- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:279.21-280.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德正面论证普遍论证优于特殊论证的段落(85b23),通过四种原因的实例(幸福、金属、生殖能力、动物的定义),阐明作为探求终点的普遍第一原因最具有原因性,因而是更优越的。
" Ἔτι εἰ ἡ ἀπόδειξις μέν ἐστι συλλογισμὸς δεικτικὸς τῆς αἰτίας καὶ τοῦ διὰ τί, τὸ καθόλου δὲ αἰτιώτερον καὶ τὰ ἑξῆς." Ἐπιλυσάμενος τὰς ἀπορίας, δι’ ὧν ἐδόκει ἡ μερικὴ ἀπόδειξις κρείττων εἶναι τῆς καθόλου, νῦν βούλεται αὐτὸ καθ’ αὑτὸ τὸ θεώρημα κατασκευάσαι, ὅτι ἡ καθόλου τῆς μερικῆς κρείττων. δείκνυσι δὲ τοῦτο διὰ πλειόνων ἐπιχειρημάτων. ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· εἰ ἡ ἀπόδειξις, φησίν, οὐδὲν ἕτερόν ἐστιν ἢ συλλογισμὸς τὴν αἰτίαν τοῦ πράγματος κατασκευάζων, τὸ δὲ καθόλου πρῶτον αἴτιον τοῦ πράγματος, τότε δὲ μάλιστα ἴσμεν τὰ πράγματα, ὅταν τὴν πρώτην καὶ κυριωτάτην αἰτίαν αὐτῶν τοῦ εἶναι μάθωμεν, βελτίων ἄρα ἡ καθόλου τῆς κατὰ μέρος καὶ μᾶλλον ἐπιστήμῃ οἰκεία. ὅτι δὲ τὸ καθόλου αἰτιώτερον, δείκνυσιν ἐκ τοῦ καθ’ αὑτὸ μᾶλλον ὑπάρχειν τὸ καθόλου, ὡς εἴρηται ἔμπροσθεν· εἰ γὰρ ἡ καθόλου μὲν δεῖξις καθ’ αὑτό, τὸ δὲ καθ’ αὑτὸ μᾶλλον αἴτιον τοῦ μὴ καθ’ αὑτό, ἡ καθόλου ἄρα μᾶλλον αἰτία τῆς κατὰ μέρος ἀποδείξεως. δείκνυσι δὲ καὶ ἄλλως ὅτι πρῶτον καὶ αἰτιώτερον τὸ καθόλου· ἐν γὰρ τῷ ζητεῖν τὸ διὰ τί μέχρι τοσούτου ἄνιμεν ζητοῦντες τὸ διὰ τί, μέχρις ἂν εἰς τὸ πρῶτον αἴτιον φθάσωμεν, καὶ τοῦτο ἀκούσαντες ἱστάμεθα λοιπὸν τῆς ζητήσεως τούτου αἰτιωτάτου ὄντος.1 οἷον διὰ τί προῆλθεν ὁ δεῖνα; ἵνα εἰς ἀγορὰν ἐμβάλῃ· διὰ τί δὲ ἐνέβαλεν εἰς ἀγοράν; ἵνα ὠνήσηται λάχανα τυχὸν [ἢ ἰχθύν]· διὰ τί δὲ τοῦτο; ἵνα φαγὼν ὑγράνῃ τὴν γαστέρα· ὑγραίνει δὲ τὴν γαστέρα διὰ τί; ἵνα ὑγιαίνῃ. καὶ εἰ μὲν πρὸς τὸ τοῦ σώματος μόνον ἀγαθὸν βλέπομεν, τοῦτο ἀκούσαντες τὴν σκοπιμωτάτην αἰτίαν ἔχομεν καὶ οὐκέτι ἕτερόν τι ζητοῦμεν. εἰ δὲ πρὸς τὸ τῆς ψυχῆς ἀγαθὸν ὁ σκοπὸς τείνει, φαμέν· διὰ τί δὲ ὑγιαίνειν βούλεται; ἵνα δύνηται κατ’ ἀρετὴν ἐνεργεῖν· τοῦτο δέ, ἵνα