- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:27.22-29.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了对有证明之事物进行非偶性认识的定义,并讨论了前提作为原因何以必须在“存在”与“所指”两方面都被预先知晓。进而,他梳理了“本性上的在先”与“相对于我们的在先”之区分,阐明“第一前提”即是事物的固有原理。
" Τὸ γὰρ ἐπίστασθαι, ὧν ἀπόδειξίς ἐστι, μὴ κατὰ συμβεβηκὸς τὸ ἔχειν ἀπόδειξίν ἐστιν.1" Εἰπὼν ὅτι, εἰ μὴ ἀναπόδεικτα εἴη τὰ πρῶτα ἐξ ὧν ἡ ἀπόδειξίς ἐστιν, οὐκ ἐπιστήσεται μὴ ἔχων καὶ τῶν πρώτων ἀπόδειξιν, αὐτὸ τοῦτο διὰ τούτων κατασκευάζει λέγων τί ποτέ ἐστι τὸ ἐπίστασθαι· ἐπίστασθαι γάρ ἐστι, φησί, τὸ ἔχειν τούτων ἀπόδειξιν μὴ κατὰ συμβεβηκὸς ἐφ’ ὧν δυνατὸν γενέσθαι ἀπόδειξιν. τὸ δὲ ὧν ἔστιν ἀπόδειξις προσέθηκεν, ἐπεί, ὡς ἤδη εἴπομεν, ἐπιστάμεθα καὶ τὰς κοινὰς ἐννοίας, ἀλλ’ οὐ τῷ ἔχειν αὐτῶν ἀπόδειξιν· κρείττων γὰρ ἢ κατὰ ἀπόδειξιν ἡ τούτων ἐπιστήμη. τὸ δὲ μὴ κατὰ συμβεβηκὸς προσέθηκεν, ὅτι ἐνδέχεται εἰδέναι μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, ὥσπερ ἡ ἐπιφάνεια λέγεται εἶναι ὁρατή, ἀλλ’ οὐ καθ’ αὑτήν, ἀλλ’ ᾗ συμβέβηκεν αὐτῇ τὸ χρῶμα τὸ καθ’ αὑτὸ ὁρατόν. καὶ τὴν σελήνην λεγόμεθα ἐπίστασθαι ὅτι σφαιρική, ἀλλ’ οὐ καθ’ αὑτήν, ἀλλ’ ᾗ συμβέβηκεν αὐτῇ τοιούσδε τοὺς φωτισμοὺς ἔχειν, ἔνθεν ὡς ἀπὸ ὑστέρων καὶ αἰτιατῶν ἐπὶ πρῶτα καὶ αἴτια ἀνεδράμομεν. ὁμοίως καὶ τὰς ψυχὰς ἀθανάτους φαμέν, διότι τοῖς κατοιχομένοις ἐναγίσματα γίνεται· οὐ γὰρ ἂν τοῦτο ἐγίνετο, εἴπερ ἅμα τῇ τοῦ σώματος διαλύσει εἰς τὸ μὴ ὂν αἱ ψυχαὶ ἀνελύοντο. ἀλλ’ αἱ τοιαῦται πᾶσαι δείξεις οὐκ ἐπιστημονικαὶ ἀλλ’ ἐκ συμβεβηκότων καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ τοῖς πράγμασιν ὑπαρχόντων· δεῖ δὲ τὰς ἀποδείξεις ἐκ τῶν καθ’ αὑτὰ τοῖς πράγμασιν ὑπαρχόντων περαίνεσθαι.
