- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:275.14-276.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了亚里士多德针对所谓特称证明是就自身而言而全称证明因他者这一疑难(85b4–7)的解决。他指出了亚里士多德行文中的语序倒置,区分了偶性根本不属于全称的情形与本质属于全称的情形,并解释道将不属于的性质假作属于加以证明根本构不成证明。
" Ἢ πρῶτον μὲν οὐδὲν μᾶλλον ἐπὶ τοῦ καθόλου ἢ τοῦ κατὰ μέρος ἅτερος λόγος ἐστίν." Ἐντεῦθεν λοιπὸν αἱ τῶν ἀποριῶν ἐπιλύσεις. καὶ τέως γε πρὸς τὴν προτέραν τὴν λέγουσαν τὴν μὲν κατὰ μέρος καθ’ αὑτὸ ἀποδεικνύναι τὴν δὲ καθόλου κατ’ ἄλλο, διὰ γὰρ τὴν ἐπὶ μέρους. ἐπεὶ οὖν εἰς δύο διεῖλε τοὺς λόγους (ὃ γὰρ ἡμεῖς εἰς δύο διείλομεν, αὐτὸς συμπεπλεγμένως προήγαγεν, ὅπερ ἤδη εἶπον), διὰ τοῦτό φησιν ὅτι ὁ ἕτερος λόγος, τουτέστιν ὁ πρότερος, ὃν νῦν εἴπομεν, οὐδὲν μᾶλλον ἐπὶ τοῦ κατὰ μέρος ἐστὶν ἢ τοῦ καθόλου. ἀντιστρόφως δὲ αὐτὸς εἶπε· δέον γὰρ οὕτως εἰπεῖν, ὡς εἴπομεν, ὅδε φησὶν οὐδὲν μᾶλλον ἐπὶ τοῦ καθόλου ἐστὶν ἢ τοῦ κατὰ μέρος·1 βούλεται γὰρ δεῖξαι ὅτι καὶ ἡ καθόλου ἀπόδειξις καθ’ αὑτό ἐστιν, οὐ κατ’ ἄλλο. πῶς δέ φησιν ‘οὐδὲν μᾶλλον ἐπὶ τῆς κατὰ μέρος ἢ ἐπὶ τῆς καθόλου; καίτοι προϊὼν δείξει, ὅτι ᾗ μὲν τρίγωνον καθ’ αὑτὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ᾗ δὲ ἰσοσκελὲς οὐκέτι, ἀλλὰ τῷ ἰσοσκελεῖ κατ’ ἄλλο ὑπάρχει, τοῦτο δέ ἐστι τὸ τρίγωνον. πῶς οὖν φησιν ἐνταῦθα ‘οὐδὲν μᾶλλον ἐπὶ τῆς κατὰ μέρος ἢ τῆς καθόλου’ ὡς δὴ ἀμφοτέρων καθ’ αὑτὸ οὐσῶν; φημὶ οὖν ὅτι ὡς πρὸς τὸ παράδειγμα αὐτῷ τείνει ὁ λόγος. ἐπεὶ γὰρ τὸ παράδειγμα, λέγω δὴ τὸ Κορίσκον μουσικὸν εἶναι καὶ τὸν ἄνθρωπον μουσικὸν εἶναι, τὸ μὲν μερικὸν καθ’ αὑτὸ ἔχει τὸ μουσικόν, τὸ δὲ καθόλου διὰ τὸ μερικόν, διὰ τοῦτό φησιν ὅτι οὐδὲν μᾶλλον ἐπὶ τῶν τοιούτων παραδειγμάτων ἕξει τὰ μερικὰ τὸ καθ’ αὑτό, ἐν οἷς οὐδ’ ὅλως τῷ καθόλου τὸ σύμπτωμα ὑπάρχει, ἐφ’ ὧν δὲ καὶ τοῖς καθόλου ὑπάρχει, δι’ αὐτὰ μᾶλλον ὑπάρχει ἢ διὰ τὰ μερικά· ὅταν γὰρ ὑπάρχῃ τι καὶ τῷ καθόλου καὶ τῷ μερικῷ, οὐ τῷ καθόλου διὰ τὸ μερικὸν ὑπάρχει ἀλλ’ ἔμπαλιν τῷ μερικῷ διὰ τὸ καθόλου.
