εἰ δὲ καταφατικὸν εἴη τὸ δεικνύμενον, εἰ μὲν μερικὸν εἴη, λέγω δὴ ὅτι τινὶ ὑπάρχει, ἡ προσλαμβανομένη ἔξωθεν καταφατικὴ μὲν ὁμοίως ἐστίν, ἐλάττων δὲ πάντως πρότασις 〈καὶ〉 διὰ τοῦτο ἀδιάφορον, εἴτε καθόλου εἴη εἴτε μερική. τῷ γὰρ μερικῷ καταφατικῷ, ὅπερ θέλομεν ἀποδεῖξαι δι’ ἀδυνάτου, τὸ ἀντικείμενον καθόλου ἐστὶν ἀποφατικόν· ἀνάγκη οὖν τοῦτο μείζονα γενέσθαι πρότασιν. ὥστε ἡ προσλαμβανομένη καταφατική τε καὶ ἐλάττων ἔσται, ὅπερ εἴπομεν, ἀδιάφορος δὲ εἴτε καθόλου εἴτε μερική. εἰ δὲ τὸ ἀποδεικνύμενον καθόλου εἴη καταφατικόν, ἡ μὲν ἔξωθεν προσλαμβανομένη πάλιν καθόλου ἔσται καταφατική, οὐκέτι μέντοι διὰ τοῦ πρώτου σχήματος ἐνδέχεται συλλογίσασθαι· ἡ γὰρ ἀντικειμένη τῇ ἀληθεῖ μερική ἐστιν ἀποφατική, καὶ οὔτε μείζων εἶναι δύναται διὰ τὸ μερικὴ εἶναι οὔτε ἐλάττων, διότι ἀποφατική. γίνεται οὖν ὁ κατηγορικὸς συλλογισμὸς ἢ ἐν δευτέρῳ ἢ ἐν τρίτῳ σχήματι. Τίς μὲν οὖν ἐστιν ἡ ἐπ’ εὐθείας καὶ τίς ἡ δι’ ἀδυνάτου, εἴρηται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν ἐπ’ εὐθείας ἐκ τῶν προτέρων τὰ ὕστερα συλλογίζεται (ἐκ γὰρ τῶν προτάσεων τὸ συμπέρασμα), ἡ μέντοι δι’ ἀδυνάτου ἐκ τῶν ὑστέρων τὰ πρότερα· τῷ γὰρ ψευδὲς εἶναι τὸ συμπέρασμα ἀναιρεῖ καὶ τὴν πρότασιν.1 ἡ μὲν γὰρ ἐπ’ εὐθείας διὰ τοῦ τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχειν καὶ τὸ Β παντὶ τῷ Γ συνήγαγεν ὅτι τὸ Α οὐδενὶ τῶν Γ. ἡ μέντοι δι’ ἀδυνάτου πρότασιν τὸ ἀντικείμενον τούτῳ ἐποίησε, λέγω δὴ τὸ Α τινὶ τῶν Γ, καὶ ἐκ ταύτης καὶ ἑτέρας προτάσεως, τῆς ΔΑ, ὅτι τὸ Δ παντὶ τῷ Α, ὡς ἐξεθέμεθα, συνάγουσα ὅτι τὸ Δ τινὶ τῶν Γ ὑπάρχει, τῇ ἀναιρέσει τοῦ συμπεράσματος τούτου ἀνεῖλε καὶ τὴν πρότασιν. ὥστε ἐκ τῶν ὑστέρων τὰ πρότερα συνήγαγεν· κατὰ φύσιν γὰρ πρῶται τοῦ συμπεράσματος αἱ προτάσεις. καὶ διὰ τοῦτο κρείττων ἡ ἐπ’ εὐθείας τῆς δι’ ἀδυνάτου, διότι ἡ μὲν ἐκ τῶν προτέρων τὰ ὕστερα, ἡ δὲ ἐκ τῶν ὑστέρων τὰ πρότερα δείκνυσι, καὶ ὅτι ἡ μὲν ἐπ’ εὐθείας ὃ βούλεται ἐξ ἀρχῆς συλλογίζεται, ἡ δὲ δι’ ἀδυνάτου συλλογίζεται μὲν ἐξ ἀρχῆς τὸ ἐναντίον οὗ βούλεται, ἀνελοῦσα δὲ ὃ συνεπέρανεν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον (διὸ καὶ κύκλῳ δεῖξις καλεῖται, διότι κύκλον τινὰ περιέρχεται), καὶ ὅτι ἡ μὲν ἁπλῆ, ἡ δὲ δι’ ἀδυνάτου μικτὴ ἐκ κατηγορικοῦ καὶ ὑποθετικοῦ. εἰ δὲ συμβαίνει ποτὲ καὶ τὴν ἐπ’ εὐθείας δεῖσθαι ὑποθέσεως (ἔστι γὰρ ὅτε τινὰς τῶν προτάσεων δι’ ὑποθετικῶν συλλογισμῶν πιστούμεθα), ἀλλ’ οὐκ ἀεὶ τοῦτο συμβαίνει· ἐπὶ μέντοι τῶν δι’ ἀδυνάτου ἀεὶ διὰ κατηγορικοῦ καὶ ὑποθετικοῦ ἡ ὁδὸς γίνεται. Ἡμεῖς μὲν οὖν ἐκ τῶν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν παρ’ αὐτοῦ εἰρημένων λαβόντες ἐξεθέμεθα τόν τε δι’ ἀδυνάτου συλλογισμὸν καὶ τὸν ἐπ’ εὐθείας. αὐτὸς μέντοι ἐνταῦθα ὁ Ἀριστοτέλης ἄλλως τούτους ἐκτίθεται. λαβὼν γὰρ τρεῖς ὅρους, Α, Β, Γ, εἶτα ἐκθέμενος τὸν ἐπ’ εὐθείας συλλογισμόν, ὅτι τὸ Α τῷ Β οὐδενί, τὸ δὲ Β τῷ Γ παντί, τὸ Α ἄρα τῷ Γ οὐδενί, ἐπὶ τῶν αὐτῶν τούτων ὅρων ἐκτίθεται καὶ τὸν δι’ ἀδυνάτου. ἔστω γάρ, φησίν, ὀφεῖλον δειχθῆναι ὅτι τὸ Α τῷ Β οὐδενὶ ὑπάρχει δι’ ἀδυνάτου, οὐκέτι τὸ συμπέρασμα, ὅπερ ἔδει δειχθῆναι ἐπ’ εὐθείας, δεικνὺς καὶ διὰ τοῦ ἀδυνάτου, ἀλλὰ τὴν μείζονα πρότασιν τὴν ΑΒ.2 εἰ οὖν, φησί, μή ἐστιν ἀληθὲς τὸ τὸ Α μηδενὶ τῶν Β ὑπάρχειν, ἀληθὲς ἄρα τὸ ὑπάρχειν τῷ Β τὸ Α· ἀλλὰ μὴν καὶ τὸ Β τῷ Γ ὑπῆρχεν· συνάγεται ἄρα ὅτι τὸ Α τῷ Γ ὑπάρχει.

