← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§284.5-285.25

更接近第一本原的中项与普遍论证的优越性

斐洛波诺斯解释了亚里士多德关于使用更接近第一本原的中项之论证更为优越的论点,指出此处‘普遍’指的是词项外延的广度而非量词。接着他阐明为何此前给出的某些论据被斥为‘逻辑性的’(一般的),并说明了普遍论证真正根本的优越性根据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.463

" Ἔτι δὲ ὧδε. τὸ γὰρ καθόλου μᾶλλον δεικνύναι ἐστὶ τὸ διὰ μέσου δεικνύναι ἐγγυτέρω ὄντος τῆς ἀρχῆς." Ἕτερον ἐπιχείρημα. εἰ πᾶσα ἀπόδειξις ἐξ ἀρχῶν, κυριώταται δὲ τῶν ἀρχῶν αἱ πρώτισται ἀρχαί (ὁ μὲν γὰρ ἐκείνας εἰδὼς καὶ τὰς ὑπ’ αὐτὰς οἶδεν· ὁ γὰρ τὸ καθόλου εἰδώς, ὥσπερ εἴπομεν, οἶδε καὶ τὸ κατὰ μέρος· ὁ δὲ τοῦτο εἰδὼς οὐ πάντως καὶ τὸ καθόλου οἶδε), κυριωτάτη ἄρα ἀπόδειξις ἡ ἐκ τῶν πρωτίστων ἀρχῶν καὶ αἰτίων. αἱ δὲ διὰ τῶν καθόλου ἀποδείξεις τοὺς μέσους μᾶλλον ἔχουσιν ἐγγίζοντας ταῖς πρώταις ἀρχαῖς. ὥστε εἰ αὗται μάλιστα ἀποδείξεις εἰσὶν αἱ ἐκ τῶν πρωτίστων ἀρχῶν, δῆλον ὅτι καὶ αἱ ἐκ τῶν ἐγγυτάτων τῶν πρωτίστων μᾶλλον ἂν εἶεν ἀποδείξεις τῶν μὴ ἐκ τοιούτων. ὅσῳ δὲ καθολικώτεραί εἰσιν αἱ ἀποδείξεις, τοσούτῳ μᾶλλον ἐγγίζουσιν οἱ μέσοι ταῖς πρώταις ἀρχαῖς· ὅσῳ δὲ μερικώτεροι, τοσούτῳ πορρώτεροι οἱ μέσοι. οἷον εἰ θελήσομεν δεῖξαι ὅτι ὁ ἄνθρωπος σῶμά ἐστι, δυνατὸν τοῦτο διὰ πλειόνων δεῖξαι μέσων· καὶ γὰρ διὰ τοῦ ἐμψύχου, εἰ τύχοι, καὶ διὰ τοῦ ζῴου καὶ διὰ τοῦ λογικοῦ. ἐγγύτερον δὲ τῆς ἀρχῆς, λέγω δὴ τῆς οὐσίας, τὸ ζῷον μᾶλλον ἢ τὸ λογικόν, καὶ τοῦ ζῴου μᾶλλον τὸ ἔμψυχον. ὥστε εἰ ἡ ἀπόδειξις ἡ διὰ τῶν ἐγγυτέρω τῆς ἀρχῆς κυριωτέρα καὶ βελτίων, αὕτη δὲ μᾶλλον καθόλου, ἡ καθόλου ἄρα βελτίων ἂν εἴη. καθολικωτέραν δὲ ταύτην φησὶν ὡς μέσῳ χρωμένην καθολικωτέρῳ. καὶ σημειωτέον ὅτι ἐνταῦθα ἄλλως φησὶ τὸ καθολικώτερον καὶ μερικώτερον· οὐδὲ γὰρ μερικόν φησι τὸ ἔχον τὸν μερικὸν προσδιορισμόν, οἷον τὸν ‘τὶς’, καθολικὸν δὲ τὸ ἔχον τὸν ‘πᾶς’, ἀλλὰ τὸ ὅροις χρώμενον καθολικωτέροις1 εἴτε μέσοις, ὡς ἤδη εἴπομεν, εἴτε καὶ ἄκροις· οἷον τὸ ‘πᾶς ἄνθρωπος ζῷον’ μερικώτερον ἂν εἴη τοῦ ‘πᾶς ἄνθρωπος οὐσία’. τὸ ζητούμενον δὲ ἦν, εἰ ὁ τὸ μερικὸν δεικνύων συλλογισμὸς ἕτερος τοῦ τὸ καθόλου δεικνύντος, οἷον τὸ ‘πᾶς ἄνθρωπος ζῷον’ καὶ τὸ ‘τὶς ἄνθρωπος ζῷον’.

