← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§285.26-287.3

肯定论证优于否定论证的证明

斐洛波诺斯进而讨论第二个论题,即肯定(直证)论证优于否定(欠如)论证:他首先确立了在其他条件相同时使用较少中项的论证更为优越的原则,进而指出否定论证在种上需要比肯定论证更多的前提(既有肯定亦有否定)并且依赖肯定论证,从而确立了肯定论证的优越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.465

" Ὅτι δ’ ἡ δεικτικὴ τῆς στερητικῆς, ἐντεῦθεν δῆλον.1 ἔστω γὰρ αὕτη ἡ ἀπόδειξις βελτίων τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων.2" Πληρώσας τὸ πρότερον τῶν προβλημάτων μέτεισι νῦν ἐπὶ τὸ δεύτερον, λέγω δὴ ὅτι κρείττων ἡ καταφατικὴ τῆς ἀποφατικῆς. δείκνυσι δὲ τοῦτο τοῦτον τὸν τρόπον. ἐάν, φησί, δύο ὦσιν ἀποδείξεις, ᾖ δὲ ἡ μὲν διὰ πλειόνων μέσων συμπερανθεῖσα ἡ δὲ ἑτέρα δι’ ἐλαττόνων μέσων, τῶν ἄλλων τῶν αὐτῶν ὄντων ἡ δι’ ἐλαττόνων κρείττων ἐστὶ τῆς διὰ πλειόνων. τῶν ἄλλων δὲ τῶν αὐτῶν ὄντων προσέθηκε, τουτέστιν ὁμοίως ὄντων γνωρίμων τῶν ἐν ἀμφοτέραις ταῖς ἀποδείξεσι μέσων· εἰ γὰρ ἡ διὰ πλειόνων μέσων γνωριμωτέρους ἔχει τοὺς μέσους τῆς δι’ ἐλαττόνων, ἡ διὰ τῶν γνωριμωτέρων κρείττων. ὁμοίως δὲ ὄντων γνωρίμων ἡ δι’ ἐλαττόνων μέσων αἱρετωτέρα· μᾶλλον γὰρ ἐγγυτέρω ἐστὶ τῆς τοῦ νοῦ ἐνεργείας. εἰ γὰρ ἡ νοερὰ ἐνέργεια κρείττων τῆς συλλογιστικῆς, ἡ δὲ νοερὰ ἀμέσως τοῖς νοητοῖς ἐπιβάλλεται, δῆλον ἄρα ὅτι καὶ τῆς συλλογιστικῆς ἡ δι’ ἐλαττόνων μέσων ὡς ἐγγίζουσα τῇ ἀμέσῳ γνώσει μᾶλλον ἂν εἴη κρείττων. οἷον εἰ τὸ Α βουλόμεθα ἀποδεῖξαι τῷ Ε ὑπάρχον, δείκνυται δὲ ποτὲ μὲν διὰ μέσων τῶν Β, Γ, Δ, ποτὲ δὲ δι’ ἐλαττόνων, τῶν Ζ, Η, ἡ διὰ τῶν Ζ, Η ἅτε δι’ ἐλαττόνων μέσων οὖσα κρείττων ἔσται τῆς διὰ τῶν Β, Γ, Δ. ὅτι δὲ κρείττων, δῆλον ἐντεῦθεν. τῶν μέσων ὅρων ἀεὶ οἱ πρότεροι γνωριμώτεροι· οἷον ἐφεξῆς ὅρων ὄντων τοῦ Α, Β, Γ, Δ, Ε