← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§282.12-284.4

对终极原因的认识与普遍论证的优越性

注解亚里士多德《后分析篇》卷一第24章(85b35–86a10),阐明普遍论证优于特殊论证的若干理由:它把握终极原因(普遍者);它趋向界限与单一而非陷入无限;可论证性的程度与论证相应(由相关概念的共存性所决定);以及掌握普遍者能同时包摄对特殊者的认识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.458

" Εἰ δὴ ὁμοίως ἔχει ἐπὶ πασῶν τῶν αἰτιῶν καὶ τῶν διὰ τί, ἐπὶ δὲ τῶν ὅσα αἴτια οὕτως ὡς οὗ ἕνεκα οὕτως ἴσμεν μάλιστα, καὶ ἐπὶ τῶν ἄλλων ἄρα τότε μάλιστα ἴσμεν, ὅταν μηκέτι ὑπάρχῃ τοῦτο, ὅτι ἄλλο.1" Ἐπειδή, ὅπερ εἶπον, τὸ παράδειγμα ἐπὶ τοῦ τελικοῦ αἰτίου ἐποιήσατο, βούλεται ἐκ τούτου συλλογίσασθαι ὅτι καὶ ἐπὶ τῶν ἄλλων πάντων αἰτίων ὡσαύτως ἔχει. 〈εἰ〉 ἐπὶ πάντων, φησί, τῶν αἰτίων, ἅπερ εἰώθαμεν τὸ διὰ τί ἐρωτώμενοι ἀποδιδόναι, ὁμοίως ἔχει, τουτέστιν εἰ ὡσαύτως ἀποδίδομεν ἐπὶ πάντων τὰς αἰτίας ἐρωτώμενοι. ἐδείξαμεν δὲ ἐπὶ τοῦ τελικοῦ ὅτι τότε μάλιστα ἴσμεν, ὅταν τὸ ἔσχατον εἰδῶμεν αἴτιον καὶ μεθ’ ὃ οὐκ ἔστιν ἕτερον ἀποδοῦναι, δῆλον ὅτι καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως ἔχει. εἴπομεν δὲ ἡμεῖς πάντων ὑποδείγματα. τὸ δὲ ὅταν μηκέτι ὑπάρχῃ τοῦτο, ὅτι ἄλλο, τοῦτ’ ἔστιν ὅταν μηκέτι ὑπάρχῃ τοῦτο ὃ λέγεται ὑπάρχειν, ὅτι ἄλλο τί ἐστιν, οἷον ὅταν μηκέτι δι’ ἕτερόν τι ὑπάρχῃ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας ἀλλ’ ἢ διὰ τὸ τρίγωνον. ὁμοίως τὸ τέτρασιν ὀρθαῖς τὰς ἐκτὸς γωνίας ἴσας εἶναι οὐχ ὅτι ἰσοσκελὲς οὐδ’ ὅτι τρίγωνον, ἀλλ’ ὅτι σχῆμα εὐθύγραμμον, οὐκέτι μέντοι δι’ ἕτερόν τι. τὰ δὲ τοιαῦτα τῆς εἰδικῆς αἰτίας ἀπόδοσίς ἐστιν· εἰδοποιὸν γὰρ τοῦ εὐθυγράμμου σχήματος τὸ τὰς ἐκτὸς τέτρασιν ὀρθαῖς ἴσας ἔχειν, ὥσπερ καὶ τριγώνου τὸ τὰς ἐντὸς δυσὶν ὀρθαῖς ἴσας ἔχειν. ὥστε εἰ ὅτε τὸ ἔσχατον αἴτιον ἴσμεν, μεθ’ ὃ οὐκέτι ἐστὶν ἄλλο, τότε μάλιστα ἴσμεν, τὸ δὲ τοιοῦτον καθόλου ἐστί (καθόλου γὰρ τὸ σχῆμα ἢ τὸ τρίγωνον), τὸ καθόλου ἄρα εἰδότες τότε μάλιστα ἴσμεν, καὶ αὕτη βελτίων ἀπόδειξις.

