- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:273.26-275.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了85a15–85a37,规定了直接证明的涵义,并详细解释了亚里士多德所提出的反驳论点展开过程:即全称证明将独立于具体事物的“非存在者”当作存在者,从而在听者心中产生虚假臆见和欺骗。
" Ὡς δ’ αὕτως καὶ περὶ τῆς ἀποδεικνύναι λεγομένης." Ἀντὶ τοῦ ‘τῆς ἐπ’ εὐθείας’·1 αὕτη γάρ ἐστι καὶ κυρίως ἀπόδειξις ἡ ἐπ’ εὐθείας τὸ πρᾶγμα δεικνύουσα· ἡ γὰρ εἰς ἀδύνατον ἀπαγωγὴ οὐκ αὐτὸ δείκνυσιν ἀλλὰ τὸ ἐναντίον ἀναιρεῖ.
“关于被称为证明的[证明]同样如此。” 这是用来代替“直接[证明]”;因为直接展示事物的正是本义上的证明;而不可能性引申法并不直接展示事物本身,而是取消其对立面。
"Αὕτη γὰρ ἀρετὴ ἀποδείξεως." Αὕτη, φησίν, ἀρετὴ ἀποδείξεως, ὅταν μὴ δι’ ἄλλου γίνηται ἀλλὰ δι’ αὑτοῦ.
“因为这是证明的美德。” 他说道,当它不是通过他者,而是通过自身发生时,这就是证明的美德。
"Ἡ δὲ καθόλου ὅτι ἄλλο, οὐχ ὅτι αὐτὸ τετύχηκεν ἐπιδείκνυσιν,2 οἷον ὅτι τὸ ἰσοσκελὲς οὐχ ὅτι ἰσοσκελὲς ἀλλ’ ὅτι τρίγωνον, ἡ δὲ κατὰ μέρος ὅτι αὐτό." Ἡ καθόλου, φησί, δεῖξις οὐ καθ’ αὑτήν ἐστιν ἀλλὰ διὰ τὴν μερικήν. ὅταν γὰρ τὰ τῷ ἰσοσκελεῖ καθ’ αὑτὸ ὑπάρχοντα διὰ τοῦ καθόλου δεικνύῃ τις, οἷον ὅτι τὸ ἰσοσκελὲς τρίγωνον τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἔχει, ᾗ τρίγωνόν ἐστι δείκνυσιν, ἀλλ’ οὐχ ᾗ ἰσοσκελές. δῆλον δὲ ὅτι ψευδεῖ παραδείγματι κέχρηται, ἐπεὶ μὴ οἷόν τε ἦν ἀληθεῖ χρήσασθαι· οὐδὲ γὰρ ὡς ἐπὶ τριγώνου δείκνυται τὰ τῷ ἰσοσκελεῖ ὑπάρχοντα, ἀλλ’, ὡς ἐρεῖ ἐφεξῆς, ὅταν τις τὸ μὴ ὑπάρχον τῷ καθόλου δεικνύῃ ὑπάρχον, οὐδὲ ἀπόδειξις τὸ τοιοῦτόν ἐστιν· οὐδὲν γὰρ κατ’ ἄλλο τῷ καθόλου δείκνυται ὑπάρχον.
