← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§287.4-288.9

较少前提论证的优越性及其依据

注释亚里士多德《后分析篇》86a34–86b7,通过在先词项具有更高熟知性来阐释出自较少前提和中项的论证更为优越这一普遍命题的依据,并将该原则应用于肯定论证优于否定论证的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.466

" Ἡ ἐξ ἐλαττόνων αἰτημάτων ἢ ὑποθέσεων ἢ προτάσεων." Τουτέστιν εἴτε αἰτήματα εἶεν αἱ προτάσεις εἴτε ὑποθέσεις εἴτε τι ἄλλο, ἁπλῶς ἡ ἐξ ἐλαττόνων προτάσεων κρείττων τῆς ἐκ πλειόνων, τῶν ἄλλων τῶν αὐτῶν ὄντων, τουτέστιν ἵνα ὁμοίως γνώριμοι πᾶσιν εἶεν, ἢ ἔνδοξοι ἢ ἀποδεικτικαί, ἢ ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων ὁμοίως εἰλημμέναι ἢ τῶν καθ’ αὑτά, καὶ ὅσα ἄλλα ταῖς προτάσεσιν ὑπάρχει. τούτων οὖν τῶν αὐτῶν ὄντων κρείττων ἡ ἐξ ἐλαττόνων μέσων τε ὅρων καὶ προτάσεων τῆς διὰ πλειόνων.

“出自较少的要求或假设或前提的[论证]。” 也就是说,无论前提是要求、假设还是别的什么,在其他条件相同的情况下,简单地说,出自较少前提的论证优于出自较多前提的论证;也就是说,在它们对于所有人同样熟知,或者[同样]公认或具论证性,或者同样取自偶性归属或本质归属,以及凡是属于前提的一切其他特征都相同的意义上。因此,在这些条件相同的情况下,出自较少中项和前提的论证优于通过较多者的论证。

§1.467

"Λόγος δὲ τῆς προτάσεως, ὅτι βελτίων ἡ ἐξ ἐλαττόνων, καθόλου ὅδε." Λόγος, τουτέστιν αἰτία καὶ ἀπόδειξις τοῦ τὰς ἐξ ἐλαττόνων κρείττους εἶναι1 τῶν ἄλλων τῶν αὐτῶν ὄντων.

“关于出自较少者[的论证]更为优越这一前提的理由,普遍而言如下。” 理由,也就是说,在其他条件相同的情况下,出自较少者的论证更为优越的原因和证明。

§1.468

"Τὰ δὲ πρότερα γνωριμώτερα." Εἰ γὰρ θελήσομεν δεῖξαι ὅτι τὸ ἔμψυχον ὑπάρχει τῷ ἀνθρώπῳ, ὄντων μεταξὺ τοῦ ζῴου, τοῦ λογικοῦ, γνωριμώτερόν ἐστι τὸ ὑπάρχειν τὸ ζῷον τῷ λογικῷ ἤπερ τῷ ἀνθρώπῳ· διὰ γὰρ τοῦ ὑπάρχειν τὸ ζῷον τῷ λογικῷ δείκνυται ὅτι καὶ τῷ ἀνθρώπῳ ὑπάρχει τὸ ζῷον· γνωριμώτερον δὲ τὸ δι’ οὗ τοῦ δι’ ἐκείνου γνωσθέντος.

“而在先的事物更为熟知。” 因为如果我们想要表明“有生命的”属于“人”,在其间有“动物”和“理性的”,那么“动物”属于“理性的”比起它属于“人”更为熟知;因为正是通过“动物”属于“理性的”,才表明“动物”亦属于“人”;而作为知晓中介的事物,比起通过它而被知晓的事物更为熟知。

§1.469

"Ὁμοίως δὲ ἔχει τὸ ὅτι τὸ Α τῷ Δ ὑπάρχει καὶ τὸ Α τῷ Ε." Ὁμοίως, τουτέστι διὰ μέσων ἴσων· ὥσπερ γὰρ τὸ Α τῷ Δ ἐδείχθη διὰ τῶν Β, Γ,2 οὕτω τὸ Α τῷ Ε διὰ τῶν Ζ, Η· ὑπόκειται δὲ καὶ ὁμοίως γνώριμα τὰ μέσα. εἰ οὖν ὁμοίως γνώριμον ὅτι τὸ Α τῷ Ε διὰ τῶν Ζ, Η τῷ ὅτι τὸ Α τῷ Δ διὰ τῶν Β, Γ, γνωριμώτερον δὲ τὸ ὅτι τὸ Α τῷ Δ διὰ τῶν Β, Γ ἢ τὸ Α τῷ Ε διὰ τῶν Β, Γ, Δ, καὶ τὸ Α ἄρα τῷ Ε διὰ τῶν Ζ, Η γνωριμώτερον τοῦ ὅτι τὸ Α τῷ Ε διὰ τῶν Β, Γ, Δ· δι’ ἐλαττόνων δὲ ἐκεῖνο, τῶν Ζ, Η· τὸ δι’ ἐλαττόνων ἄρα γνωριμώτερον.