“或者,首先,两个论据之一在普遍的情形下绝不比在特殊的情形下更为[有效]。” 此后便是诸疑难的解决。至少眼下是针对前一个疑难,即主张特殊[证明]是就自身而言进行证明,而普遍[证明]则是因他者、即通过特殊[证明]进行证明。因此,既然他将论据分成了两条(因为正如我已经说过的,我们分成两条的内容,是他自己结合在一起提出的),为此他说道,两个论据之一,也就是我们刚才说到的前一个论据,在特殊的情形下绝不比在普遍的情形下更为[有效]。但他自己的表述是颠倒的;因为本应当像我们所说的那样表述,他在这里却说“在普遍的情形下绝不比在特殊的情形下更为[有效]”;因为他想要表明,普遍证明也是就自身而言的,而不是因他者。但是他怎么会说“在特殊的情形下绝不比在普遍的情形下更为[有效]”呢?尽管在后文中他将表明,就其是三角形而言,它就自身而言具有三内角等于两直角,但就其是等腰三角形而言则不再如此,而是因他者属于等腰三角形,而这他者就是三角形。那么他在这里为何说“在特殊的情形下绝不比在普遍的情形下更为[有效]”,仿佛两者都确实是就自身而言的呢?因而我说,他的论证是针对那个例子而发的。因为既然那个例子——我是指科里斯库斯是有音乐素养的与人是有音乐素养的——特殊者就自身而言具有音乐素养,而普遍者通过特殊者具有,为此他说,在偶性根本不属于普遍者的这类例子中,特殊者绝不会更多地具有就自身而言的性质,而在偶性也属于普遍者的那些情形中,它由于普遍者自身而属于,比起通过特殊者更是如此;因为当某物既属于普遍者又属于特殊者时,它并非通过特殊者属于普遍者,反而是通过普遍者属于特殊者。
"Ὅλως τε, εἰ μὲν μὴ ὄντος ᾗ τρίγωνον εἶτα δείκνυσιν,2 οὐκ ἂν εἴη ἀπόδειξις." Ἐπειδὴ πρὸ τούτου συνεχώρησε καὶ ἐν τῷ μερικῷ εἶναι τὸ καθ’ αὑτό, εἶπε δὲ μηδὲν μᾶλλον ἢ ἐν τῷ καθόλου εἶναι, νῦν αὐτὸ τοῦτο ἀναιρεῖ, τὸ ὅλως τὴν μερικὴν εἶναι καθ’ αὑτό, τῇ καλουμένῃ ἐνστάσει καὶ ἀντιπαραστάσει, καὶ χρώμενος πρότερον μὲν τῇ ἀντιπαραστάσει νυνὶ δὲ τῇ ἐνστάσει. ὅλως γάρ, φησίν, οὐδέ φημι ἐν τοῖς μερικοῖς τὸ καθ’ αὑτὸ εἶναι. ἐπὶ γὰρ τοῦ προτεθέντος παραδείγματος οὐδὲ ὑπῆρχεν ὅλως τῷ ἀνθρώπῳ τὸ μουσικῷ εἶναι ἀλλὰ μόνῳ τῷ μερικῷ· ὥστε τὸ λέγειν, ὅτι τῷ καθόλου κατ’ ἄλλο ὑπάρχει, ψεῦδος, εἴ γε μηδὲ ὅλως ὑπάρχει τῷ καθόλου. εἰ γὰρ ὅλως ὑπάρχει τι τῷ καθόλου, πάντως καὶ καθ’ αὑτὸ ὑπάρξει, τῷ δὲ μερικῷ διὰ τὸ καθόλου, ὥσπερ τῷ ἀνθρώπῳ τὸ λογικὸν καὶ τῷ ζῴῳ τὸ αἰσθητικὸν καὶ τῷ τριγώνῳ αἱ ἴσαι δύο ὀρθαῖς, καὶ ἐπὶ πάντων