- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:290.30-292.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞引入了《后分析篇》第一卷第26章关于直接证明优于引向不可能的证明(归谬法)的论题,指出注疏家们批评了亚里士多德对归谬推论的陈述,并借助逻辑字母(Α、Β、Γ、Δ)和具体例证系统地对比梳理了直接证明与归谬证明的推论结构。
" Ἐπεὶ δ’ ἡ κατηγορικὴ τῆς στερητικῆς βελτίων, δῆλον ὅτι καὶ τῆς εἰς τὸ ἀδύνατον ἀγούσης." Μετῆλθεν ἐπὶ τὸ τρίτον τῶν προβλημάτων, λέγω δὴ ὅτι ἡ ἐπ’ εὐθείας ἀπόδειξις κρείττων τῆς εἰς ἀδύνατον. καὶ συγκρίνει νῦν τὴν ἀποφατικὴν τὴν ἐπ’ εὐθείας τῇ δι’ ἀδυνάτου [ἀποφατικῇ]. εἰ γὰρ δειχθείη ἡ ἀποφατικὴ 〈ἡ〉 ἐπ’ εὐθείας τῆς δι’ ἀδυνάτου κρείττων, ἔστι δὲ κρείττων τῆς ἀποφατικῆς ἡ καταφατική, ἐκ πολλοῦ δῆλον ὅτι τοῦ περιόντος1 καὶ ἡ καταφατικὴ ἡ ἐπ’ εὐθείας τῆς δι’ ἀδυνάτου κρείττων ἂν εἴη. ἐπειδὴ δὲ οὐκ ἐνδέχεται γνῶναι ποτέρα κρείττων τὸν μὴ εἰδότα τίνι διαφέρουσιν ἀλλήλων, πρότερον, φησίν, αὐτὸ τοῦτο ἐπισκεψώμεθα, τίς ἡ πρὸς ἀλλήλας αὐτῶν διαφορά. πάλιν δέ, ἐπειδὴ τοῦτο γνῶναι οὐχ οἷόν τε τὸν μὴ εἰδότα τί ποτε ὅλως ἐστὶ τούτων ἑκάτερον, διὰ τοῦτο πρῶτον ἐκτίθεται τίς τέ ἐστιν ἡ ἐπ’ εὐθείας δεῖξις καὶ τίς ἡ δι’ ἀδυνάτου. καὶ ἐνταῦθα λοιπὸν ἐν αὐτῇ τῇ ἐκθέσει τούτων ἁπαξάπαντες οἱ ἐξηγηταὶ ἐπελάβοντο τοῦ Ἀριστοτέλους ὡς κακῶς τὸν διὰ τοῦ ἀδυνάτου ἐκτιθεμένου συλλογισμόν.2 ἡμεῖς οὖν πρῶτον μὲν ἐκθώμεθα τόν τε ἐπ’ εὐθείας καὶ τὸν δι’ ἀδυνάτου, ὡς αὐτὸς ἡμῖν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν παραδέδωκεν· εἶτα ἐκθώμεθα καὶ τὰ ἐνταῦθα αὐτῷ εἰρημένα, καὶ τρίτον τὰς αἰτίας, ἃς εὐλόγως ἐπιφέρουσι τοῖς ἐνταῦθα εἰρημένοις οἱ ἐξηγηταί· καὶ μετὰ ταῦτα εἴ τινα δυνάμεθα ἀπολογίαν ὑπὲρ Ἀριστοτέλους ἐπινοήσομεν. ἔστιν οὖν ἐπ’ εὐθείας δεῖξις ἡ διὰ τῶν τριῶν ὅρων, ἐπὶ μὲν τοῦ πρώτου σχήματος τὸν μὲν μείζονα τοῦ μέσου κατηγοροῦσα τὸν δὲ μέσον τοῦ ἐλάττονος· οἷον τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α ἄρα οὐδενὶ τῷ Γ. ἐπὶ δὲ τῶν λοιπῶν κατὰ τὸν εἰρημένον τρόπον ἐν τοῖς περὶ τῶν τριῶν σχημάτων. ἡ μὲν οὖν ἐπ’ εὐθείας αὕτη. εἰ δὲ βουληθῶμεν, ὅτι τὸ Α οὐδενὶ τῶν Γ ὑπάρχει, δι’ ἀδυνάτου δεῖξαι, λαμβάνομεν τὸ ἀντικείμενον