“如果说在所有原因和‘为什么’上情况都相似,而在凡是作为‘为了何者’的原因上,我们以这种方式知道得最充分,那么在其他原因上,当此属性不再由于是别的某物而从属时,我们同样知道得最充分。” 正如我所说,既然他是在目的因上举的例,他便希望由此推论在所有其他原因上情况亦同样如此。他说:如果在我们被问及‘为什么’时惯于给出的所有原因上情况都相似——也就是说,如果在所有情况下被问及时我们都同样给出原因的话。既然我们已经在目的因上证明,当我们认识了终极原因——在其之后不可能再给出另一个原因——时,我们便认识得最充分,那么显而易见在其余原因上情况亦同样如此。我们也已经给出了所有原因的范例。至于“当此属性不再由于是别的某物而从属时”,意思是说:当所谓从属的这属性,不再由于它是别的某种事物而从属时;例如,三个角等于两直角不再通过别的某物,而唯独通过三角形而从属时。同样,外角和等于四直角并不是因为它等腰,也不是因为它是三角形,而是因为它是直线图形,并且不再通过任何其他事物。这样的给出是对形式因的给出;因为外角和等于四直角是直线图形的种差特征,正如内角和等于两直角是三角形的特征一样。因此,如果说当我们认识终极原因——在其之后不再有另一个原因——时,我们认识得最充分,而这样的原因是普遍的(因为图形或三角形是普遍的),那么认识了普遍者时我们才认识得最充分,而这种[普遍的]论证也更为优越。

§1.459

"Ἔτι ὅσῳ ἂν μᾶλλον κατὰ μέρος ᾖ, εἰς τὰ ἄπειρα ἐμπίπτει· ἡ δὲ καθόλου εἰς τὸ ἁπλοῦν καὶ τὸ πέρας." Ἔτι καὶ διὰ τούτων δείκνυσιν ὅτι ἡ καθόλου ἀπόδειξις τῆς μερικῆς κρείττων. ἡ μὲν γὰρ καθόλου, φησίν, ἀπόδειξις ἐπὶ τὸ πέρας καὶ τὸ ἓν πρόεισιν, ἡ δὲ μερικὴ ἐπὶ τὰ ἄπειρα· ἄπειρα γὰρ τὰ καθ’ ἕκαστα. τὸ δὲ ἄπειρον ἄγνωστον ἐπιστήμῃ· τῶν δὲ πεπερασμένων καὶ ὡρισμένων ἐστὶν ἡ ἐπιστήμη. ὥστε εἰ κρείττων μὲν ἡ ἐπὶ τὸ πέρας καὶ τὸ ἓν προϊοῦσα, χείρων δὲ ἡ ἐπὶ τὸ ἄπειρον, ὅσῳ δὲ καθολικώτερόν τί ἐστι, τοσοῦτον ἐγγυτέρω ἐστὶ τοῦ πέρατος καὶ τοῦ ἑνός, ὅσῳ δὲ μερικώτερόν τι, ἐγγὺς τῆς ἀπειρίας καὶ τῶν πολλῶν, δῆλον ἄρα καὶ ἐντεῦθεν ὡς κρείττων ἡ καθόλου ἀπόδειξις τῆς μερικῆς.

“再者,越是特殊,它就越陷入无限之中;而普遍者则走向单一和界限。” 通过这些话他也进一步表明普遍论证优于特殊论证。因为他说,普遍论证走向界限和一,而特殊论证则走向无限;因为个别事物是无限的。但无限者对于科学认识是不可知的;科学知识关乎有限且确定的事物。因此,如果走向界限和一的论证更为优越,而走向无限的论证更为劣等,并且某物越是具有普遍性,它就越接近界限和一,越是特殊,就越接近无限和多,那么由此也显然可知普遍论证优于特殊论证。

§1.460

"Ἀποδεικτὰ ἄρα μᾶλλον τὰ καθόλου. τῶν δὲ ἀποδεικτῶν μᾶλλον 〈μᾶλλον〉 ἀπόδειξις." Ἀποδεικτὰ μᾶλλον, ἐπειδὴ τῶν ἀπείρων οὐκ ἔστιν ἀπόδειξις. ὥστε ὅσα μὲν ἐγγυτέρω ἐστὶ τοῦ ἑνός, ταῦτα μᾶλλον ἀποδεικτά· ὅσα δὲ ἐγγυτέρω τῶν ἀπείρων, ταῦτα ἧττον ἀποδεικτά. ἐγγυτέρω δὲ τοῦ ἑνὸς τὰ καθόλου· τὰ καθόλου ἄρα μᾶλλον ἀποδεικτά.

