- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:288.10-289.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明亚里士多德关于双否定前提不能得出推论的论述(86b10)是对前述论证的理由说明,进而解释了推论定理(86b12):当否定推论通过插入中项而被密化扩展时,只有肯定前提会增多,而否定前提在整个推论中始终只有一个。
" Ἔτι ἐπειδὴ δέδεικται ὅτι ἀδύνατον ἀμφοτέρων οὐσῶν στερητικῶν τῶν προτάσεων γίνεσθαι συλλογισμὸν καὶ τὰ ἑξῆς." Τοῦτο οὐχ ὡς ἕτερον ἐπιχείρημα τίθησι παρὰ τὸ πρὸ αὐτοῦ, ἀλλ’ ὡς ὂν κατασκευαστικὸν ὅτι διὰ τοῦτο ἡ μὲν ἀποφατικὴ δεῖται τῆς καταφατικῆς, ἡ δὲ καταφατικὴ οὐ δεῖται τῆς ἀποφατικῆς, ὅτι δέδεικται ὅτι ἐξ ἀποφατικῶν μόνων προτάσεων οὐδέποτε γίνεται συλλογισμός. διὸ καὶ εἰπὼν ἔτι ἐπειδὴ δέδεικται οὐκ ἀνταπέδωκε πρὸς τὸ ἐπειδή, ὡς ἂν αἰτιολογικῶς εἰρημένου τοῦ ἐπειδὴ πρὸς τὰ πρὸ αὐτοῦ.1
“此外,由于已经证明,当两个前提都是否定时,不可能产生推论,等等。” 他提出这一点,并非作为独立于前一论证的另一论证,而是作为确立以下结论的根据:正是因此,否定论证需要肯定论证,而肯定论证不需要否定论证,因为已经证明,仅从否定前提绝不可能产生推论。因此,虽然他说了“此外,由于已经证明”,却并未对“由于”给出主句呼应,仿佛这个“由于”是作为原因针对其前的事物而说的。
"Ἔτι πρὸς τούτῳ δεῖ τόδε λαβεῖν· τὰς μὲν γὰρ κατηγορικὰς αὐξανομένης τῆς ἀποδείξεως ἀναγκαῖον γίνεσθαι πλείους καὶ τὰ ἑξῆς." Τοῦτο οὔτε ἐπιχείρημά ἐστιν, οὔτ’ ἐμοὶ δοκεῖ ὡς συμβαλλόμενόν τι εἰς τὰ προκείμενα τεθεῖσθαι, ἀλλ’ ὥσπερ πόρισμά τι ἐκ τῶν εἰρημένων ἀναφανέν. ἔστι δὲ ἀξιολογώτατον τὸ θεώρημα. ἔστι δὲ τοιοῦτον. ἐὰν συλλογισμός, φησίν, ὑπάρχῃ ἀποφατικός, εἶτα δέον ᾖ τὰς προτάσεις κατασκευάσαι παρεντιθεμένων μεταξὺ ἑκατέρᾳ ὅρων, εἶτα πάλιν τὰς ἐκείνου τοῦ συλλογισμοῦ ἐγκατασκευάσαι προτάσεις, καὶ τοῦτο ἐπὶ πολὺ γίνεται καταπυκνουμένων μέσοις ὅροις τῶν προτάσεων,2 οὐχ ὡς ἄν τις ὑπολάβοι, ὁμοίως αἵ τε καταφατικαὶ αὔξονται προτάσεις καὶ αἱ ἀποφατικαί, ἀλλὰ μόναι μὲν αὔξονται αἱ καταφατικαί, αἱ δὲ ἀποφατικαὶ οὐκέτι· ἐν παντὶ γὰρ ἀποφατικῷ συλλογισμῷ, ἐφ’ ὅσον ἂν καταπυκνωθῶσιν αἱ προτάσεις, ἀδύνατὸν πλέον μιᾶς ἀποφατικῆς γενέσθαι πρότασιν. ὅπερ δοκεῖ παράδοξον εἶναι· ἀεὶ γὰρ ἐν τῇ ἀποφατικῇ προτάσει ἐμβαλλομένου μέσου ὅρου ἡ μείζων ἀποφατικὴ γίνεται. οἷον εἰ τὸ μὲν Α μηδενὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ, ὅτι ἡ ΒΓ πρότασις καταπυκνουμένη μόνας καταφατικὰς ποιεῖ τὰς προτάσεις, πρόδηλον. ἡ δὲ ἀποφατικὴ οὐκέτι· εἰ γὰρ θελήσω δεῖξαι ὅτι οὐδενὶ τῷ Β τὸ Α διὰ μέσου τοῦ Δ, ἀνάγκη λαβεῖν ὅτι τὸ Α οὐδενὶ τῷ Δ ὑπάρχει, τὸ δὲ Δ παντὶ τῷ Β ὑπάρχει· πάλιν ἐὰν δέῃ δεῖξαι ὅτι τὸ Α οὐδενὶ τῷ Δ διὰ μέσου τοῦ Ε, ἀνάγκη τὸ Α μηδενὶ τῷ Ε ὑπάρχειν, καὶ οὕτως ἐφεξῆς. πῶς οὖν φησι μὴ πλείους μιᾶς γίνεσθαι τὰς ἀποφάσεις; λέγω οὖν ὅτι καλῶς προσέθηκεν ἐν ἅπαντι συλλογισμῷ. ἐὰν γὰρ συνθῶμεν ὅλας τὰς προτάσεις καὶ ποιήσωμεν ἕνα συλλογισμόν, μία μόνη εὑρίσκεται ἡ ἀποφατική, ὅτι τὸ Α οὐδενὶ τῷ Ε, τὸ Ε παντὶ τῷ Δ, τὸ Δ παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α ἄρα οὐδενὶ τῷ Γ. ὥστε ἡ μὲν ἀποφατικὴ μία, αἱ δὲ λοιπαὶ πᾶσαι καταφατικαί. ὥστε πᾶς ἀποφατικὸς συλλογισμός, εἴτε ἁπλοῦς εἴτε σύνθετος, μίαν ἔχει ἀποφατικὴν πρότασιν· ἀλλ’ ὁ μὲν ἁπλοῦς καὶ καταφατικὴν μίαν, ὁ δὲ σύνθετος πλείους τὰς καταφατικάς. ὅπερ δὲ ἐπὶ τοῦ πρώτου σχήματος συμβαίνει, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν συμβαίνει· πυκνουμένων τῶν συλλογισμῶν μία μὲν ἀποφατικὴ ἔσται, αἱ δὲ λοιπαὶ πᾶσαι καταφατικαί.