εὐδαιμονῇ. καὶ ἔστι τοῦτο πρώτιστον καὶ κυριώτατον αἴτιον τοῦ εἰς ἀγορὰν ἐμβαλεῖν, ἡ εὐδαιμονία, καὶ τοῦτο ἀκούσαντες ἔχομεν τὴν αἰτίαν τοῦ πράγματος. καὶ οὐ μόνον ἐπὶ τοῦ τελικοῦ αἰτίου τοῦτο οὕτως ἔχει ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πάντων. οἷον πῶς ὁ ἀνδριὰς γέγονεν; ὅτι ἐκ χαλκοῦ· ὁ χαλκὸς δὲ πῶς τὸν ἀνδριάντα ἐποίησεν; ὅτι χυθείς· ἐχύθη δὲ διὰ τί; ἐπειδὴ μέταλλον· χυτὰ γὰρ τῶν μετάλλων τινά, ὧν ἐστιν ὁ χαλκός. καὶ τοῦτο πάλιν ἀκούσαντες ἔχομεν τῆς ὑλικῆς αἰτίας τὴν κυριωτάτην. καὶ ἐπὶ τοῦ ποιητικοῦ ὡσαύτως· διὰ τί ἐγεννήθη ὁ ἄνθρωπος; ἐπειδὴ ἐν τῇ μήτρᾳ ἐκυοφορήθη καὶ διεπλάσθη· διὰ τί δὲ ἐκυοφορήθη; διὰ τὸ τὸ ἄρρεν συνελθεῖν τῷ θήλει· τοῦτο δὲ διὰ τί γέγονεν; ἐπειδὴ ἔχει τὸ μὲν ἄρρεν τοῦ προΐεσθαι τὸ σπέρμα, τὸ δὲ τοῦ ὑποδέχεσθαι δύναμιν.2 καὶ ἀκούσαντες τοῦτο ἔχομεν τῆς ποιητικῆς αἰτίας τὸ κυριώτατον. ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ· διὰ τί ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητική; ὅτι ἄνθρωπός ἐστιν, ὁ δὲ ἄνθρωπος τοιοῦτον· διὰ τί δὲ τοιοῦτον ὁ ἄνθρωπος; ἐπειδὴ καὶ ζῷον· διὰ τί δὲ τὸ ζῷον τοιοῦτον; ἐπειδὴ τοῦτό ἐστιν ἡ τοῦ ζῴου οὐσία καὶ ὁ ὁρισμός. εἰ οὖν ἐπὶ πάντων τῶν αἰτίων τότε μάλιστα ἴσμεν, ὅταν μηκέτι ὑπάρχῃ τι αἴτιον ἄλλο τοῦ πράγματος, καὶ τὸ ἔσχατον ἐκεῖνο μάλιστα αἰτιώτερόν φαμεν καὶ πρώτως καὶ καθ’ αὑτὸ αἴτιον τοῦτο, διότι οὐ δι’ ἄλλο τι ἀλλὰ δι’ αὑτό ἐστι τοιοῦτον. τοιαῦτα δέ ἐστι [καὶ] τὰ καθόλου· εἰς ταῦτα γὰρ ἔσχατα καταντῶμεν3 〈ἐν〉 ταῖς ἀποδείξεσι τῶν αἰτίων. οἷον τόδε τὸ χαλκοῦν ἰσοσκελὲς τὰς ἐκτὸς γωνίας τέτρασιν ὀρθαῖς ἴσας ἔχει διὰ τί; ἐπειδὴ καὶ πᾶν τρίγωνον· ἆρ’ οὖν τὸ τρίγωνον καθ’ αὑτὸ ἔχει τὸ τοιοῦτον πάθος; οὐδαμῶς, ἀλλ’ ᾗ σχῆμά ἐστιν εὐθύγραμμον. τοῦτο δὲ οὐκέτι δι’ ἄλλο τι ἀλλὰ δι’ αὑτό· ὥστε τοῦτο μᾶλλον αἴτιον. τοῦτο δὲ καθόλου· τοῦτο ἄρα μᾶλλον αἴτιον. τὸ δὲ μᾶλλον αἴτιον τοῦ ἧττον αἰτίου βέλτιον· τὸ ἄρα καθόλου βέλτιον τοῦ κατὰ μέρος.