“Α属于Δ与Α属于Ε处于相似的关系中。” 处于相似的关系中,也就是通过相等的中项;因为正如Α通过Β、Γ被证明属于Δ,Α亦同样通过Ζ、Η被证明属于Ε;并且假定这些中项亦同样熟知。因此,如果Α通过Ζ、Η属于Ε对于Α通过Β、Γ属于Δ而言是同样熟知的,而Α通过Β、Γ属于Δ比起Α通过Β、Γ、Δ属于Ε更为熟知,那么Α通过Ζ、Η属于Ε比起Α通过Β、Γ、Δ属于Ε亦更为熟知;而前者是通过较少者,即通过Ζ、Η;因此,通过较少者更为熟知。

§1.470

"Ἀμφότεραι μὲν οὖν διά τε ὅρων τριῶν καὶ προτάσεων δύο δείκνυνται, ἀλλ’ ἡ μὲν εἶναί τι λαμβάνει, ἡ δὲ καὶ εἶναι καὶ μὴ εἶναί τι." Δείξας καθόλου ὅτι ἡ δι’ ἐλαττόνων,3 καὶ μὴ προσθεὶς εἴτε τῷ ἀριθμῷ ἐλαττόνων εἴτε τῷ εἴδει, ἀλλ’ ἁπλῶς ὅτι ἡ δι’ ἐλαττόνων τῶν ἄλλων τῶν αὐτῶν ὄντων βελτίων ἐστί, νῦν ἐπὶ αὐτοῦ τοῦ προκειμένου μεταφέρει τὸν λόγον, ὅτι ἡ μὲν ἀποφατικὴ καὶ διὰ καταφατικῶν καὶ δι’ ἀποφατικῶν δείκνυται, ἡ δὲ καταφατικὴ διὰ μόνων καταφατικῶν. ὥστε εἰ διὰ πλειόνων ἡ ἀποφατική, κρείττων ἄρα ἡ καταφατική.

“因此两者都是通过三个词项和两个前提被证明的,但一者假定某物存在,另一者则既假定存在又假定某物不存在。” 在普遍地表明了通过较少者的论证——并未补充是在数量上较少还是在种上较少,而是简单地表明在其他条件相同的情况下,通过较少者的论证更为优越——之后,他现在将论述转到当下的论题本身,即否定论证是通过肯定前提和否定前提两者被证明的,而肯定论证仅通过肯定前提被证明。所以,如果否定论证是通过较多者,那么肯定论证便更为优越。

语法注3 条
  1. 1.467τοῦ τὰς ἐξ ἐλαττόνων κρείττους εἶναι

    带冠词的不定式短语(τοῦ ... εἶναι)采用属格形式,作为同格或说明性属格,用以具体说明先行名词短语 αἰτία καὶ ἀπόδειξις 的内容。不定式的逻辑主语是宾格冠词 τὰς(省略了 ἀποδείξεις)。

  2. 1.469τῷ ὅτι τὸ Α τῷ Δ διὰ τῶν Β, Γ

    与格的名词性从句(τῷ ὅτι...)与谓语形容词短语 ὁμοίως γνώριμον 结合,表示同等比较的标准(“与……同样熟知”)。其后省略了从上下文可补足的谓语(如 ὑπάρχει 等)。

  3. 1.470Δείξας καθόλου ὅτι ἡ δι’ ἐλαττόνων

    在由分词 Δείξας 引导的 ὅτι 从句中,名词化的介词短语 ἡ δι’ ἐλαττόνων(修饰省略的 ἀπόδειξις)作主语,其谓语(如 βελτίων ἐστίν)被省略,需从紧随其后的平行从句 ἀλλ’ ἁπλῶς ὅτι ... βελτίων ἐστί 中补出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:287.4-288.9