“全称[证明]展示的是它是碰巧成为另一事物,而不是它自身,例如等腰三角形之所以是[如此]不是由于它是等腰三角形,而是由于它是三角形,而特称[证明]则展示它是它自身。” 他说,全称证明并不是为了自身,而是为了特称证明。因为当某人通过全称展示那些在自身层面属于等腰三角形的性质时,例如等腰三角形具有两底角相等,他是在它是三角形的限度内展示,而不是在它是等腰三角形的限度内。但他使用了虚假的例子,这是显而易见的,因为不可能使用一个真实的例子;因为属于等腰三角形的性质既不是像在三角形的情形下那样被证明的,而且正如他在后文中所要说的,当某人把不属于全称的事物展示为属于它时,这样的论证甚至不是证明;因为没有任何事物被展示为因他者而属于全称。
"Ἔτι εἰ τὸ μὲν καθόλου μή ἐστί τι παρὰ τὰ καθ’ ἕκαστα, ἡ δ’ ἀπόδειξις δόξαν ἐμποιεῖ εἶναί τι τοῦτο, καθ’ ὃ ἀποδείκνυσι, καί τινα φύσιν ὑπάρχειν ἐν τοῖς οὖσι τοιαύτην." Τὴν δευτέραν καὶ τρίτην ἀπορίαν ἅμα συνέπλεξεν, ὅτι τε τὸ καθόλου οὐδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα, καὶ ὅτι ἀπάτης ἡμῖν αἴτιον γίνεται τιθεμένοις τὸ μὴ ὂν ὡς ὄν· ὡς γὰρ ὂν καθ’ αὑτὸ παρὰ τὰ μερικὰ τὸ καθόλου ὑποτιθέμεθα.
“此外,如果全称并不是在个别事物之外的某种东西,而证明却产生了某种臆见,以为据以证明的这个东西是某种存在,并且在存在者之中有某种这样的本性。” 他将第二和第三个疑难结合在了一起:既是全称在个别事物之外绝非任何事物,也是由于它为将非存在者当作存在者的我们造成了受骗的原因;因为我们假定了全称是在特称事物之外自身存在的。
"Ἔστι δ’ ἡ μὲν καθόλου τοιαύτη." Τοιαύτη, οἵαν εἶπε, τό τε μὴ ὂν ὡς ὂν ὑποτιθεμένη καὶ δι’ αὐτὸ τοῦτο ἀπάτης ἡμῖν αἰτία γινομένη. πῶς δὲ ταῦτα συμβαίνει, κατασκευάζει ἑκάτερον ἰδίᾳ, καὶ πρῶτον τὸ καθόλου μὴ ὂν εἶναι ὑποτίθησι διὰ τῶν ἐπαγομένων.
“而全称[证明]正是这样的。” 正是他所说的那样,它假定非存在者为存在者,并恰恰由此成为我们受骗的原因。至于这些是如何发生的,他分别确立了每一项,并首先通过后文论述假定了全称是非存在者。
"Προϊόντες γὰρ δεικνύουσιν, ὥσπερ περὶ τοῦ ἀνάλογον, οἷον ὅτι ὃ ἂν ᾖ τι τοιοῦτον, ἔσται ἀνάλογον." Ὥσπερ, φησίν, ὁ γεωμέτρης δείκνυσιν ὅτι, ἐὰν τέσσαρες γραμμαὶ ἀνάλογον ὦσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔσονται, οὕτω δὲ καὶ ἐὰν τέσσαρα ἐπίπεδα καὶ ἐὰν τέσσαρα στερεά, καὶ ἁπλῶς ἐπὶ τῶν καθόλου, ὅτι ἐὰν τέσσαρα τοιαῦτα, οἷον ποσὰ ἢ μεγέθη, καίτοι τὸ ποσὸν ἁπλῶς ἢ τὸ μέγεθος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ ἐκτὸς γραμμῆς ἢ ἐπιπέδου ἢ στερεοῦ, καὶ ὅμως ὡς ὄντος τινὸς παρὰ ταῦτα οὕτως ἐπ’ αὐτοῦ ποιοῦνται τὸν λόγον, τὸ αὐτὸ δὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ ἀνάλογον πάσχουσιν οὗτοι, τοῦτο πάσχουσι καὶ πάντες3 ὅσοι καθόλου τι ἀποδεικνύουσι. λαβόντες γάρ, ὅτι ὁ ἵππος ζῷόν ἐστι καὶ ὁ ἄνθρωπος καὶ ὁ κύων καὶ τὰ λοιπά, λαμβάνουσι καὶ ἁπλῶς ὅτι ζῷον ἐστιν, ὅπερ ὡς ἕτερον τῶν εἰρημένων ὑποτίθενται μὴ ὂν αὐτῶν ἕτερον, ὥστε τὸ μὴ ὂν 〈ὡς ὂν〉 ὑποτίθενται. ὁμοίως καὶ ἀπὸ τῶν ἀτόμων ἐπὶ τὰ εἴδη ἀνιόντες. εἰ οὖν αἱ μὲν καθόλου περὶ τὸ μὴ ὂν ἔχουσιν, αἱ δὲ μερικαὶ περὶ τὸ ὄν, κρεῖττον δὲ τὸ ὂν τοῦ μὴ ὄντος, καὶ αἱ μερικαὶ ἄρα ἀποδείξεις τῶν καθόλου κρείττους. δι’ αὐτὸ δὴ τοῦτο, φησί, καὶ δόξης ψευδοῦς ἐστιν ἐμποιητικὸν τὸ καθόλου, εἴ γε τὸ μὴ ὂν ἀξιοῖ ἡμᾶς ὡς ὂν ὑποτίθεσθαι. ὥστε καὶ ἀπάτης ἐστὶν ἡμῖν αἰτία. καὶ ταύτῃ οὖν ἡ μερικὴ κρείττων.