“因此普遍者更为可论证。而对更为可论证者,论证也更为充分。” 更为可论证,是因为对于无限者并不存在论证。因此,越是接近一者,越是可论证;越是接近无限者,越不可论证。而普遍者更接近一;因此普遍者更为可论证。

§1.461

"Ἅμα γὰρ μᾶλλον τὰ πρός τι.2" Ἐπειδὴ εἶπε τῶν μᾶλλον ἀποδεικτῶν μᾶλλον εἶναι ἀπόδειξιν, τοῦτο αὐτὸ κατασκευάζει. εἰ γὰρ τὰ πρός τι ἅμα τῇ φύσει εἰσί, δῆλον ὅτι, ὡς ἂν ἔχῃ τὸ ἕτερον, οὕτως ἔχει καὶ τὸ λοιπόν· εἰ γὰρ ὅδε μᾶλλόν ἐστι τοῦδε φίλος, καὶ οὗ ἐστι μᾶλλον φίλος, κἀκεῖνός ἐστι μᾶλλον αὐτοῦ φίλος. ὥστε καὶ εἰ τὰ ἀποδεικτὰ ἀποδείξει ἐστὶν ἀποδεικτά, καὶ τῶν μᾶλλον ἄρα ἀποδεικτῶν μᾶλλόν ἐστιν ἀπόδειξις.

“因为相关者是同时具有更甚程度的。” 既然他说了对更为可论证者论证也更为充分,他便在论证这一点。因为如果相关者在本性上是共存的,显而易见,其中一方处于何种状态,另一方亦同样处于何种状态;因为如果此人更是那人的朋友,那么作为其更为朋友的对方,对他而言亦更是朋友。因此,如果可论证者是因论证而是可论证的,那么对更为可论证者,论证也更为充分。

§1.462

"Ἔτι εἰ αἱρετωτέρα καθ’ ἣν τοῦτο καὶ ἄλλο ἢ καθ’ ἣν τοῦτο μόνον οἶδεν, ὁ δὲ τὴν καθόλου ἔχων οἶδε καὶ τὸ κατὰ μέρος καὶ τὰ ἑξῆς." Ἕτερον ἐπιχείρημα. κρείττων, φησίν, ἀπόδειξις καθ’ ἣν πλείονα ἴσμεν τῆς καθ’ ἣν ἐλάττονα· οἷον ὁ εἰδὼς πάντας ἀνθρώπους κρείττων ἐστὶ τοῦ εἰδότος ἕνα μόνον ἢ πλείους. διὰ μὲν οὖν τῆς καθόλου ἀποδείξεως καὶ τὰ μερικὰ ἴσμεν· ὁ μέντοι μερικόν τι εἰδὼς οὐκ οἶδε τὰ καθόλου. ὥστε καὶ οὕτω κρείττων ἡ καθόλου τῆς κατὰ μέρος.

“再者,如果据之认识此事及别事者,比据之仅认识此事者更为值得选择,而掌握普遍者的人亦认识特殊者,等等。” 另一个推论。他说,据之我们认识更多事物的论证,优于据之认识较少事物的论证;例如,认识全人类的人优于仅认识单个人或少数人的人。因此,通过普遍论证我们亦认识特殊者;然而认识某特殊者的人却不认识普遍者。故此在这种意义上普遍论证亦优于特殊论证。

语法注2 条
  1. 1.458ὅταν μηκέτι ὑπάρχῃ τοῦτο, ὅτι ἄλλο

    从属从句 ὅτι ἄλλο 表示原因(“因为它是别的某种事物”)。菲洛波诺斯紧接着将其转述为 ὅτι ἄλλο τί ἐστιν(“因为它是别的某物”),指属性并非因主项自身而从属,而是通过居间的其他种或属概念间接地从属。

  2. 1.461Ἅμα γὰρ μᾶλλον τὰ πρός τι

    短语 Ἅμα γὰρ μᾶλλον τὰ πρός τι 中,ἅμα 表本性上的共存(ἅμα τῇ φύσει),μᾶλλον 则表程度的增加(“更甚”)。这一省略表达意指相关概念在程度的增强上是同时同步的:若相关的一方程度更甚,对应的一方亦按比例更为显著。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:282.12-284.4