“因为对于凡有证明的事物而言,非偶性地认识它,就是拥有证明。” 在说明了若作为证明起点的第一前提不是不可证明的,人除非也拥有对这些第一前提的证明否则就不会具有科学知识之后,他便通过这些话论证了这一点,说明认识究竟是什么。他说:“因为认识,就是对于能够产生证明的事物而言,非偶性地拥有对它们的证明。”他之所以加上“对于凡有证明的事物而言”,是因为正如我们已经说过的,我们也认识公理(共同概念),但这并非凭借拥有对它们的证明;因为对这些公理的认识优于通过证明而获得的认识。而他之所以加上“非偶性地”,是因为人有可能不是依其自身而是依偶性地去认识,正如表面被称为是可见的,但不是依其自身,而是因为依其自身可见的颜色偶性地属于表面。我们也被说成是认识到月亮是球形的,但不是依其自身,而是由于它偶性地具有如此这般的光照,我们由此作为从后起的事物与结果追溯到第一的前提与原因。同样,我们也说灵魂是不朽的,因为人们会为死者举行祭奠;因为如果灵魂随着肉体的消解而一同归于非存在,这就决不会发生了。然而所有这类的论证都不是科学性的,而是出自偶性,不是出自依其自身属于事物本身的前提;但证明必须从依其自身属于事物本身的前提中来完成。
"Καὶ πρότερα, εἴπερ αἴτια καὶ προγινωσκόμενα οὐ μόνον τὸν ἕτερον τρόπον τῷ ξυνιέναι ἀλλὰ καὶ τῷ εἰδέναι ὅτι ἔστιν.2" Διὰ τοῦτο, φησίν, εἰρήκαμεν δεῖν πρότερα εἶναι, ἐπειδὴ καὶ αἴτια (τὰ γὰρ αἴτια προϋπάρχει τῶν αἰτιατῶν) καὶ ἔτι προγινώσκεσθαι ὀφείλοντα κατ’ ἀμφοτέρους τοὺς τῆς προγνώσεως τρόπους, ὅτι τε ἔστι γινωσκόντων ἡμῶν καὶ τί σημαίνει. σημειωτέον δὲ ἐνταῦθα ὅτι ἐν ἀρχαῖς εἰπὼν δεῖν τὰ ἀξιώματα κατὰ τὸ ὅτι ἔστι προγινώσκεσθαι μόνον, οὐ μὴν καὶ κατὰ τὸ τί σημαίνει, ἐνταῦθα κατὰ τοὺς δύο τρόπους φησὶ δεῖν ταῦτα προγινώσκεσθαι· πῶς γὰρ οἷόν τε εἰδέναι τόδε τι ὅτι ἔστι μὴ εἰδότα τὸ τί σημαίνει; καὶ διὰ τοῦτο καὶ ἐν ἀρχαῖς ἐλέγομεν ὅτι ὡς ὡμολογημένον τοῦτο παρῆκε.
“并且是更先的前提,既然它们是原因,且不仅以了解其含义这另一种方式、而且以知其存在的方式被预先知晓。” 他说:“正因如此,我们才说前提必须是更先的,既然它们既是原因(因为原因先于结果而存在),又必须以预先知晓的两种方式被预知,即我们既知其存在,又知其所指。”在此应当注意,虽然他在开头曾说公理只需就其存在而被预知,而无需就其所指被预知,但在此处他却说这些公理必须以这两种方式被预知;因为如果不知其所指,人又怎能知道某个事物存在呢?正因如此,我们在开头也曾说过,他是把这一点作为公认的事实而略过了。
"Πρότερα δ’ ἐστὶ καὶ γνωριμώτερα διχῶς καὶ τὰ ἑξῆς." Ἐπειδὴ ἐμνήσθη τοῦ προτέρου λέγων δεῖν ἐκ προτέρων καὶ προγινωσκομένων εἶναι τὴν ἀπόδειξιν, οὐκ ἔστι δὲ ἓν σημαινόμενον τοῦ προτέρου, βούλεται νῦν εἰπεῖν ποσαχῶς λέγεται τὸ πρότερον καὶ κατὰ ποῖον σημαινόμενον ἐνταῦθα τὸ πρότερον παρείληφε. καὶ λέγει ταὐτὰ ἅπερ πολλάκις εἴρηται, ὅτι κυρίως μέν ἐστι πρότερα καὶ γνωριμώτερα τὰ τῇ φύσει πρῶτα, τουτέστι τὰ καθόλου, ἅπερ ἡμῖν ἐστιν ὕστερα, καθ’ ἕτερον δὲ τρόπον πρότερα λέγεται ὡς πρὸς ἡμᾶς τὰ ἡμῖν πρώτως γινωσκόμενα, τουτέστι τὰ μερικά· πρώτως γὰρ κατ’ αἴσθησιν ἐνεργοῦντες ταῦτα πρώτως γινώσκομεν. εἰ τοίνυν ἐκ τῶν τῇ φύσει πρώτων δεῖ τὸν ἀποδεικτικὸν συλλογισμὸν γίνεσθαι, πρῶτα ἄρα ἐνταῦθα παρείληπται οὐ τὰ ἡμῖν πρῶτα καὶ γνωριμώτερα ἀλλὰ τὰ τῇ φύσει. καὶ ἀντικείμενα ταῦτα ἀλλήλοις· τὸ γὰρ τῇ φύσει σαφὲς καὶ πρῶτον ἡμῖν ὕστερον καὶ ἀσαφέστερον, τὸ δὲ τῇ φύσει ἀσαφέστερον καὶ ὕστερον πρὸς ἡμᾶς πρότερον καὶ σαφέστερον.