τῷ συμπεράσματι, λέγω δὴ τὸ τινὶ τῶν Γ ὑπάρχειν τὸ Α, ὡς ἀληθές· εἰ γὰρ ψεῦδος τὸ μηδενὶ τῶν Γ ὑπάρχειν, ἀληθὲς τὸ τινί. λαμβάνομεν οὖν ὅτι τὸ Α τινὶ τῶν Γ ὑπάρχει, καὶ κεχρήμεθα ταύτῃ ὡς ἐλάττονι προτάσει. εἶτα ἔξωθεν προσλαμβάνομεν ἑτέραν πρότασιν καθόλου καταφατικήν, οἷον ὅτι τὸ Δ παντὶ τῷ Α· τὸ δὲ Α τινὶ τῶν Γ· καὶ συνάγεται ὅτι τὸ Δ τινὶ τῶν Γ. ἔστω οὖν τοῦτο ὁμολογουμένως ψεῦδος καὶ ἀδύνατον, ὡς δείξομεν καὶ διὰ τῶν παραδειγμάτων. πόθεν οὖν συνήχθη ψεῦδος, ὅτι τὸ Δ τῷ Γ τινὶ ὑπάρχει; διὰ τὸ σχῆμα ἢ διὰ τὰς προτάσεις, καὶ τῶν προτάσεων ἢ διὰ τὴν μείζονα ἢ διὰ τὴν ἐλάττονα ἢ καὶ δι’ ἀμφοτέρας. τὸ μὲν οὖν σχῆμα ὑγιές. ἀλλὰ μὴν καὶ ἡ μείζων πρότασις ἡ ΔΑ ἀληθὴς εἶναι ὑπόκειται· ἀληθῆ γὰρ εἰλήφαμεν. λείπεται ἄρα τὴν ἐλάττονα ψευδῆ εἶναι· ἀδύνατον γὰρ ἦν τοῦ σχήματος ἐρρωμένου ὄντος καὶ ἀμφοτέρων οὐσῶν ἀληθῶν τῶν προτάσεων ψεῦδές τι συναχθῆναι. εἰ οὖν διὰ τὸ ὑποθέσθαι τὸ Α τινὶ τῶν Γ ὑπάρχειν συνήχθη ὅτι τὸ Δ τινὶ τῶν Γ, ψεῦδος δὲ τὸ ὅτι τὸ Δ τινὶ τῶν Γ ὑπάρχει, ψεῦδος ἄρα καὶ τὸ Α τινὶ τῶν Γ ὑπάρχειν. εἰ δὲ τοῦτο ψεῦδος, ἀληθὲς ἄρα τὸ μηδενὶ ὑπάρχειν. ἐδείχθη οὖν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ προκείμενον διὰ δύο συλλογισμῶν, κατηγορικοῦ τε καὶ ὑποθετικοῦ, τοῦ κατηγορικοῦ προσυλλογισμοῦ ὄντος, τοῦ δὲ ὑποθετικοῦ αὐτὸ τὸ προκείμενον συνάγοντος3 [ἀδύνατον]. ὁ μὲν γὰρ κατηγορικὸς τοσοῦτον μόνον συνήγαγεν, ὅτι τὸ Δ τινὶ τῶν Γ ὑπάρχει. ὁ δὲ ὑποθετικὸς προῆλθε τοῦτον τὸν τρόπον· εἰ ἀληθὲς τὸ Α τινὶ τῶν Γ ὑπάρχειν, ἀληθὲς ἔσται καὶ τὸ Δ τινὶ τῶν Γ ὑπάρχειν, ὅπερ συνήγαγεν ὁ κατηγορικὸς συλλογισμός· ἀλλὰ μὴν ψεῦδος τὸ ἑπόμενον· καὶ τὸ ἡγούμενον ἄρα· οὐκ ἄρα τινὶ τῶν Γ ὑπάρχει τὸ Α· οὐδενὶ ἄρα, ὅπερ ἔδει δεῖξαι. ἔστω δὲ καὶ ἐπὶ παραδειγμάτων ὁ λόγος ἡμῖν σαφέστερος. ὑποκείσθω γὰρ δεῖξαι δι’ ἀδυνάτου ὅτι λίθος οὐδενὶ ἀνθρώπῳ ὑπάρχει. λαμβάνω οὖν ὅτι τινὶ ἀνθρώπῳ λίθος ὑπάρχει, εἶτα ἔξωθεν μείζονα πρότασιν καταφατικὴν καθόλου, οἷον ὅτι ἄψυχον παντὶ λίθῳ ὑπάρχει· ἀλλὰ μὴν καὶ λίθος τινὶ ἀνθρώπῳ ὑπάρχει· ἄψυχον ἄρα τινὶ ἀνθρώπῳ ὑπάρχει.