而这之所以为假且不可能,完全不是由于别的,正是由于说“石头[属于]某个人”的小前提。于是得出结论:如果石头属于某个人,那么无生命也属于某个人。然而后件是假的;因此前件也是假的;因此石头不属于任何人。因此,如果要证明的论题是否定的,那么从外部引入的前提必须是全称肯定的且为大前提;因为与全称否定相对立的是特称肯定,而这无论如何都会被置于小前提中。另一方面,如果被证明的论题是肯定的,那么如果是特称的——我指的是属于某些——从外部补充的前提同样是肯定的,但无论如何都是小前提,因此它是全称还是特称并无区别。因为对于我们希望通过不可能来论证的特称肯定命题,其对立面是全称否定命题;因此这必然成为大前提。从而所补充的前提正如我们所说,既是肯定的又是小前提,但无论是全称还是特称都无区别。然而,如果被证明的论题是全称肯定的,那么从外部补充的前提将再次是全称肯定的,但此时已不可能通过第一格进行推论;因为与真命题相对立的是特称否定命题,而它由于是特称的而不能作为大前提,又由于是否定的而不能作为小前提。因此,直言推论要么在第二格中形成,要么在第三格中形成。 那么,什么是直接证明,什么是通过不可能的证明,已经阐明了。而它们彼此的区别在于:直接证明是从在先者推导在后者(因为结论是从前提得出的),而通过不可能的证明则是从在后者推导在先者;因为借助结论为假,它也否定了前提。直接证明通过Α不属于任何Β且Β属于所有Γ,推导出了Α不属于任何Γ。然而通过不可能的证明则将与此相对立者——我指的是Α属于某些Γ——设为前提,正如我们所陈述的那样,从这个前提与另一个前提即Δ属于所有Α的ΔΑ前提,推导出Δ属于某些Γ,并借助对这一结论的否定,也否定了那个前提。因此它是从在后者推导出了在先者;因为在自然本性上前提优先于结论。正因如此,直接证明优于通过不可能的证明:因为前者从在先者展示在后者,而后者从在后者展示在先者;又因为直接证明从一开始就推导它所意图证明的,而通过不可能的证明从一开始则推导与其所意图证明的相反者,并在否定了它所推导出的结论之后返回到所提出的论题(因此它也被称为循环证明,因为它绕行了一个循环);还因为直接证明是单一的,而通过不可能的证明则是由直言推论和假言推论构成的混合推论。即使有时直接证明也偶然需要假设(因为有时我们确实通过假言推论来确证某些前提),但这并非总是发生;然而在通过不可能的证明中,其进路总是通过直言推论与假言推论来进行的。 我们是从他在《前分析篇》第二卷中所说的话出发,陈述了通过不可能的推论与直接推论。然而亚里士多德本人在此处却以另一种方式陈述它们。因为他取了三个项,即Α、Β、Γ,然后陈述了直接推论:Α不属于任何Β,Β属于所有Γ,因此Α不属于任何Γ;之后他又在这相同的三个项上陈述了通过不可能的推论。他说:假定需要通过不可能来证明Α不属于任何Β,他不再通过不可能来证明本来应当直接加以证明的结论,而是证明大前提ΑΒ。他说:因此,如果Α不属于任何Β不是真的,那么Α属于Β就是真的;然而Β原本属于Γ;因此推导出Α属于Γ。

