← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§281.1-282.11

作为第一原因和探求终点的普遍者

斐洛庞努斯在此注解亚里士多德确立普遍者因依其自身及作为探求终点而是第一原因的论述,并阐明了理论领域与实践领域中存在的原因与生成的原因之差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.453

" Τῆς αἰτίας καὶ τοῦ διὰ τί." Ἐκ παραλλήλου τὸ τῆς αἰτίας καὶ τοῦ διὰ τί.

“原因的与‘为什么’的。” “原因的”与“‘为什么’的”是并列同义的表述。

§1.454

"Τὸ καθόλου δὲ αἰτιώτερον." Ἕπεται λοιπὸν συνάγειν1 ‘καὶ ἡ ἀπόδειξις ἄρα τοῦ καθόλου βελτίων· μᾶλλον γὰρ τῆς αἰτίας’. ἀλλὰ πρὶν συναγάγῃ τὸ συμπέρασμα, πρότερον δείκνυσι πῶς τὸ καθόλου αἰτιώτερον.

“而普遍者是更为根本的原因。” 因此接下来要推得的是:“所以关于普遍者的论证亦更为优越;因为它更是关于原因的”。但在得出这一结论之前,他首先阐明普遍者如何是更为根本的原因。

§1.455

"Ὧι γὰρ καθ’ αὑτὸ ὑπάρχει τι, τοῦτο αὐτὸ αὑτῷ αἴτιον· τὸ δὲ καθόλου πρῶτον· αἴτιον ἄρα τὸ καθόλου." Εἰ τὰ ὑπάρχοντα συμπτώματα τῷ καθόλου καθ’ αὑτὸ ὑπάρχει, ᾧ δὲ καθ’ αὑτό τι ὑπάρχει, τοῦτο τοῦ ὑπάρχοντος αὐτῷ οὐχ ἕτερόν τι αἴτιον ἔχει, ἀλλ’ αὐτὸ ἑαυτῷ ἐστιν αἴτιον, τοῦτο δέ ἐστι πρῶτον, τὸ δὲ πρῶτον αἴτιον μᾶλλον αἴτιον, τὸ καθόλου ἄρα μᾶλλον αἴτιον. ὅτι δὲ τὰ ὑπάρχοντα τῷ καθόλου καθ’ αὑτὸ ὑπάρχει, τῷ δὲ κατὰ μέρος διὰ τὸ καθόλου, πολλάκις εἴρηται.

“因为某物依其自身从属于何者,此物自身对其自身便是原因;而普遍者是第一的;因此普遍者是原因。” 如果从属于普遍者的属性是依其自身从属的,而某物依其自身从属于何者,此物对从属于它之物便不以其他任何事物为原因,而是自身对其自身为原因,且这是第一的,而第一原因更为根本,因此普遍者更是原因。至于从属于普遍者之物是依其自身从属,而从属于特殊者之物则是通过普遍者而从属,这已经是屡次谈及的了。

§1.456

"Ἔτι μέχρι τούτου ζητοῦμεν τὸ διὰ τί καὶ τότε οἰόμεθα εἰδέναι, ὅταν μὴ ᾖ, ὅτι τι ἄλλο ἢ τοῦτο2 ἢ γινόμενον ἢ ὄν." Ὅτι τὸ καθόλου αἰτιώτερον, καὶ διὰ τούτων δείκνυσι. ζητοῦντες γάρ, φησί, τὸ διὰ τί μέχρι τοῦ καθόλου ἄνιμεν, καὶ ὅταν εἰς τοῦτο φθάσωμεν, παυόμεθα τῆς ζητήσεως ὡς δὴ τὴν κυριωτάτην αἰτίαν τοῦ πράγματος εὑρηκότες. ὥστε τὸ καθόλου μᾶλλον αἴτιον. τὸ δὲ ὅταν μὴ ᾖ, ὅτι τι ἄλλο ἢ τοῦτο, τοῦτ’ ἔστιν ὅταν μὴ ᾖ δυνατὸν ἄλλο καθολικώτερον αἴτιον ἀποδοῦναι, ἀλλὰ τὸ ἀποδοθὲν ᾖ τὸ ἔσχατον καὶ κυριώτατον τῶν αἰτίων. οἷον τοῦ τριγώνου τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας εἶναι αἴτιον τὸ τρίγωνον, καὶ μέχρι τούτου ἀνελθόντες οὐδὲν περαιτέρω αἴτιον εὑρίσκομεν. ὁμοίως τοῦ τὰς ἐκτὸς τέτρασιν ὀρθαῖς ἴσας εἶναι τὸ εὐθύγραμμον σχῆμα, καὶ οὐδὲν περαιτέρω ζητοῦμεν· τὸ δὲ ἢ γινόμενον ἢ ὄν εἶπεν, ἐπειδὴ τῶν αἰτίων τὰ μὲν ὑπάρχει ὄντα, οὐ γινόμενα, ὥσπερ ἔν τε τοῖς μαθήμασι καὶ τοῖς φυσικοῖς (ἔστι γὰρ τὸ τρίγωνον καὶ τὸ σχῆμα ἐν τῷ ἀποδίδοσθαι τὰς αἰτίας, διὰ τί αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι), τὰ δὲ οὐκ εἰσὶ μὲν γίνονται δέ, ὡς ἐπὶ τῶν πρακτῶν καὶ οὗ ἔφθημεν εἰπόντες ὑποδείγματος,3 ὅτι προῆλθεν, ἵνα ἐμβάλῃ εἰς ἀγοράν, τοῦτο δέ, ἵνα ὠνήσηται λάχανα, ἵνα ὑπαγάγῃ τὴν γαστέρα, ἵνα ὑγιαίνῃ, ἵνα ἀρετὴν ἐπιτηδεύῃ, ἵνα εὐδαιμονῇ. ταῦτα τὰ αἴτια οὐκ εἰσὶ μὲν γίνονται δέ.

