← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§272.14-273.25

驳斥针对全称证明的三个疑难

菲洛波诺斯依次驳斥了针对全称证明的三个疑难:第一关于自身属性归属的问题,第二关于全称是非存在者的主张,以及第三关于欺骗的指责,从而确立了全称本性是内在实存并构成科学证明真正根基的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.438#2

τὸ δὲ τὸν Κορίσκον μουσικὸν εἶναι καθ’ αὑτὸ μὲν ὑπάρχει τῷ Κορίσκῳ· τοῦτο δὲ οὐκέτι καὶ τῷ καθόλου ὑπάρξει· οὐ γὰρ ὑπάρχει τῷ ἀνθρώπῳ, ᾗ ἄνθρωπός ἐστι, τὸ μουσικόν. ἔνθεν γὰρ καὶ τὸ τῆς ἀπάτης αἴτιον· οὐδὲ γὰρ ἐστιν εἰπεῖν ὅτι ὁ ἄνθρωπος μουσικός ἐστιν· εἰ δὲ τὸν τινὰ ἄνθρωπον εἴπῃς, οὐκέτι τὸν καθόλου λέγεις ἀλλ’ ἤτοι τὸν Σωκράτην ἢ τὸν Κορίσκον ἢ ἕτερόν τινα. ὥστε, φησίν, εἰ μὲν μὴ ὑπάρχει τι σύμπτωμα τῷ καθόλου, οἷον τὸν ἄνθρωπον μουσικὸν εἶναι ἢ τὸ τρίγωνον τρίπηχυ εἶναι ἢ τι τοιοῦτον, εἶτα δείκνυσί τις τὸ τοιοῦτον ὑπάρχον τῷ καθόλου, οὐδὲ ἀπόδειξίς ἐστι τὸ τοιοῦτον ἀλλὰ παραλογισμός, ὅπερ τῷ μέρει ὑπάρχει, τοῦτο παντὶ λέγων ὑπάρχειν.1 εἰ δὲ ὅλως ἐστί τι σύμπτωμα τῷ καθόλου ὑπάρχον, οἷον τῷ ἀνθρώπῳ τὸ λογικὸν ἢ τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, οὐ διὰ τὸ τοῖς κατὰ μέρος ὑπάρχειν τοῦτο καὶ τῷ καθόλου ὑπάρχει, ἀλλὰ διὰ τὸ τῷ καθόλου ὑπάρχειν καὶ τοῖς κατὰ μέρος ὑπάρχει, εἴπερ ᾗ μὲν τρίγωνον ὑπάρχει, οὐχ ᾗ δὲ ἰσοσκελὲς ἢ ᾗ σκαληνόν. ἀναιρεθέντος γὰρ τούτου ἀναιροῖτο ἂν καὶ τὸ σύμπτωμα·2 νῦν δὲ οὐκ ἀναιρεῖται· τοῦ δὲ τριγώνου ἀναιρεθέντος ἀναιρεῖται. Οὕτω μὲν οὖν τὴν προτέραν ἐλέγχει ἀπορίαν. τὴν δὲ δευτέραν, ὅτι ψευδές ἐστι τὸ λέγειν τῶν μὴ ὄντων εἶναι τὸ καθόλου. εἰ μὲν γάρ, φησίν, ὁμώνυμός τις ἦν φωνὴ τὸ καθόλου, ὥσπερ ἡ ‘Αἴας’ φωνὴ κατά τε τοῦ Ὀϊλέως καὶ τοῦ Τελαμῶνος καὶ ὁ κύων κατὰ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ ἀστρῴου, τῷ ὄντι τῶν μὴ ὄντων ἦν τὸ καθόλου. εἰ δὲ εἷς τις ὁρισμὸς τοῦ καθόλου καὶ μία τις κοινὴ φύσις πολλοῖς ἐνυπάρχουσα, ψεῦδος τὸ λέγειν τῶν μὴ ὄντων εἶναι τὸ καθόλου, ἀλλ’ ἔστι μὲν ἑτέρα τις οὐσία κοινή, ἀλλ’ αὐτὴ οὐ χωριστὴ καὶ καθ’ αὑτὴν ὑφεστηκυῖα ἀλλὰ διὰ πάντων τῶν κατὰ μέρος διήκουσα καὶ ἐν αὐτοῖς ὑφεστηκυῖα. καὶ ὥσπερ τὰς τοῦ συμβεβηκότος κατηγορίας, τὸ ποσόν, τὸ ποιὸν καὶ τὰς λοιπάς, εἶναι μέν τινας φύσεις διωρισμένας τῶν ἄλλων ἑκάστην φαμέν, οὐ μὴν καθ’ αὑτὴν ἑκάστην ὑφεστηκυῖαν ἀλλ’ ἐν τοῖς μερικοῖς ἔχουσαν τὴν ὑπόστασιν, καὶ οὐ παρὰ τὸ μὴ ὑφεστηκέναι καθ’ αὑτὴν οὐδὲ εἶναι αὐτήν φαμεν, ἀλλὰ διὰ τὸ ἑκάστην κοινῷ λόγῳ ὡρίσθαι τῶν ὄντων εἶναι καὶ ὑφεστάναι,3 κἂν ἐπὶ τοῖς μερικοῖς ἔχῃ τὴν ὕπαρξιν, οὕτω δὴ καὶ περὶ τῶν καθόλου φαμὲν ὅτι ἔστι μὲν ἡ τοῦ τριγώνου φύσις ἑτέρα παρὰ τὰς πάντων τῶν μερικῶν, λέγω δὴ τοῦ ἰσοσκελοῦς, τοῦ σκαληνοῦ, τοῦ ἰσοπλεύρου, οὐ μὴν ἔξω τούτων ἔχουσα τὴν ὕπαρξιν· ἔστι γὰρ τῷ ὁριστικῷ λόγῳ διαλαβεῖν αὐτὴν ἀπὸ πάντων τῶν κατὰ μέρος. οὐκ ἄρα τῶν μὴ ὄντων τὸ καθόλου, ἀλλὰ καὶ μᾶλλον τῶν 〈ὄντων τῶν〉 μερικῶν τὸ καθόλου, εἴ γε τοῦτο μὲν ἄφθαρτον, τὰ δὲ μερικὰ πάντα φθαρτά, μᾶλλον δὲ τῶν ὄντων τὸ ἄφθαρτον ἤπερ τὸ φθαρτόν. εἰ δὲ τῶν ὄντων τὸ καθόλου, οὐδὲ ἀπάτης ἄρα αἰτία ἡ τοῦ καθόλου δεῖξις περὶ τοῦ μὴ ὄντος ὡς ὄντος δεικνύουσα. εἰ δὲ ἄλλοι τὸ καθόλου δεικνύντες ὡς αὐτοῦ καθ’ αὑτὸ ὑφεστηκότος παρὰ τὰ μερικὰ ποιοῦνται τὸν περὶ αὐτοῦ λόγον, καὶ τοῦτο οὐ τῆς ἀποδείξεώς ἐστιν ἁμάρτημα ἀλλὰ τοῦ ἀκούοντος· οὐ γὰρ χωριστὸν ὑποτίθεται τὸ καθόλου ἡ ἀπόδειξις. εἴ τις οὖν ὡς περὶ χωριστοῦ ἀκούοι, αὐτὸς ἑαυτῷ τῆς ἀπάτης γίνεται αἴτιος.

