- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:289.20-290.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《后分析篇》86b27–37,阐明肯定证明优于否定证明的若干论证:据以证明者的可知性与可信性、前提作为本原在所有与缺失上的先后次序,以及对非存在者的认知中肯定对否定的先行性。
" Εἰ δὴ γνωριμώτερον δι’ οὗ δείκνυται καὶ πιστότερον,1 δείκνυται δ’ ἡ μὲν στερητικὴ διὰ τῆς κατηγορικῆς." Ἕτερον τοῦτο ἐπιχείρημα. γνωριμώτερόν ἐστι, φησί, καὶ πιστότερον τὸ δι’ οὗ δείκνυταί τι ἐκείνου τοῦ δεικνυμένου· δείκνυται δὲ ἡ μὲν ἀποφατικὴ διὰ τῆς καταφατικῆς, αὕτη δὲ δι’ ἐκείνης οὐκέτι· γνωριμωτέρα ἄρα καὶ πιστοτέρα τῆς ἀποφατικῆς ἡ καταφατικὴ καὶ διὰ τοῦτο καὶ κρείττων.
“如果据以证明某物的东西确实更可知且更可信,而否定[论证]又是通过肯定[论证]而被证明的,”这是另一个论证。他说,据以证明某物的东西,比起那个被证明的东西更可知且更可信;而否定[论证]是通过肯定[论证]被证明的,肯定[论证]却不再通过否定[论证]被证明;因此,肯定[论证]比起否定[论证]更可知且更可信,也正因此而更为优越。
"Ἔτι εἰ ἀρχὴ συλλογισμοῦ ἡ καθόλου πρότασις ἄμεσος." Ἕτερον ἐπιχείρημα. τῶν συλλογισμῶν, φησίν, ἀρχαί εἰσιν αἱ ἄμεσοι καὶ καθόλου προτάσεις, τοῦ μὲν κατηγορικοῦ ἡ κατηγορικὴ ἄμεσος, τοῦ δὲ ἀποφατικοῦ ἔστω νῦν ἡ ἀποφατικὴ ἄμεσος· τοῦτο δέ φημι, ὅτι τῆς ἀποφάσεως οὐ μόνον ἡ ἄμεσος ἀπόφασις ἀρχὴ ἀλλὰ καὶ ἄμεσος κατάφασις. τέως οὖν τοσοῦτον εἰλήφθω, ὅτι τοῦ ἀποφατικοῦ συλλογισμοῦ ἀρχὴ ἡ ἄμεσος ἀπόφασις· καὶ γὰρ αὕτη ἐστὶν ἡ κυρία τοῦ συμπεράσματος· ἀεὶ γὰρ τῇ χείρονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα. εἰ τοίνυν αἱ μὲν τῶν συλλογισμῶν ἀρχαὶ αὗται, ἔστι δὲ ἡ καταφατικὴ προτέρα τῇ φύσει τῆς ἀποφατικῆς καὶ γνωριμωτέρα (μὴ γὰρ οὔσης τῆς καταφατικῆς οὐδὲ ἡ ἀποφατικὴ ἔσται· ἔστι γὰρ ἡ μὲν καταφατικὴ ἕξις τις, ἡ δὲ ἀποφατικὴ στέρησις· προτέρα δὲ ἡ ἕξις τῆς στερήσεως, καὶ μὴ οὔσης ἕξεως οὐδὲ ἡ τῆς ἕξεως στέρησις ἔσται· ἡ μὲν γὰρ στέρησις ἕξεώς ἐστι στέρησις, ἡ δὲ ἕξις οὐκέτι ἐστὶ στερήσεως ἕξις· ὥστε προτέρα τῇ φύσει ἡ ἕξις καὶ τῷ χρόνῳ, καὶ διὰ τὴν ἕξιν καὶ ἡ τῆς ἕξεως στέρησις γνώριμος), ὥστε εἰ προτέρα μὲν καὶ γνωριμωτέρα2 ἡ καταφατικὴ τῆς ἀποφατικῆς, ἡ δὲ ἐκ προτέρων καὶ γνωριμωτέρων ἀπόδειξις κρείττων τῆς μὴ ἐκ τοιούτων, κρείττων ἄρα ἡ καταφατικὴ ἀπόδειξίς ἐστι τῆς ἀποφατικῆς.