“再者如下[论证]:因为更具普遍性地证明,乃是通过更接近本原的中项来进行证明。” 另一个推论。如果一切论证都出自本原,而在本原中最为根本的是最在先的本原(因为认识那些本原的人亦认识其下的事物;正如我们所说,认识普遍者的人亦认识特殊者,但认识此特殊者的人并不必然亦认识普遍者),那么出自最在先本原和原因的论证便是最为根本的论证。而通过普遍者的论证,其中项更接近在先的本原。因此,如果出自最在先本原的论证是最充分的论证,那么显而易见,出自最接近在先本原的那些论证,比起不出自此类本原的论证而言,亦更为充分地是论证。论证越是普遍,其中项就越接近在先本原;越是特殊,其中项就越为疏远。例如,如果我们想要证明人是物体,便可以通过多个中项来证明这一点:比方说,既可以通过有生命者,亦可以通过动物,还可以通过理性的事物。但比之于理性的事物,动物更接近本原——我指的是实体;而比之于动物,有生命者则更接近。因此,如果通过更接近本原之项的论证更为根本且优越,而此论证更为普遍,那么普遍论证便更为优越。他说这种论证更为普遍,是因其使用了更为普遍的中项。并且应当注意到,在这里他是在另一种意义上谈论‘更具普遍性’与‘更为特殊’的;因为他所谓的特殊并非指具有特殊限定词(如‘某个’)的命题,普遍并非指具有‘所有’的命题,而是指使用了更为普遍的词项(无论如我们已说的那样是中项,还是端项)的命题;例如‘所有人都是动物’比起‘所有人都是实体’而言更为特殊。但所探求的问题本是:证明特殊者的三段论是否与证明普遍者的三段论有所不同,例如‘所有人都是动物’与‘某个人是动物’。

§1.464

"Ἀλλὰ τῶν μὲν εἰρημένων ἔνια λογικά ἐστι." Λογικὰ λέγει τινὰ τῶν εἰρημένων ἐπιχειρημάτων, οὐχ ὅτι πιθανὰ μὲν οὐκ ἀληθῆ δέ, ἀλλ’ ἀληθῆ μὲν κοινότερα δὲ2 καὶ οὐκ ἐπὶ μόνων τῶν ἀποδεικτῶν ἁρμόζοντα ἀλλὰ καὶ ἐπὶ ἑτέρων τινῶν. οἷον ὅτι κρείττων “καθ’ ἣν τοῦτο καὶ ἄλλο οἶδέ τις ἢ καθ’ ἣν τοῦτο μόνον”· τοῦτο γὰρ ἁρμόσοι ἂν καὶ ἐπὶ τῶν μὴ ἀποδεικτῶν. οἷον κρεῖττον τὸ εἰδέναι τεκτονικὴν καὶ λαξευτικὴν τοῦ τὸ ἕτερον τούτων μόνον εἰδέναι, καὶ ἐπὶ ἄλλων πλείστων ὡσαύτως· ταῦτα γὰρ ἀποδεικτὰ οὐκ ἔστιν. ἁρμόζοι δ’ ἂν καὶ ἐπὶ ἀποδείξεως, ὅτι ὁ τὸ καθόλου εἰδὼς πλείονα οἶδεν ἢ ὁ τὸ μερικόν. ὁμοίως τὸ “ἔτι μέχρι τούτου ζητοῦμεν τὸ διὰ τί καὶ τότε οἰόμεθα εἰδέναι, ὅταν μὴ ᾖ, ὅτι τι ἄλλο ἢ τοῦτο ἢ γινόμενον ἢ ὄν”· καὶ γὰρ καὶ ἐπὶ μὴ ἀποδεικτῶν τοῦτο ἁρμόζει, ὡς ὅταν τῶν καθ’ ἕκαστα ᾖ τοῦτο· οἷον διὰ τί προῆλθεν ὁ δεῖνα; ἵνα ὠνήσηται λάχανα καὶ τὰ ἑξῆς. τὰ μὲν τοιαῦτα, φησίν, οὐ κυριώτατα δείκνυται. ἡ δ’ ἄρα καθόλου κρείττων τῆς κατὰ μέρος καὶ ἐξ ἐκείνου, ὅτι ὁ μὲν τὴν καθόλου ἔχων δυνάμει καὶ τὴν μερικὴν ἔχει, ὁ δὲ τὴν μερικὴν ἔχων οὔτε δυνάμει οὔτε ἐνεργείᾳ ἔχει τὴν καθόλου, εἰ καὶ συμβαίνει πολλάκις τὸν τὸ καθόλου εἰδότα καὶ ταύτῃ περιέχοντα καὶ τὸ κατὰ μέρος [ὅτε] δι’ ἀνεπιστασίαν τινὰ τῶν μερικῶν ἀγνοεῖν,3 ὥσπερ 〈ὅπερ〉 εἴρηται καὶ πρότερον, ὁ εἰδώς, ὅτι οὐδεμία ἡμίονος κύει, ἑωρακὼς ἡμίονον ἔχουσαν ὠγκωμένην τὴν γαστέρα οἰήσεται ἴσως ὅτι κύει, καὶ ὁ εἰδώς, ὅτι τῶν ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι, ἑωρακὼς ἰσοσκελὲς οἰήσεται, ὥσπερ εἶπον, δι’ ἀνεπιστασίαν ὅτι οὐκ ἔχει ἴσας τὰς πρὸς τῇ βάσει. ὁμοίως καὶ ὅτι ἡ μὲν καθόλου μᾶλλον ἐπὶ τὸ νοητὸν καὶ ἓν ὁδεύει, ἡ δὲ κατὰ τὰ μερικὰ ἐπὶ τὰ αἰσθητὰ καὶ ἄπειρα. ἐκ τούτων οὖν, φησί, μάλιστα δείκνυται κρείττων ἡ καθόλου τῆς κατὰ μέρος.

