← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§277.1-278.12

普遍证明的优越性与普遍者的实在性

斐洛波诺斯注解了亚里士多德《后分析篇》第一卷第二十四章(85b8–18),阐明普遍证明由于展示了就自身而言的属性而更为优越,并解释普遍者并非同名异义之物,亦非独立脱离于特殊者的实体,而是内在并长存于特殊者之中的共通本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.447

" Εἰ δὲ ὄντος,1 ὁ εἰδὼς ἕκαστον, ᾗ ἕκαστον ὑπάρχει, μᾶλλον οἶδεν." Τουτέστιν εἰ δὲ ὄντος τοῦ συμπτώματος τῷ καθόλου ᾗ τοιοῦτόν ἐστιν, ἀποδείκνυσί τις τοῦτο, οἷον τῷ τριγώνῳ τὸ τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχειν, ὁ δὲ καθ’ αὑτὸ εἰδώς τι μᾶλλον οἶδεν, ὁ τὸ καθόλου ἄρα εἰδὼς μᾶλλον οἶδεν. καθ’ ἣν δὲ μᾶλλον ἴσμεν, κρείττων αὕτη· κρείττων ἄρα ἡ καθόλου.

“但如果它确实属于,那么在每一事物属于的限度内认识每一事物的人,认识得更多。” 也就是说:如果当偶性就其是如此这般而言属于普遍者时,有人证明了这一点——正如两边之和大于第三边属于三角形那样——而就自身而言认识某物的人认识得更多,那么认识普遍者的人就认识得更多。而凡是我们借以认识得更多的东西,它就更优越;因此普遍证明更为优越。

§1.448

"Εἰ δὴ τὸ τρίγωνον ἐπὶ πλέον ἐστὶ2 καὶ ὁ αὐτὸς λόγος καὶ μὴ καθ’ ὁμωνυμίαν τὸ τρίγωνον καὶ τὰ ἑξῆς." Ἀναλαμβάνει τὸν λόγον καὶ συνάγει συμπεραινόμενος. εἰ τὸ τρίγωνον οὖν, φησί, τοῦ ἰσοσκελοῦς ἐπὶ πλέον ἐστίν (ὑπάρχει γὰρ καὶ τῷ σκαληνῷ καὶ τῷ ἰσοπλεύρῳ) καὶ οὐκ ἔστι τὸ κοινὸν τοῦτο τοῦ τριγώνου εἶδος φωνὴ ὁμώνυμος ἀλλ’ εἷς ὁρισμὸς καὶ μία φύσις, ὑπάρχει δὲ παντὶ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, δῆλον ὅτι οὐ διὰ τὸ ἰσοσκελὲς ὑπάρχει τῷ τριγώνῳ τὸ τοιοῦτον (οὐ γὰρ ἂν παντὶ τριγώνῳ ὑπῆρχεν ἀλλὰ τῷ ἰσοσκελεῖ μόνῳ) ἀλλὰ διὰ τὸ τρίγωνον τῷ ἰσοσκελεῖ. ὥστε καθ’ αὑτὸ μᾶλλον ἡ καθόλου καὶ βελτίων διὰ τοῦτο τῆς κατὰ μέρος. καλῶς δὲ προσέθηκε τὸ μὴ καθ’ ὁμωνυμίαν. ὑπάρχει γὰρ παντὶ κυνὶ τὸ οὐσίαν εἶναι, ἀλλ’ οὐχ ᾗ κύων (οὐδὲ γὰρ ἔστι τις οὐσία κυνὸς ἁπλῶς ᾗ κύων καλεῖται, ὥσπερ τοῦ ζῴου, ἀλλ’ ὁμώνυμος φωνή), ἀλλ’ ἐπειδὴ τοιῷδε καὶ τοιῷδε τῷ ζῴῳ ὑπάρχει τὸ οὐσίαν εἶναι· ἐνταῦθα μέντοι οὐκ ἔστι τὸ τρίγωνον ὁμώνυμον, ἀλλ’ ἔστιν εἷς τις καὶ κοινὸς αὐτοῦ λόγος.

“如果三角形确实外延更广,且定义相同,并且三角形不是出于同名异义,等等。” 他重新提起论据,并得出结论进行概括。他说,因此,如果三角形比等腰三角形外延更广(因为这也属于不等边三角形和等边三角形),并且三角形的这一共通形式并非同名异义的声音,而是一个定义与一个自然本性,而且三内角等于两直角属于一切三角形,那么显然,这并非因为等腰三角形而属于三角形(否则它就不会属于一切三角形,而只会属于等腰三角形),而是因为三角形而属于等腰三角形。因此普遍者更为是就自身而言的,且因这一缘故优于特殊者。而他加上“非出于同名异义”是恰当的。因为作为实体属于每一条狗,但并非就其是狗而言属于(因为并不存在一个仅仅就其被称为狗而言的狗的实体,正如动物那样,而是一个同名异义的声音),而是因为作为实体属于此类及彼类的动物;然而在这里,三角形并非同名异义的,而是有其某一个且共通的定义。

