← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§278.13-279.20

普遍者分离存在的误解与不朽性疑难

斐洛波诺斯解释了将普遍者视为分离存在的错误原因在于听者而非论证,随后探讨了此处普遍者为不朽且先在的主张与《论灵魂》中认为其为后生或非存在的表述之间的疑难,并论述了内在形相随主体毁灭的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.451

" Εἰ δὲ ἄρα,1 οὐχ ἡ ἀπόδειξίς ἐστιν αἰτία, ἀλλ’ ὁ ἀκούων." Τουτέστιν εἰ δὲ χωρὶς λαμβάνοιτο ὑφεστηκὸς τῶν μερικῶν, οὐχ ἡ ἀπόδειξις αἰτία τοῦ χωριστὸν λαμβάνεσθαι τὸ καθόλου ἀλλ’ ὁ κακῶς τῆς ἀποδείξεως ἀκούων. ὥσπερ γὰρ κἂν εἴ τις περὶ ποιότητος διαλέγοιτο ὡς οὔσης φύσεώς τινος καὶ πολλὰ ποιούσης καὶ πασχούσης, εἶτά τις ἀκούσας ὑπονοήσειεν ὅτι αὐτὴν καθ’ αὑτὴν ὑφεστηκυῖαν ὑποτίθεται ὁ λέγων τὴν ποιότητα, τῆς τοιαύτης ὑπονοίας καὶ ψευδοῦς δόξης οὐχ ὁ λέγων ἦν αἴτιος ἀλλ’ ὁ κακῶς ἀκούων, οὕτω καὶ εἰ [τις] τῆς ἀποδείξεως ἐπὶ τῶν καθόλου ποιουμένης τὸν λόγον ἕτερός τις νομίζοι χωριστὸν εἶναι τὸ καθόλου, αὐτὸς ἑαυτῷ τοῦ ψεύδους ἂν εἴη αἴτιος, οὐ μὴν ἡ ἀπόδειξις τὸ ψεῦδος ὑποτίθεται. ζητήσειε δ’ ἄν τις εὐλόγως, πῶς συνάσεται2 τὰ ἐνταῦθα εἰρημένα τοῖς ἐν τῷ προοιμίῳ τῆς Περὶ ψυχῆς πραγματείας. ἐν τούτοις μὲν γὰρ τὸ καθόλου 〈οὐ〉 μόνον εἶναί φησι καὶ εἶναι οὐσίαν τῷ λόγῳ ἑτέραν τῶν μερικῶν, ἀλλὰ καὶ ἄφθαρτον εἶναι καὶ πρῶτον τῶν μερικῶν, ὡς ἐφεξῆς λέγει, ἐν δὲ τοῖς Περὶ ψυχῆς πᾶν τοὐναντίον ἢ οὐδ’ εἶναι ὅλως τὸ καθόλου ἤ, εἴπερ καὶ εἴη, ὕστερον εἶναι τῶν μερικῶν· ταύτῃ δὲ δῆλον ὅτι οὐδὲ ἄφθαρτον ἂν εἴη, εἴ γε καὶ τὰ μερικὰ φθαρτά. ἔχει δὲ ἡ λέξις ἡ ἐν τῇ Περὶ ψυχῆς οὕτως· “εὐλαβητέον δὲ ὅπως μὴ λανθάνῃ πότερον εἷς λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ, τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον· ὁμοίως δὲ κἂν εἴ τι κοινὸν ἄλλο κατηγοροῖτο”. ἄλλως τε πῶς οἷόν τε τὸ καθόλου 〈εἶναι〉, εἰ μὴ κεχώρισται τῶν μερικῶν ἀλλ’ ἐν αὐτοῖς ἔχει τὴν ὑπόστασιν; πῶς πάλιν οἷόν τε αὐτὸ ἄφθαρτον εἶναι εἰ μὴ τῷ ὁριστικῷ λόγῳ; ὥσπερ γὰρ ὁ ἰδίως ποιὸς οὕτω καλούμενος3 οὐκ ἄφθαρτος κατ’ ἀριθμόν, οὕτως οὐδὲ τὸ μοναδικὸν εἶδος ἄφθαρτον διαμένει, ἀλλὰ τοῦ ὑποκειμένου φθαρέντος ἀνάγκη πᾶσα καὶ αὐτὸ φθαρῆναι ὡς ἐν αὐτῷ τὸ εἶναι ἔχον· τὸ δὲ γενόμενον οὐκ αὐτό ἐστι κατ’ ἀριθμὸν ἀλλ’ οἷον αὐτό. τὸ δὲ ὑπόδειγμα τοῦ ἰδίως ποιοῦ ἡ ναῦς ἐστιν ἡ κατὰ σανίδα ἀμειβομένη καὶ τέλος πᾶσα μὲν ἀμειβομένη τὸ δ’ εἶδος τὸ ἐξ ἀρχῆς φυλάττουσα· ἐνταῦθα γὰρ τῷ μὲν ὁριστικῷ λόγῳ τὸ αὐτὸ εἶδος τῆς νεὼς πεφύλακται, τῷ μέντοι ἀριθμῷ οὐκέτι. οὕτω δὴ οὖν καὶ ἐπὶ τῶν φυσικῶν εἰδῶν φαμεν· εἰ γὰρ μή ἐστι χωριστὰ ἀλλὰ τὴν ὕπαρξιν ἔχει ἐν τοῖς μερικοῖς, τῶν ὑποκειμένων φθειρομένων καὶ αὐτὰ φθαρῆναι ἀνάγκη πᾶσα, ἡ δὲ ἀφθαρσία κατὰ τὸν ὁριστικὸν μόνον λόγον τὸν αὐτὸν ἀεὶ μένοντα. ὥσπερ γὰρ οὐχ ἡ λευκότης ἡ ἐνυπάρχουσα νῦν ἐν πᾶσι κοινῶς τοῖς λευκοῖς σώμασιν ἡ αὐτή ἐστι κατ’ ἀριθμὸν τῇ λευκότητι τῇ ἐπὶ τῶν χρόνων Πλάτωνος, οὕτω δὴ οὐδὲ τὸ ζῷον τὸ νῦν τῷ τότε οὐδ’ ἄλλο τῶν τοιούτων οὐδέν. ἢ τοίνυν ἄφθαρτα ὄντα οὐκ ἔστιν ἐν τοῖς μερικοῖς, ἢ ἐν τούτοις ὄντα οὐκ ἔστιν ἄφθαρτα. ταῦτα μὲν οὖν ἐντελέστερον ἐν ἑτέροις ἡμῖν ἐξετασθήσεται. ἴωμεν δὲ ἐπὶ τὰ ἑξῆς τοῦ λόγου.