“此外,如果全称的无中介前提是推论的本原,”另一个论证。他说,推论的诸本原是无中介的全称前提——对于肯定推论而言是肯定的无中介前提,对于否定推论而言,暂且假定是否定的无中介前提。我之所以这样说,是因为否定[推论]的本原不仅是无中介的否定,而且也是无中介的肯定。姑且只假定这一点:无中介的否定是否定推论的本原;因为确实是它主导了结论;因为结论总是随顺前提中较劣者。那么,如果推论的诸本原是这些,而肯定前提在本性上先于否定前提且更可知(因为若不存在肯定前提,否定前提亦将不存在;因为肯定前提是一种所有,而否定前提是一种缺失;所有先于缺失,若没有所有,则亦不会有对所有的缺失;因为缺失是对所有的缺失,但所有却不再是对缺失的所有;从而所有在本性上和时间上都居先,并且正是通过所有,对所有的缺失才得以可知)——因此,如果肯定前提先于否定前提且更可知,而由更先且更可知之物出发的证明优于不由这类事物出发的证明,那么肯定证明便优于否定证明。
"Καὶ προτέρα ἡ κατάφασις, ὥσπερ καὶ τὸ εἶναι τοῦ μὴ εἶναι.3" Τὸ εἶναι τοῦ μὴ εἶναί φησι, τουτέστι τὴν ἕξιν τῆς στερήσεως. τοῦ γὰρ μὴ ὄντος οὐκ ἔστιν ὅλως γνῶναί τι· οὐδὲ γὰρ τούτου ἀπόφασιν γνῶναι δυνάμεθα· εἰ γὰρ μὴ γνῶμεν ὅ τι σημαίνει ἱπποκένταυρος ἢ τραγέλαφος, οὐδὲ τὴν τούτου ἀπόφασιν γνῶναι δυνάμεθα. ὥστε καὶ ἐπὶ τῶν τοιούτων, λέγω δὴ τῶν μὴ ὅλως ὑφεστώτων, δεῖ κατὰ γνῶσιν προηγήσασθαι τὴν κατάφασιν τῆς ἀποφάσεως, ἵνα εἰδείημεν καὶ τί ἐστιν ὃ ἀποφάσκομεν.
“并且肯定居先,正如存在之于非存在那样。” 他说“存在之于非存在”,也就是所有之于缺失。因为对于非存在之物,根本不可能有任何认知;我们甚至连关于它的否定也无法认知;因为如果我们不知道“人马”或“鹿山羊”意味着什么,我们便也无法认知关于它的否定。因此,即便在此类事物上——我指的是根本不曾实存的事物——肯定也必须在认知上先于否定,以便我们能够知道我们所否定的究竟是什么。
"Ἔτι ἀρχοειδεστέρα· ἄνευ γὰρ τῆς δεικνυούσης οὐκ ἔστιν ἡ στερητική." Τοῦτο τὸ αὐτό ἐστι τοῖς πρὸ αὐτοῦ. εἶπε γὰρ καὶ ἄνω ὡς ὅτι4 γνωριμώτερον δι’ οὗ δείκνυταί τι, δείκνυται δὲ οὐ διὰ τῆς ἀποφατικῆς ἡ καταφατική, ἀλλὰ διὰ ταύτης ἡ ἀποφατικὴ δείκνυται· ἀρχοειδεστέρα ἄρα ἡ καταφατική. καὶ πάλιν ἐφεξῆς, ὅτι προτέρα ἡ καταφατικὴ τῆς ἀποφατικῆς, ὥσπερ καὶ τὸ εἶναι τοῦ μὴ εἶναι.
“此外,它更具本原的性质;因为没有指明性的[肯定前提],否定[前提]便不存在。” 这与在此之前的内容是相同的。因为正如他前面也曾说过的,据以证明某物的东西是更可知的,但肯定[论证]并非通过否定[论证]被证明,反倒是否定[论证]通过肯定[论证]被证明;因此肯定[论证]更具本原的性质。而在紧接着的内容中,又说到肯定先于否定,正如存在先于非存在那样。
- 1.473Εἰ δὴ γνωριμώτερον δι’ οὗ δείκνυται καὶ πιστότερον
关系代词 διʼ οὗ 的先行词被省略,构成主语名词短语(“据以证明某物者”),而述语形容词 γνωριμώτερον 与 πιστότερον 之后省略了系词 ἐστί。
- 1.474ὥστε εἰ προτέρα μὲν καὶ γνωριμωτέρα
在开头的条件从句(εἰ τοίνυν αἱ μὲν τῶν συλλογισμῶν ἀρχαὶ αὗται...)及长插入解释之后,ὥστε εἰ 引导了复述性的条件前提,最终导向主句归结 κρείττων ἄρα ἡ καταφατικὴ ἀπόδειξίς ἐστιν。
- 1.475ὥσπερ καὶ τὸ εἶναι τοῦ μὴ εἶναι
承接前文 προτέρα 之比较含义的省略结构。τοῦ μὴ εἶναι 是由隐含的比较谓词(即“先于”)所支配的比较属格,意为“正如存在[先于]非存在那样”。
- 1.476εἶπε γὰρ καὶ ἄνω ὡς ὅτι
连词 ὡς 与 ὅτι 赘用,引导单一的名词从句(“……即”),这是晚期希腊语及注疏中常见的惯用法,用以引出前面亚里士多德所陈述的内容。