语法注2 条
  1. 1.477ἐκ ταύτης καὶ ἑτέρας προτάσεως, τῆς ΔΑ, ὅτι τὸ Δ παντὶ τῷ Α, ὡς ἐξεθέμεθα, συνάγουσα ὅτι τὸ Δ τινὶ τῶν Γ ὑπάρχει, τῇ ἀναιρέσει τοῦ συμπεράσματος τούτου ἀνεῖλε καὶ τὴν πρότασιν

    阴性单数主格分词 συνάγουσα 的逻辑主语是前文的主语“通过不可能的[证明]”(ἡ μέντοι δι’ ἀδυνάτου)。介词短语 ἐκ ταύτης καὶ ἑτέρας προτάσεως 修饰 συνάγουσα,并在同格从句 ὅτι τὸ Δ παντὶ τῷ Α 插入修饰 τῆς ΔΑ 之后,整个分词结构置于主要动词 ἀνεῖλε 之前,呈现出推论过程而后否定该结论。

  2. 1.477οὐκέτι τὸ συμπέρασμα, ὅπερ ἔδει δειχθῆναι ἐπ’ εὐθείας, δεικνὺς καὶ διὰ τοῦ ἀδυνάτου, ἀλλὰ τὴν μείζονα πρότασιν τὴν ΑΒ

    阳性单数主格分词 δεικνύς 的主语是亚里士多德(承接前句的 αὐτὸς μέντοι ἐνταῦθα ὁ Ἀριστοτέλης)。它插在由 ἔστω γάρ, φησίν 引出的解释句中,用以说明亚里士多德论证过程的特殊之处:他在此处不再通过不可能来展示本应直接展示的结论(τὸ συμπέρασμα),而是转而证明大前提(τὴν μείζονα πρότασιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:292.20-294.7