καὶ τοῦ Α ἐφεξῆς ἁπάντων κατηγορουμένου τὸ ἐγγύτερον τοῦ Α γνωριμώτερον· γνωριμώτερον γὰρ ὅτι τὸ Α τῷ Β ὑπάρχει ἢ ὅτι τοῖς ἐφεξῆς, καὶ πάλιν ὅτι τὸ Α τῷ Γ ἢ ὅτι τῷ Δ καὶ τῷ Ε, καὶ πάλιν ὅτι τὸ Α τῷ Δ ἢ ὅτι τὸ Α τῷ Ε. ἔστωσαν δὲ ὅροι ἔμψυχον, ζῷον, λογικόν, ἄνθρωπος. εἰ οὖν αἱ διὰ τῶν πρώτων μέσων ἀποδείξεις γνωριμώτεραι, αἱ δὲ διὰ τῶν γνωριμωτέρων κρείττους, κρείττων ἄρα ἀπόδειξις ἡ δεικνύουσα ὅτι τὸ Α τῷ Δ ὑπάρχει διὰ τοῦ 〈Β,〉 Γ τῆς ὅτι τὸ Α τῷ Ε ὑπάρχει διὰ τοῦ 〈Β, Γ,〉 Δ. ὡς οὖν ἔχει ἡ ΑΔ διὰ τοῦ Β, Γ, οὕτως ἔχει καὶ ἡ ΑΕ διὰ τοῦ Ζ, Η· ἴσοι γὰρ οἱ μέσοι. ἡ δὲ ΑΔ τῆς ΑΕ κρείττων· καὶ ἡ ΑΕ ἄρα ἡ διὰ τοῦ Ζ, Η τῆς ΑΕ τῆς διὰ τοῦ Β, Γ, Δ κρείττων ἔσται. εἰ οὖν ἡ δι’ ἐλαττόνων μέσων κρείττων τῆς διὰ πλειόνων, εἰ δειχθείη ὅτι ἡ ἀποφατικὴ διὰ πλειόνων ἤπερ ἡ καταφατική, χείρων ἂν εἴη τῆς καταφατικῆς ἡ ἀποφατική· πλείους δὲ λέγω οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει.3 οἷον εἰ ἀποφατικὸς συλλογισμὸς εἴη ὅτι τὸ μὲν Α τῷ Β οὐδενί, τὸ δὲ Β παντὶ τῷ Γ, εἶτα δέοι ἑκατέραν τῶν προτάσεων κατασκευάσαι, ἡ μὲν καταφατικὴ διὰ καταφατικῶν τῶν μέσων δειχθήσεται, ἡ δὲ ἀποφατικὴ δι’ ἀποφατικῆς καὶ καταφατικῆς. διὰ πλειόνων ἄρα τῷ εἴδει ἡ ἀποφατικὴ ἤπερ ἡ καταφατικὴ δείκνυται· ὥστε κρείττων ἂν εἴη τῆς ἀποφατικῆς ἡ καταφατική. καὶ ἄλλως· ἡ αὐτάρκης καὶ μηδενὸς ἑτέρου δεομένη εἰς τελείωσιν κρείττων ἐστὶ τῆς καὶ ἄλλου δεομένης· ἡ μὲν οὖν καταφατικὴ οὐδενὸς ἄλλου δεῖται ἀλλ’ αὐτὴ δι’ αὑτῆς δείκνυται· ἡ δὲ ἀποφατικὴ δεῖται τῆς καταφατικῆς· οὐδέποτε γὰρ ἄνευ καταφάσεως ἀπόφασις δείκνυται· οὐδὲν γὰρ ἐκ μόνων ἀποφατικῶν δείκνυται. ὥστε καὶ ταύτῃ κρείττων ἂν εἴη ἡ καταφατικὴ τῆς ἀποφατικῆς.