“再者,我们探求‘为什么’直到这一步,并且只有当除此以外不再有其他东西——无论生成的还是存在的——[作为原因]时,我们才认为自己知道了。” 普遍者是更为根本的原因,他也通过这些话来说明。因为他说,我们在探求“为什么”时一路向上追溯到普遍者,当我们达到它时,我们便停止探求,因为确已找到了该事物最根本的原因。因此普遍者更是原因。至于“当除此以外不再有其他东西时”,意思是说:当不可能再提出另一个更为普遍的原因,而所提出的原因已是诸原因中终极且最根本的之时。例如,三角形三个角等于两直角的原因在于三角形,向上追溯到这一点,我们便找不到更进一步的原因。同样,外角和等于四直角的原因是直线图形,我们也不再寻求更进一步的东西。他说“无论生成的还是存在的”,是因为在诸原因中,有些是作为存在者而非生成者而从属的,正如同在数学对象和自然对象中那样(因为在提出三个角为何等于两直角的原因时,三角形和图形是存在的);而另一些原因则并非[现成]存在,而是生成的,例如在行动领域中以及在我们此前所举的例子中那样:即外出是为了进入广场,而这又是为了购买蔬菜,为了通调肠胃,为了健康,为了践行德性,为了幸福。这些原因并非[现成]存在,而是生成的。

§1.457

"Τέλος γὰρ καὶ πέρας τὸ ἔσχατον ἤδη οὕτως ἐστί." Τὸ οὕτω, φησίν, ἔσχατον, τουτέστι τὸ ἐν ταῖς ἀποδόσεσι τῶν αἰτίων ἔσχατον, τοῦτο ἤδη τέλος ἐστὶ καὶ πέρας τῶν αἰτίων μηδὲν ἔχον ἑαυτοῦ αἰτιώτερον. τὸ δὲ παράδειγμα, ὃ ἐφεξῆς τίθησιν, ὡς ἐπὶ τοῦ τελικοῦ αἰτίου ἐστίν.

“因为如此达到的终极之物便已是目的和界限。” 他说,这样达到的终极之物,即在原因的给出中的终极之物,已经是诸原因的目的和界限,不再具有比自身更根本的原因了。而他接下来提出的例子,则是针对目的因的。

语法注3 条
  1. 1.454Ἕπεται λοιπὸν συνάγειν

    无人称动词 ἕπεται 支配不定式 συνάγειν 作为主语(“接下来在逻辑上当推论出……”)。引号中的命题构成 συνάγειν 的宾语。

  2. 1.456ὅταν μὴ ᾖ, ὅτι τι ἄλλο ἢ τοῦτο

    在 ὅταν μὴ ᾖ 之后,ὅτι 是引导名词性(或原因)从句的连词,不定代词 τι 与 ἄλλο 结合构成 τι ἄλλο ἢ τοῦτο(“除此以外的其他某物”)。正如斐洛庞努斯在后文的解释(τοῦτ’ ἔστιν ὅταν μὴ ᾖ δυνατὸν ἄλλο καθολικώτερον αἴτιον ἀποδοῦναι)所表明的那样,“原因”作为语境中的主语被省略并需要补充。

  3. 1.456οὗ ἔφθημεν εἰπόντες ὑποδείγματος

    先行词 ὑπόδειγμα 被吸引进入关系从句并呈属格(οὗ... ὑποδείγματος)。动词 φθάνω 搭配分词 εἰπόντες 构成“事先已说/此前已提及”的惯用表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:281.1-282.11