“既然肯定[证明]优于否定[证明],那么显然它也优于引向不可能的[证明]。” 他进而转向了诸论题中的第三个,我指的是直接证明优于通过不可能的证明。他现在将否定的直接证明与通过不可能的[否定证明]加以比较。因为如果直接的否定证明被表明优于通过不可能的证明,而肯定证明又优于否定证明,那么显然绰绰有余地,直接的肯定证明也会优于通过不可能的证明。然而,由于不知道二者彼此有何不同的人不可能知道哪一个更优越,他说:让我们首先考察这一点本身,即它们相互之间的差异是什么。但又因为,对于根本不知道这两者各自究竟是什么的人来说,不可能知道这一点,因此他首先陈述了什么是直接证明,以及什么是通过不可能的证明。在此处关于这两者的陈述本身中,所有注疏家毫无例外地抓住了亚里士多德的把柄,指责他糟糕地陈述了通过不可能的推论。因此,我们将首先陈述直接证明与通过不可能的证明,正如他自己在《前分析篇》第二卷中向我们传授的那样;其次我们也将陈述他在此处所说的话;第三,陈述注疏家们对在此处所说的话合情合理提出的指责;在此之后,如果我们能做到,我们将构想出某种为亚里士多德辩护的论证。直接证明是通过三个项进行的证明,在第一格中是将大项述说中项,将中项述说小项;例如,Α不属于任何Β,Β属于所有Γ,因此Α不属于任何Γ;在其余诸格中,则按照关于三格的讨论中所述的方式进行。直接证明便是这一种。但是,如果我们希望通过不可能来证明Α不属于任何Γ,我们便把与结论相对立的命题——我指的是Α属于某些Γ——当作真实的来接受;因为如果不属于任何Γ是假的,那么属于某些则是真的。于是我们接受Α属于某些Γ,并将此作为小前提使用。然后我们从外部补充另一个全称肯定前提,例如Δ属于所有Α;而Α属于某些Γ;于是推导出Δ属于某些Γ。那么,正如我们也将通过例证所表明的那样,假定这是公认的假和不可能。那么,Δ属于某些Γ这一假命题是从何推导出来的呢?是通过格,还是通过前提?而在前提之中,是通过大前提,还是通过小前提,抑或同时通过两者?格是健全的。然而,大前提ΔΑ也被设定为真的;因为我们接受它是真的。因此剩下的便是小前提是假的;因为当格有效且两个前提皆为真时,推导出一个假命题是不可能的。如果由于假定Α属于某些Γ而推导出了Δ属于某些Γ,而Δ属于某些Γ是假的,那么Α属于某些Γ也是假的。而如果这是假的,那么不属于任何则是真的。因此,所提出的论题是通过归谬法借助两个推论被证明的,即一个直言推论和一个假言推论,其中直言推论是预备推论,而假言推论则得出所提出的论题本身。因为直言推论仅仅推导出了这么多:Δ属于某些Γ。而假言推论则按这种方式进行:如果Α属于某些Γ是真的,那么直言推论所推导出的结论、即Δ属于某些Γ也将是真的;然而后件是假的;因此前件也是假的;因此Α不属于某些Γ;从而不属于任何,这正是所要证明的。让我们通过例证使这一论述更加清楚。因为假定要通过不可能来证明石头不属于任何人。我便设定石头属于某个人,然后从外部取一个全称肯定的大前提,例如无生命属于所有石头;然而石头也属于某个人;因此无生命属于某个人。
- 1.477ἐκ πολλοῦ δῆλον ὅτι τοῦ περιόντος
包含倒置(hyperbaton)的习惯表达:ἐκ τοῦ περιόντος(绰绰有余地、充裕地)由形容词属格 πολλοῦ 所修饰,中间插入了 δῆλον ὅτι(显然),意为“显然绰绰有余地 / 更加显而易见地”。
- 1.477ἐπελάβοντο τοῦ Ἀριστοτέλους ὡς κακῶς τὸν διὰ τοῦ ἀδυνάτου ἐκτιθεμένου συλλογισμόν
动词 ἐπιλαμβάνομαι 接属格补足语(τοῦ Ἀριστοτέλους),表示“指责、责难”。连接词 ὡς 引导的属格分词 ἐκτιθεμένου 构成表示主观理由的属格独立结构(或与 τοῦ Ἀριστοτέλους 一致),说明指责的内容:“指责亚里士多德糟糕地陈述了……”。
- 1.477τοῦ κατηγορικοῦ προσυλλογισμοῦ ὄντος, τοῦ δὲ ὑποθετικοῦ αὐτὸ τὸ προκείμενον συνάγοντος
平行的属格独立结构,详细阐明了前置短语 διὰ δύο συλλογισμῶν(借助两个推论)的具体内涵与分工:直言推论充当预备推论(prosyllogism),而假言推论则负责引出本题最终的结论(prokeimenon)。