“但在所言诸条中,有些乃是逻辑性的。” 他将所言推论中的某些称为逻辑性的,并非因为它们虽有说服力却非真理,而是因为它们虽是真理却更为一般,并且不仅适用于可论证的事物,亦适用于某些其他事物。例如说,“据之某人认识此事及别事的〔论证〕,比据之仅认识此事的〔论证〕”更为优越;因为这一点亦适用于非可论证的事物。例如,懂木工术和石工术比仅懂其中之一更为优越,在极多其他事物上亦同样如此;因为这些并不是可论证之事。然而这亦可适用于论证,即认识普遍者的人比认识特殊者的人知晓更多事物。同样,“再者,我们探求‘为什么’直到这一步,并且当它不再由于是别的某物无论生成或存在时,我们才认为自己认识了”这一推论亦是如此;因为这也适用于非可论证的事物,例如当此事关乎个别事物时;例如某人为什么外出?为了买菜,等等。他说,此类论据并非以最根本的方式作出证明。但普遍论证优于特殊论证,亦由此点确立:掌握普遍论证的人在潜能上也掌握了特殊论证,而掌握特殊论证的人无论在潜能上还是在现实上都不掌握普遍论证,即便往往发生这样的情况:认识普遍者从而亦涵括特殊者的人,由于疏忽而并不认识某些特殊事物;正如前面亦已说过的,认识没有任何骡子能受孕的人,在看到腹部鼓胀的骡子时或许会以为它受孕了;而认识等腰三角形底角相等的人,在看到等腰三角形时,正如我所说,亦会因疏忽而以为它的底角不相等。同样亦因为普遍论证更多地走向可知觉理会者和一,而按特殊者进行的论证则走向可感者和无限者。因此他说,正是基于这些理由,普遍论证才最充分地被表明优于特殊论证。

语法注3 条
  1. 1.463οὐδὲ γὰρ μερικόν φησι τὸ ἔχον τὸν μερικὸν προσδιορισμόν, οἷον τὸν ‘τὶς’, καθολικὸν δὲ τὸ ἔχον τὸν ‘πᾶς’, ἀλλὰ τὸ ὅροις χρώμενον καθολικωτέροις

    通过 οὐδέ... ἀλλά 句式,否定项(“他并非把带有特殊限定词[量词]的称为特殊,带有普遍限定词的称为普遍”)与肯定项(“而是把使用更普遍词项的命题称为如此”)形成对照。προσδιορισμός 是逻辑学专业术语,指命题的量词(如‘所有’、‘某个’)。

  2. 1.464οὐχ ὅτι πιθανὰ μὲν οὐκ ἀληθῆ δέ, ἀλλ’ ἀληθῆ μὲν κοινότερα δὲ

    通过常见的 οὐχ ὅτι... ἀλλ' (ὅτι)... 句式,解释了亚里士多德将先前的论点称为‘逻辑性的’(λογικά)之原因:并非指它们虽具说服力却属虚妄,而是指它们虽为真理,却更为一般,超出了严格的科学证明领域而广泛适用。

  3. 1.464εἰ καὶ συμβαίνει πολλάκις τὸν τὸ καθόλου εἰδότα καὶ ταύτῃ περιέχοντα καὶ τὸ κατὰ μέρος [ὅτε] δι’ ἀνεπιστασίαν τινὰ τῶν μερικῶν ἀγνοεῖν

    在由 εἰ καί(即使……)引导的让步从句中,宾格不定词结构(τὸν... εἰδότα... ἀγνοεῖν)作非人称动词 συμβαίνει 的主语。括号内的 [ὅτε] 被校勘者视为赘词予以删除。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:284.5-285.25