ὁμοίως. τὰ δὲ τῆς λέξεως οὕτως· ὅλως τε, φησίν, εἰ μὲν μὴ ὄντος ᾗ τρίγωνον εἶτα δείκνυσιν, οὐκ ἂν εἴη ἀπόδειξις, τουτέστιν εἰ τὸ σύμπτωμα μὴ ὑπάρχει τῷ καθόλου ᾗ τοιοῦτόν ἐστιν, οἷον, εἰ τύχοι, τῷ τριγώνῳ ᾗ τρίγωνόν ἐστι τὸ ἔχειν τὴν περίμετρον, εἰ τύχοι, πήχεων πέντε ἢ τῷ ἀνθρώπῳ ᾗ ἄνθρωπός ἐστι τὸ εἶναι μουσικόν, εἶτά τις τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον λέγοι, οὐκ ἀποδείκνυσιν ὁ τοιοῦτος· ψεῦδος γὰρ τὸ τοιοῦτον, καὶ ὥσπερ τὸ ἀληθὲς οὐδέποτε ἐλέγχεται, οὕτω τὸ ψεῦδος οὐδέποτε ἀποδείκνυται, οὐδὲ κατ’ ἄλλο αὐτῷ ὑπάρξει ὅπερ ὅλως αὐτῷ οὐχ ὑπάρχει.
“并且总的说来,如果当它就其是三角形而言并非[如此]时随后加以证明,那便不会是证明。” 既然在此之前他承认了就自身而言的性质也在特殊者之中,并说它绝不比在普遍者之中更多,现在他便借助所谓的异议与抗辩来推翻这同一件事,即根本否认特殊[证明]是就自身而言的;他此前使用了抗辩,而现在使用了异议。他说,因为总的说来,我甚至不承认就自身而言的性质存在于特殊者之中。因为在所提出的例子中,具有音乐素养根本不属于人,而仅属于特殊者;所以说它因他者属于普遍者是虚假的,既然它根本不属于普遍者。因为如果某物总体上属于普遍者,它必定也依自身而属于,但通过普遍者属于特殊者,正如理性属于人、感知属于动物、内角和等于两直角属于三角形,所有情形皆是如此。原文的文句如下:他说,总的说来,如果当它就其是三角形而言并非[如此]时随后加以证明,那便不会是证明,也就是说,如果该偶性并不属于那作为如此这般的普遍者,例如假定,三角形就其是三角形而言并不具有周长为五肘,或者人就其是人而言并不具有音乐素养,随后有人将不属于的性质作为属于的性质来陈述,这样的人并没有进行证明;因为这样的事是虚假的,正如真实者绝不会被驳倒一样,虚假者也绝不会被证明,那根本不属于它的东西,也不会因他者而属于它。
- 1.445δέον γὰρ οὕτως εἰπεῖν, ὡς εἴπομεν, ὅδε φησὶν οὐδὲν μᾶλλον ἐπὶ τοῦ καθόλου ἐστὶν ἢ τοῦ κατὰ μέρος
分词 δέον 是非人称动词 δεῖ 的绝对宾格结构,在此作状语,表示本应如此却相反的让步对比(“本应当说……”)。主句 ὅδε φησὶν... 则指出亚里士多德在原文引文中的语序相对于辩证论述的逻辑进程发生了颠倒。
- 1.446εἰ μὲν μὴ ὄντος ᾗ τρίγωνον εἶτα δείκνυσιν
短语 μὴ ὄντος 是省略了逻辑主语的绝对属格分词结构(依据上下文指属性在“就其是三角形而言”的意义上并不存在或不属于)。副词 εἶτα 修饰条件从句中的陈述语气动词 δείκνυσιν,起强调逻辑矛盾的作用(“当不如此时,却随后/依然进行证明”)。