“直证论证[优于]否定论证,由此显而易见。因为假定在其他条件相同的情况下,此一论证更为优越。” 在完成了前一个论题之后,他现在转向第二个论题,我指的是肯定论证优于否定论证。他通过如下方式证明这一点。他说,如果有两项论证,一项是通过较多的中项得出结论,另一项则是通过较少的中项得出结论,那么在其他条件相同的情况下,通过较少中项的论证优于通过较多中项的论证。而他加上“在其他条件相同的情况下”,也就是指在两项论证中的中项同样熟知的情况下;因为如果通过较多中项的论证比起通过较少中项的论证具有更为熟知的中项,那么通过更为熟知之项的论证就更为优越。但在同样熟知的情况下,通过较少中项的论证更为可取;因为这更接近理智的活动。因为如果理智活动优于推论活动,而理智活动是无媒介地直接把握可知觉理会者,那么显然在推论活动中,通过较少中项的论证由于接近无媒介的认识,亦应当更为优越。例如,如果我们想要证明Α属于Ε,它有时通过中项Β、Γ、Δ被证明,有时通过较少的中项Ζ、Η被证明,那么通过Ζ、Η的论证由于是通过较少的中项,将优于通过Β、Γ、Δ的论证。而它更为优越,由下述理由显而易见。在中项中,在先的词项总是更为熟知;例如,当Α、Β、Γ、Δ、Ε是相继的词项,并且Α相继被述及所有这些词项时,更接近Α的词项更为熟知;因为Α属于Β比属于相继之项更为熟知,而Α属于Γ又比属于Δ和Ε更为熟知,Α属于Δ又比Α属于Ε更为熟知。且设这些词项为有生命的、动物、理性的、人。因此,如果通过第一批中项的论证更为熟知,而通过更为熟知之项的论证更为优越,那么通过[Β、]Γ证明Α属于Δ的论证,便优于通过[Β、Γ、]Δ证明Α属于Ε的论证。因此,正如通过Β、Γ的ΑΔ具有那样的关系,通过Ζ、Η的ΑΕ亦同样如此;因为它们的中项在数量上相等。而ΑΔ优于ΑΕ;因此,通过Ζ、Η的ΑΕ亦将优于通过Β、Γ、Δ的ΑΕ。因此,如果通过较少中项的论证优于通过较多中项的论证,并且如果能够表明否定论证比起肯定论证是通过更多的东西[来进行证明],那么否定论证便劣于肯定论证;但我说“更多的”不是指在数量上,而是在种上。例如,如果有一个否定三段论,即“Α不属于任何Β,而Β属于所有Γ”,接着需要确立各个前提,那么肯定前提将通过肯定的中项被证明,而否定前提则将通过否定前提和肯定前提被证明。因此,否定论证在种上是通过比肯定论证更多的东西被证明的;所以肯定论证优于否定论证。再者,按另一种方式:自足且不需要任何别的事物以达至完满的论证,优于亦需要别的事物的论证;肯定论证不需要任何别的事物,而是自身通过自身被证明;否定论证则需要肯定论证;因为若没有肯定命题,否定命题绝不可能被证明;因为仅从否定的前提没有任何东西能被证明。因此在此一方面,肯定论证亦优于否定论证。

语法注3 条
  1. 1.465Ὅτι δ’ ἡ δεικτικὴ τῆς στερητικῆς, ἐντεῦθεν δῆλον.

    在引文句首,充当谓语的比较级表述(βελτίων 或 κρείττων ἐστίν)被省略。依据前文比较不同论证优劣的语境以及紧随其后的 ἔστω γὰρ αὕτη ἡ ἀπόδειξις βελτίων 进行补充理解。

  2. 1.465τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων

    属格独立结构,起条件从句的作用,相当于拉丁语的 ceteris paribus(“在其他条件相同的情况下”)。注释者自己在紧接着的句子中将其改述为 τουτέστιν ὁμοίως ὄντων γνωρίμων τῶν ἐν ἀμφοτέραις ταῖς ἀποδείξεσι μέσων(“也就是指在两项论证中的中项同样熟知的情况下”)。

  3. 1.465πλείους δὲ λέγω οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει.

    宾格复数 πλείους(πλείονας 的缩约形式)承接前文的 διὰ πλειόνων,作为动词 λέγω 的直接宾语,意为“我所说的‘更多[的前提/媒介项]’”。在上下文中,它指代前提命题种类的多少(仅仅是肯定前提,还是兼具肯定与否定前提)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:285.26-287.3