“但更先且更可知的事物有两重含义,等等。” 由于他提到更先的前提,说证明必须出自更先且被预先知晓的前提,而“更先”的含义并不止一种,所以他现在想要说明“更先”有多少种说法,以及他是按照哪种含义在此采用“更先”的。他说出了常常被提及的那些话:严格说来,在本性上在先的事物,即普遍的事物,才是更先且更可知的,而这些事物对我们而言则是更后的;但以另一种方式,相对于我们而言首先被认识的事物,即个别的事物,被称为更先的;因为我们在感觉上首先活动,便首先认识了这些事物。因此,如果证明的三段论必须出自本性上在先的前提,那么在此采用的第一前提就不是对我们而言在先且更可知的,而是在本性上在先的。而且这两者是相互对立的;因为在本性上清晰且在先的事物,对我们而言则是更后且更不清晰的;而本性上更不清晰且更后的事物,相对于我们而言则是更先且更清晰的。
"Ἐκ πρώτων δ’ ἐστὶ τὸ ἐξ ἀρχῶν οἰκείων· ταὐτὸν γὰρ λέγω πρῶτον καὶ ἀρχήν." Τοῦτο ἤδη εἶπε καὶ ἀνωτέρω. ἀλλ’ ἐπεὶ μεταξὺ διαίρεσιν τοῦ προτέρου ἐποιήσατο, ἐπανέλαβε τὸν λόγον, καὶ σαφέστερον ἐξηγεῖται πῶς λέγει τὴν ἀπόδειξιν ἐκ πρώτων δεῖν εἶναι, καὶ τίνα ποτέ ἐστι τὰ πρῶτα ταῦτα. ἐκ πρώτων γάρ, φησί, λέγω τὸ ἐξ ἀρχῶν οἰκείων· πρώτη γὰρ ἡ ἀρχὴ τούτου οὗ ἐστιν ἀρχή. τίνες δέ εἰσιν αἱ ἀποδεικτικαὶ ἀρχαί, ἐπήγαγεν.
“‘出自第一前提’也就是‘出自固有原理’;因为我把第一前提与原理视作同一事物。” 这在上面他已经说过了。但由于他在中间作了关于“更先”的区分,所以他重新接续了这一论述,并更加清晰地解释了他如何说证明必须出自第一前提,以及这些第一前提究竟是什么。因为他说:“所谓‘出自第一前提’,我是指‘出自固有原理’;因为原理相对于它作为其原理的那个事物而言,乃是第一的。”至于证明的原理究竟是什么,他在下文中接着讲道。
- 1.28Τὸ γὰρ ἐπίστασθαι, ὧν ἀπόδειξίς ἐστι, μὴ κατὰ συμβεβηκὸς τὸ ἔχειν ἀπόδειξίν ἐστιν.
关系从句 ὧν ἀπόδειξίς ἐστι (其中关系代词 ὧν 为从属于 ἀπόδειξις 的属格)省略了宾格先行词(如 ταῦτα),充当不定式 ἐπίστασθαι 的宾语。短语 μὴ κατὰ συμβεβηκός 位于 ἐπίστασθαι 与表语不定式短语 τὸ ἔχειν ἀπόδειξίν 之间;正如斐洛庞诺在后文中的转述(τὸ ἔχειν τούτων ἀπόδειξιν μὴ κατὰ συμβεβηκός)所示,该介词短语既直接限定表语“非偶性地拥有证明”,又界定了主语所言之“真正的认识而非偶性的认识”。
- 1.29οὐ μόνον τὸν ἕτερον τρόπον τῷ ξυνιέναι ἀλλὰ καὶ τῷ εἰδέναι ὅτι ἔστιν
宾格短语 τὸν ἕτερον τρόπον 是表示方式的副词性宾格。其后带冠词的不定式与格 τῷ ξυνιέναι 和 τῷ εἰδέναι ὅτι ἔστιν 充当方式或说明的与格,以同位语的方式具体说明预先知晓的两种方式。