“除此以外,还应当把握这一点:因为随着论证的扩展,肯定[前提]必然变多,等等。” 这既不是一个论证,在我看来也不是作为对当下面对的论题有所助益而提出的,而是作为从已言之物中显露出的某种推论。然而这一命题是极值得注意的。它是这样的:他说,如果存在一个否定推论,接着需要通过在每一前提之间插入词项来确立这些前提,接着又需要确立那个推论的前提,并且随着前提被中项所密化,这一过程持续进行,那么并不像人们可能设想的那样,肯定前提与否定前提同等地增加;相反,唯有肯定前提增加,否定前提却不再增加;因为在任何否定推论中,无论前提被密化到何种程度,都不可能产生多于一个否定前提。这似乎是自相矛盾的;因为每当中项被插入否定前提时,大前提总是变为否定的。例如,如果Α不属于任何Β,而Β属于所有Γ,显然ΒΓ前提被密化时仅产生肯定前提。但否定前提却不再如此;因为如果我想通过中项Δ表明Α不属于任何Β,就必须假定Α不属于任何Δ,而Δ属于所有Β;再次,如果需要通过中项Ε表明Α不属于任何Δ,Α就必然不属于任何Ε,以此类推。那么他为何说否定前提不会变得多于一个呢?因此我说,他加上“在任何推论中”是恰当的。因为如果我们把所有的前提结合起来做成一个推论,就会发现只有一个否定前提:即Α不属于任何Ε,Ε属于所有Δ,Δ属于所有Β,Β属于所有Γ,因此Α不属于任何Γ。所以否定前提只有一个,其余全都是肯定的。因此,每一个否定推论,无论是简单的还是复合的,都只有一个否定前提;但简单的推论也只有一个肯定前提,复合的推论则有较多的肯定前提。而在第一格中所发生的事情,在其余各格中亦同样发生:随着推论被密化,否定前提将只有一个,其余全都是肯定的。
- 1.471οὐκ ἀνταπέδωκε πρὸς τὸ ἐπειδή, ὡς ἂν αἰτιολογικῶς εἰρημένου τοῦ ἐπειδὴ πρὸς τὰ πρὸ αὐτοῦ
οὐκ ἀνταπέδωκε 意为“没有给出主句呼应/相对应的后件”。针对亚里士多德在文中以 Ἔτι ἐπειδὴ δέδεικται(以从属连词 ἐπειδή)开头却看似缺失主句而转向下一主题的句法现象,斐洛庞努斯解释称,该 ἐπειδή 从句并非引导一个新的大周期句,而是对其前讨论(86b7ff.)作原因性说明(αἰτιολογικῶς),因此无需后件呼应。ὡς ἂν ... εἰρημένου 为表示缘由的独立属格。
- 1.472ἐὰν συλλογισμός, φησίν, ὑπάρχῃ ἀποφατικός, εἶτα δέον ᾖ τὰς προτάσεις κατασκευάσαι παρεντιθεμένων μεταξὺ ἑκατέρᾳ ὅρων, εἶτα πάλιν τὰς ἐκείνου τοῦ συλλογισμοῦ ἐγκατασκευάσαι προτάσεις, καὶ τοῦτο ἐπὶ πολὺ γίνεται καταπυκνουμένων μέσοις ὅροις τῶν προτάσεων
由 ἐὰν ... ὑπάρχῃ 引导的长条件从句结构。δέον ᾖ 为非人称分词 δέον 与虚拟式 ᾖ 构成的迂回式虚拟语气(“如果需要……”)。παρεντιθεμένων ... ὅρων 与 καταπυκνουμένων ... τῶν προτάσεων 均为表示伴随手段或情况的独立属格。句子的主句从 οὐχ ὡς ἄν τις ὑπολάβοι ... αὔξονται ... ἀλλὰ μόναι μὲν αὔξονται αἱ καταφατικαί 开始,核心为对比结构(οὐχ ... ἀλλά)。