“再者,如果论证是显示原因和‘为什么’的三段论,而普遍者是更为根本的原因,等等。” 在解决了那些曾使特殊的论证显得优于普遍论证的疑难之后,他现在希望就该命题自身来确立普遍者优于特殊者。他通过若干论证来说明这一点。其中第一个论证如下:他说,如果论证无非是确立事物原因的三段论,而普遍者是事物的第一原因,并且当我们认识了事物存在的最初且最根本的原因时我们对事物才最为了解,那么普遍的论证便优于特殊的论证,且更适合于科学知识。而普遍者是更为根本的原因,他是从普遍者更依其自身而归属来证明的,正如之前所言:因为如果普遍的展示是依其自身的,而依其自身之物比起非依其自身之物更具原因性,那么普遍论证比起特殊论证就更是原因。他以另一种方式也证明了普遍者是第一且更为根本的原因:因为在探求“为什么”时,我们一路探求“为什么”向上追溯,直到我们达到第一原因,并且在听闻了这一点之后,我们便停止探求,因为这是最根本的原因。例如,某人为何外出?为了进入广场。他为何进入广场?或许是为了买蔬菜[或鱼]。为何买这个?为了进食以润泽肠胃。为何润泽肠胃?为了健康。如果我们仅仅着眼于身体的善,听闻了这一点我们就获得了最具目的性的原因,不再寻求其他任何事物。但如果目标指向灵魂的善,我们便会说:他为何希望健康?为了能够依德性活动。而这又是为何?为了获得幸福。而这就是进入广场的最初且最根本的原因,即幸福;听闻了这一点,我们就获得了事物的原因。这种情况不仅在目的因上如此,在所有其他原因上亦然。例如,雕像是如何生成的?因为是由青铜制成的。青铜又是如何制成雕像的?因为被熔铸了。为何被熔铸?因为它是一种金属;因为金属中的某些是可熔铸的,青铜就是其中之一。再次听闻这一点,我们就获得了质料因中最根本的。在动力因上也同样如此:人为何被生出?因为在母腹中被孕育并被塑造。为何被孕育?因为雄性与雌性结合。这为何发生?因为雄性具有射出种子的能力,而[雌性具有]接纳种子的能力。听闻了这一点,我们就获得了动力因中最根本的。在形式因上也同样如此:苏格拉底为何是有灵魂的感觉实体?因为他是人,而人是这样的;人为何是这样的?因为他也是动物;动物为何是这样的?因为这就是动物的实体和定义。因此,如果在所有原因中,当事物不再有其他原因存在时我们才最为明了,并且我们将那终极之物称为最具原因性的,并称这是最初且依其自身的原因,因为它不是由于其他什么、而是由于自身才是如此的;而普遍者正是这样的——因为在原因的论证中我们正是将这些作为终极而达到的。例如,这块青铜等腰三角形的外角为何等于四直角?因为一切三角形亦然。那么三角形是依其自身具有这种属性吗?绝非如此,而是由于它是直线图形。而这不再是由于其他什么,而是由于自身;因此这更是原因。而这是普遍的;因此这更是原因。更具原因性之物优于较少具原因性之物;因此普遍者优于特殊者。
- 1.452ἱστάμεθα λοιπὸν τῆς ζητήσεως τούτου αἰτιωτάτου ὄντος
动词 ἵσταμαι(停止、停步)支配表示分离的属格 τῆς ζητήσεως(停止探求),其后的 τούτου αἰτιωτάτου ὄντος 是表示原因的属格绝对结构(“因为这是最根本的原因”)。λοιπόν 作副词修饰动词,意为“此后、不再”。
- 1.452ἐπειδὴ ἔχει τὸ μὲν ἄρρεν τοῦ προΐεσθαι τὸ σπέρμα, τὸ δὲ τοῦ ὑποδέχεσθαι δύναμιν
在对比结构 τὸ μὲν... τὸ δὲ... 中,主语分别为 τὸ ἄρρεν(雄性)与承前省略的 τὸ θῆλυ(雌性)。句末的名词 δύναμιν(能力)作为 ἔχει 的直接宾语,同时由前半句带冠词不定词 τοῦ προΐεσθαι τὸ σπέρμα(排出种子)与后半句的 τοῦ ὑποδέχεσθαι(接纳)所修饰,在前半部分省略了 δύναμιν。
- 1.452εἰς ταῦτα γὰρ ἔσχατα καταντῶμεν
形容词 ἔσχατα 作为介词短语 εἰς ταῦτα 中 ταῦτα 的表语性补足语(或同位语),构成“作为终极之物到达这些”的句法关系。