“然而如果确实如此,那么论证并非原因,听者才是。” 也就是说:如果它被当作离开特殊者而独立存在来把握,那么普遍者被当作分离之物来把握的原因并不是论证,而是对论证听得糟糕的人。因为正如有人在谈论性质时,仿佛它是某种本性并且能施受许多事情,随后听了此话的人便猜疑说话者是将性质设定为依其自身独立存在的一样,对于这种猜疑与虚假信念,说话者并非原因,而是听得糟糕的人才是;同样,当论证就普遍者展开论述时,如果另一个人认为普遍者是分离的,那么他自己将是自己这一虚假的原因,绝非论证设定了虚假。但人们可以合情合理地探究,这里所说的话如何能够与《论灵魂》篇首所说的相协调。因为在目前这些讨论中,他说普遍者不仅存在,而且在定义上是不同于特殊者的实体,并且如接下来所说的那样是不朽的且先于特殊者;而在《论灵魂》中则完全相反,他说普遍者要么根本不存在,要么即便存在也后于特殊者;由此显然,既然特殊者是可毁灭的,普遍者也不可能是不可毁灭的。在《论灵魂》中的字句如下:“必须警惕,不要忽视其定义究竟是单一的(如动物那样),还是依每一者各自不同(例如马、狗、人、神),而普遍的动物要么什么都不是,要么是后生的;如果述说任何其他共通之物,情况亦相同。”在其他方面,如果普遍者没有脱离特殊者,而是在特殊者之中具有存立,它又如何可能存在呢?再者,如果不是凭借定义的说明方式,它自身又如何可能是不朽的呢?因为正如所谓具有独特性质之物在数目上并非不朽,单一的形相也不会保持为不朽,而是当主体毁灭之后,形相作为在其中具有存在之物,也完全必然随之毁灭;而后生之物在数目上并非它自身,而只是类似于它自身。具有独特性质之物的例证就是逐块更换木板的船,最终整艘船都被更换,却仍保留着最初的形相;因为在这里,船的同一形相在定义的说明方式上得以保全,但在数目上却已不再如此。因此我们在自然形相上也同样这么说:因为如果它们不是分离的,而是在特殊者之中具有实在存在,那么当主体毁灭时,它们也完全必然随之毁灭,而其不朽性仅仅在于始终保持同一的定义的说明方式。因为正如现在共通地存在于所有白色物体中的白,在数目上并不等同于柏拉图时代的白,同样,现在的动物也与当时的动物不等同,其他此类事物亦无一等同。所以,它们要么由于是不朽的而不存在于特殊者之中,要么存在于这些之中因而并非不朽。关于这些问题,我们将在别处进行更完全的考察。让我们继续进行接下来的讨论。

语法注3 条
  1. 1.451Εἰ δὲ ἄρα

    引文(lemma)中的省略句,接续前文(85b18-20):“然而如果确实[普遍者被当作脱离特殊者而自立之物来把握]”。斐洛波诺斯本人在正文中将其补充为“εἰ δὲ χωρὶς λαμβάνοιτο ὑφεστηκὸς τῶν μερικῶν”。

  2. 1.451συνάσεται

    动词 συνᾴδω(一致、协调)的将来中动形态(具主动含义)。作为间接疑问从句“πῶς συνάσεται τὰ ἐνταῦθα εἰρημένα...”的谓语动词,支配中性复数主语“τὰ ἐνταῦθα εἰρημένα”并与与格“τοῖς...”配合。

  3. 1.451ὁ ἰδίως ποιὸς οὕτω καλούμενος

    借用斯多亚学派术语“所谓具独特性质者(个体)”的表达。随后出现的“逐块换板的船”(即忒修斯之船的比喻)作为其例证(ὑπόδειγμα),构成了论证形相在数目上的一回性与在定义上的一贯性相对比的核心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:278.13-279.20