科里斯库斯是有教养的,这在自身层面属于科里斯库斯,但这一点不再同样属于全称;因为有教养并不在人是人的限度内属于人。欺骗的原因正由此产生;因为甚至不能说人是有教养的;而如果你说某个特定的人,你就已经不再是在说全称,而是在说苏格拉底、科里斯库斯或某个其他人了。因此他说,如果全称并不具有某种偶性,例如人是有教养的,或者三角形是三肘长,或类似的事情,随后某人证明这样的事情属于全称,那么这样的推论甚至不是证明,而是谬误推理,即主张属于局部的也属于全体。但如果全称总归具有某种偶性,例如有理性属于人,或者内角和等于两直角属于三角形,这并不是由于它属于特称事物因而也属于全称事物,而是由于它属于全称事物因而也属于特称事物,既然它是在三角形的限度内属于它,而不是在等腰或不等边三角形的限度内。因为如果这[等腰或不等边三角形]被取消,该偶性也就会被取消;但事实上它并未被取消;而如果三角形被取消,它就被取消了。于是,他以此方式驳斥了前一个疑难;接着[驳斥]第二个疑难,表明主张全称属于非存在者是虚妄的。因为他说,如果全称是一个同名异义的语词,就像“埃阿斯”这个名字既指奥伊琉斯之子又指忒拉蒙之子,“狗”既指陆地上的狗、海洋里的狗又指星辰的狗一样,全称确实就会属于非存在者了。但如果全称有一个单一的定义,且有一个内在存在于多者之中的单一共通本性,那么主张全称属于非存在者就是虚妄的;毋宁说,它确实是另一种共通的实体,但它自身不是分离且自身独立自立存在的,而是贯穿所有特称事物并在它们之中自立存在的。正如对于偶性的范畴——量、质及其他——我们一方面说它们各自是与其他范畴相区别的某种本性,却并不是各自自身独立自立存在,而是在特称事物中拥有其实存,并且我们并不因其不自身独立自立存在就说它甚至不存在,而是由于它们各自被一个共通的说明规定而属于存在者并具有自立存在,即便它们在特称事物中拥有实存;正是这样,关于全称事物我们也说,三角形的本性不同于所有特称事物的本性——我是指等腰三角形、不等边三角形、等边三角形——但它绝不在这些事物之外拥有实存;因为可以通过定义的说明将它与所有的特称事物区分开来。因此全称并不属于非存在者,甚至比起特称[存在]事物,全称更为真实存在,既然全称是不灭的,而特称事物全都是可灭的,并且不灭者比起可灭者更为真实存在。而如果全称属于存在者,那么全称的证明也就绝不是由于把非存在者当作存在者来证明而成为欺骗的原因。但如果其他人在证明全称时,进行关于它的论述好像它是独立于特称事物而自身自立存在的一样,这也同样不是证明的过错,而是听者的过错;因为证明并没有假定全称是分离的。因此,如果有人把它当作关于分离事物的论述来听,他就是自己成为自己受骗的原因。