§1.449

"Ἔτι εἰ μὲν εἴη τις λόγος εἷς καὶ μὴ ὁμωνυμία τὸ καθόλου, εἴη ἂν οὐδὲν ἧττον ἐνίων τῶν κατὰ μέρος ἀλλὰ καὶ μᾶλλον, ὅσῳ τὰ ἄφθαρτα ἐν ἐκείνοις ἐστί, τὰ δὲ κατὰ μέρος φθαρτὰ μᾶλλον." Πρὸς τὴν δευτέραν ἀπορίαν αὕτη ἀπάντησις τὴν λέγουσαν τὸ καθόλου μὴ ὂν εἶναι. εἰ οὖν τὸ καθόλου, φησί, μὴ φωνή τίς ἐστιν ὁμώνυμος, ὡς ἡ ‘Αἴας’ ἢ ‘κύων’ ἤ τι τῶν τοιούτων, ἀλλ’ ἔστιν εἷς τις καὶ κοινὸς ὁρισμὸς τοῦ καθόλου, οὐ μόνον, φησίν, οὐκ ἔσται τῶν μὴ ὄντων τὸ καθόλου ἀλλὰ καὶ μᾶλλον ὂν τοῦ μερικοῦ, εἴ γε τὰ μὲν μερικὰ φθαρτά, τὰ δὲ καθόλου ἄφθαρτα.

“此外,如果普遍者是某一个定义而非同名异义,那么它的存在绝不少于某些特殊者,反而更多,因为不朽者存在于那些之中,而特殊者则更容易毁灭。” 这是对主张普遍者是非存在的第二条疑难的回答。他说,因此,如果普遍者并非某种同名异义的声音,如“埃阿斯”或“狗”或任何此类事物,而是存在着某一个且共通的关于普遍者的定义,那么他说,普遍者不仅不会归于非存在者之中,反而比特殊者更是存在者,既然特殊者是可毁灭的,而普遍者是不朽的。

§1.450

"Ἔτι τε οὐδεμία ἀνάγκη ὑπολαμβάνειν τι εἶναι τοῦτο παρὰ ταῦτα, ὅτι ἓν δηλοῖ." Ὅτι ἡ ἀπορία ἔλεγεν ὅτι τὸ καθόλου ὡς αὐτὸ καθ’ αὑτὸ ὑπάρχον οὕτως ὑποτίθενται3 οἱ περὶ αὐτοῦ ποιούμενοι τοὺς λόγους καὶ ἕτερον ὂν τῶν μερικῶν, διὰ τοῦτο, φησίν, εἰ καὶ ἕτερόν ἐστι τῶν μερικῶν καὶ ἔστι τις μία φύσις ὡρισμένη ἑτέρα οὖσα τῶν κατὰ μέρος, ἀλλ’ οὖν οὐ χωριστὴν ὑποτίθενται εἶναι καὶ ἐκτὸς τῶν μερικῶν αὐτὴν καθ’ αὑτὴν ὑφεστῶσαν, ἀλλ’ εἶναι μὲν ἑτέραν τῇ οὐσίᾳ καὶ τῷ λόγῳ, τῷ μέντοι ὑποκειμένῳ οὐχ ἑτέραν εἶναι τῶν μερικῶν, ὥσπερ καὶ τὰ συμβεβηκότα ἕτερα μὲν εἶναί φαμεν τῆς οὐσίας οὐ μέντοι καὶ κεχωρισμένα αὐτῆς. ὥστε οὐ ψεῦδος ὑποτίθενται οἱ ὑποτιθέμενοι, οὐδ’ ἀπάτης ἡμῖν αἴτιον γίνεται τὸ καθόλου τὸ μὴ ὂν ὡς ὂν ὑποτιθεμένοις.

“而且,绝无必然性因为它指示单一者,就假定这在那些之外是某物。” 由于该疑难曾主张,论及普遍者的人是把普遍者假定为依其自身存在且不同于特殊者的,为此他说,即使普遍者不同于特殊者,且存在某种确定的单一自然本性不同于特殊者,然而他们并未假定它是分离的、并独立存在于特殊者之外,而只是在实体和定义上不同,但在主体上与特殊者并非不同,正如我们也说偶性不同于实体,却并非脱离实体一样。因此,做出假定的人并未假定虚假之事,也不会由于我们将非存在作为存在来假定,普遍者就成为我们受欺骗的原因。

语法注3 条
  1. 1.447Εἰ δὲ ὄντος

    此为独立属格结构,与85b7中的 εἰ μὲν μὴ ὄντος(如果并非如此)形成对比。分词 ὄντος 省略了逻辑主语,但承接上文语境,补足的主语是“偶性属于普遍者这一事实”(如斐洛波诺斯解释的那样:τοῦ συμπτώματος τῷ καθόλου ᾗ τοιοῦτόν ἐστιν)。

  2. 1.448ἐπὶ πλέον ἐστὶ

    意为“外延更广”或“涵盖范围更大”的习用表达。在斐洛波诺斯的注解中,它接比较属格 τοῦ ἰσοσκελοῦς(比等腰三角形外延更广),表明三角形的概念外延大于等腰三角形。

  3. 1.450Ὅτι ἡ ἀπορία ἔλεγεν ὅτι τὸ καθόλου ὡς αὐτὸ καθ’ αὑτὸ ὑπάρχον οὕτως ὑποτίθενται

    句首的 Ὅτι 引导一个回顾前文疑难由来的从句,并与主句 διὰ τοῦτο, φησίν, εἰ καὶ...(为此他说,即使……)相呼应。句中连续出现的两个 ὅτι,第一个用作引导原因从句(“因为/鉴于”),第二个则引导动词 ἔλεγεν 的宾语从句(“说……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:277.1-278.12