“因为他们推进证明,正如关于比例项那样,例如凡是某种这样的东西都将是成比例的。” 他说,正如几何学家证明,如果有四条线成比例,它们交错也成比例,四种平面和四种立体同样如此,并且在全称的情形下直截了当地说,如果有四种这样的东西,如量或大小——尽管单纯的量或大小绝不在直线、平面或立体之外自身存在,但他们依然就它展开论述,仿佛它是独立于这些的某种存在一样——这些几何学家在比例项上所遭遇的完全一样的事情,所有以全称方式进行证明的人也同样遭遇。因为在假定了马是动物,人、狗及其他事物也是动物之后,他们也直截了当地假定了动物存在,并且他们假定动物是与上述事物不同的东西,尽管它与它们并非不同,以至于他们假定非存在者〈为存在者〉。同样,从不可分割的个体上升到属时也是如此。因此,如果全称证明涉及非存在者,而特称证明涉及存在者,且存在者优于非存在者,那么特称证明也就优于全称证明。他说,恰恰因为这一点,全称证明也会产生虚假的臆见,既然它要求我们将非存在者假定为存在者。因此它也是我们受骗的原因。于是在这一点上,特称证明也是更优的。
- 1.439Ἀντὶ τοῦ ‘τῆς ἐπ’ εὐθείας’
斐洛波诺斯将引文中的“被称为证明的[证明]”(τῆς ἀποδεικνύναι λεγομένης)解释为代指“直接[证明]”(τῆς ἐπ’ εὐθείας)。其后紧随的 αὕτη ... ἡ ἐπ’ εὐθείας τὸ πρᾶγμα δεικνύουσα 构成了同位的主谓结构,用以在与归谬法(ἡ εἰς ἀδύνατον ἀπαγωγή)的对比中界定直接证明的本质特征。
- 1.441Ἡ δὲ καθόλου ὅτι ἄλλο, οὐχ ὅτι αὐτὸ τετύχηκεν ἐπιδείκνυσιν
亚里士多德原文中的 ὅτι ἄλλο 与 ὅτι αὐτό 为名词性从句(意为“它是另一事物”、“它是其自身”,省略系动词),作为主要动词 ἐπιδείκνυσιν 的宾语形成并列对比。随后的 οἷον ὅτι... 进一步引出解释性的具体实例。
- 1.444Ὥσπερ, φησίν, ὁ γεωμέτρης δείκνυσιν ... τὸ αὐτὸ δὴ τοῦτο ... τοῦτο πάσχουσι καὶ πάντες
这是一个长大的对应相关结构。开头的 Ὥσπερ...(“正如几何学家证明……”)对应主句的核心:τὸ αὐτὸ δὴ τοῦτο... τοῦτο πάσχουσι καὶ πάντες ὅσοι...(“所有……的人也同样遭受完全相同的事情”)。在几何学家的例子内部插入了 καίτοι... καὶ ὅμως...(“尽管……然而……”)的让步与对立分句,整体骨架保持为 Ὥσπερ A, οὕτω [τὸ αὐτὸ τοῦτο] πάσχουσι B 的比照关系。