语法注3 条
  1. 1.438ὅπερ τῷ μέρει ὑπάρχει, τοῦτο παντὶ λέγων ὑπάρχειν

    分词 λέγων 为阳性单数主格,与前面从句的假定主语 τις 一致,具体说明此“谬误推理(παραλογισμός)”的实施方式与内容。关系从句 ὅπερ τῷ μέρει ὑπάρχει 由指示代词 τοῦτο 承接,构成“主张局部所具有者亦属于全体”的语义结构。

  2. 1.438ἀναιρεθέντος γὰρ τούτου ἀναιροῖτο ἂν καὶ τὸ σύμπτωμα

    ἀναιρεθέντος τούτου 为独立属格结构,充当伴有 ἄν 和祈愿语气动词(ἀναιροῖτο ἄν)的潜在/与事实相反主句的条件从句(“若此者被取消”)。τούτου 指代前文所述的等腰或不等边三角形,随后紧接着用客观事实陈述(νῦν δὲ οὐκ ἀναιρεῖται,“但事实上并未被取消”)形成对比。

  3. 1.438οὐ παρὰ τὸ μὴ ὑφεστηκέναι καθ’ αὑτὴν οὐδὲ εἶναι αὐτήν φαμεν, ἀλλὰ διὰ τὸ ἑκάστην κοινῷ λόγῳ ὡρίσθαι τῶν ὄντων εἶναι καὶ ὑφεστάναι

    此句为 οὐ παρὰ τὸ... φαμέν, ἀλλὰ διὰ τὸ... 的对照句式。介词 παρά 搭配带冠词不定式(παρὰ τὸ μὴ ὑφεστηκέναι)表示被否定的原因(“我们并不因其自身不自立存在就说……”),而后半段的 διά 搭配带冠词不定式(διὰ τὸ ὡρίσθαι)则给出被肯定的原因。不定式短语中的 οὐδὲ εἶναι αὐτήν 意为“甚至不存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:272.14-273.25