- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:271.1-272.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德提出的关于证明的三个课题中的第一个,即全称证明与特称证明的优劣问题。他先阐发了支持特称证明更优的三条有说服力的论据,进而从“自身所属”的角度厘清了对第一条论据的驳斥。
" Οὔσης δ’ ἀποδείξεως τῆς μὲν καθόλου τῆς δὲ κατὰ μέρος, καὶ τῆς μὲν κατηγορικῆς τῆς δὲ στερητικῆς." Ἐντεῦθεν τρία τινὰ ζητεῖ προβλήματα ἀξιόλογα εἰς τὸν περὶ ἀποδείξεως λόγον συντείνοντα. πρῶτον μὲν ποία δεῖξις κρείττων καὶ μᾶλλον πρέπουσα τῇ ἐπιστήμῃ, πότερον ἡ καθόλου ἢ ἡ μερική, δεύτερον πότερον ἡ καταφατικὴ μᾶλλον ἐπιστήμῃ πρέπουσα ἢ ἡ ἀποφατική, καὶ τρίτον πότερον ἡ ἐπ’ εὐθείας ἢ ἡ δι’ ἀδυνάτου. καὶ ἐπέξεισι τῷ περὶ τούτων λόγῳ πλατύτερον. καὶ πρῶτον ἐπὶ τοῦ καθόλου καὶ τοῦ κατὰ μέρος ἐπισκέπτεται. καὶ πρότερον εἰς τὰ ἐναντία ἐπιχειρεῖ πιθανῶς, πειρώμενος κατασκευάζειν ὅτι ἡ ἐπὶ μέρους δεῖξις κρείττων τῆς καθόλου καὶ μᾶλλον ἀποδείξει πρέπουσα. εἶτα διελέγχει τῶν λόγων τούτων τὴν πιθανότητα καὶ δείκνυσι τὴν καθόλου κρείττονα. ὅτι οὖν ἡ ἐπὶ μέρους βελτίων, τριχόθεν πειρᾶται κατασκευάζειν. εἰ γάρ, φησίν, ἡ καθ’ αὑτὸ ἀπόδειξις τῆς κατ’ ἄλλο βελτίων καὶ πρέπουσα ἀποδείξει 〈μᾶλλον〉, καθ’ αὑτὸ δὲ ἡ τὸ μερικὸν δεικνύουσα, κρείττων ἂν εἴη ἡ μερικὴ καὶ ἀποδείξει πρέπουσα μᾶλλον τῆς καθόλου.1 ὅτι δὲ καθ’ αὑτὸ ἡ ἐπὶ μέρους δῆλον· ὅτι γάρ, φησίν, ὁ Κορίσκος μουσικός ἐστι, δεικνύς τις καθ’ αὑτὸ μᾶλλον δείκνυσιν ἢ ὁ δεικνύων ὅτι ὁ ἄνθρωπος μουσικός ἐστιν· οὐ γὰρ ᾗ ἄνθρωπος ὑπάρχει αὐτῷ τὸ μουσικόν, ἀλλ’ ᾗ Κορίσκος. ὁμοίως ὅτι ὁ Καλλίας λογικός ἐστι, καθ’ αὑτὸ ἴσμεν, ὅτι δὲ ὁ ἄνθρωπος λογικός, οὐ καθ’ αὑτὸ ἀλλὰ κατ’ ἄλλο· τὰ μὲν γὰρ μερικὰ αὐτὰ ἐξ αὑτῶν γινώσκομεν ὅτι λογικά, οἷον Σωκράτην, Καλλίαν, Ἀλκιβιάδην καὶ τὰ λοιπά, τὸ μέντοι καθόλου, ὅτι πᾶς ἄνθρωπος λογικός, ἐκ τῶν ἐπὶ μέρους. πρώτη μὲν οὖν ἐπιχείρησις αὕτη. δευτέρα δὲ ἥδε. εἰ τὰ καθόλου, φησί, μὴ ἔστιν ἀλλ’ ἐν ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, οἷον τὸ ἁπλῶς τρίγωνον (οὐδὲν γὰρ ἔστι τρίγωνον αὐτὸ καθ’ αὑτὸ ἕτερον 〈ὂν〉 παρὰ τὸ ἰσοσκελὲς καὶ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνόν· ἀλλ’ οὐδὲ τὸ ἰσοσκελὲς παρὰ τὸ χαλκοῦν ἰσοσκελὲς ἢ ξύλινον ἤ τι τοιοῦτον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὥστε τὸ καθόλου τῶν μὴ ὄντων, τὰ δὲ μερικὰ ὄντα), βελτίων δὲ ἀπόδειξις ἡ περὶ τὸ ὂν καταγινομένη τῆς περὶ τὸ μὴ ὄν, βελτίων ἄρα ἡ μερικὴ τῆς καθόλου. τρίτη ἀπορία, ὅτι βελτίων ἐστὶν ἀπόδειξις περὶ ἣν οὐκ ἔστιν ἀπατηθῆναι· ἀπατώμεθα δὲ περὶ τὰ καθόλου· αἱ γὰρ τῶν καθόλου ἀποδείξεις ὡς ὄντων ἐν ὑποστάσει τοὺς λόγους ποιοῦνται· τὸ δὲ μὴ ὂν ὡς ὂν λέγειν ἀπάτης ἐστίν. ὥστε καὶ ταύτῃ βελτίους αἱ μερικαὶ δείξεις τῶν καθόλου καὶ οἰκεῖαι ἐπιστήμῃ μᾶλλον. Οὕτω πιθανῶς ἀπορήσας ἐπιλύεται τὰς ἀπορίας τοῦτον τὸν τρόπον, καὶ πρῶτόν γε τὴν προτέραν. ψεῦδος γὰρ τὸ λέγειν τοῖς μὲν ἐπὶ μέρους καθ’ ἑαυτὰ ὑπάρχειν τὸ δεικνύμενον, τοῖς καθόλου δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ διὰ τὰ κατὰ μέρος. τὸ γὰρ ἰσοσκελὲς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν οὐχ ᾗ ἰσοσκελές ἐστιν ἔχει·2 οὕτω γὰρ ἂν οὐδενὶ ἑτέρῳ τοῦτο ὑπῆρχεν· ἀλλ’ ᾗ μὲν ἰσοσκελές, τὰς πρὸς τῇ βάσει ἴσας ἕξει, τὸ μέντοι δύο ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας οὐχ ᾗ ἰσοσκελὲς ἕξει ἀλλ’ ᾗ τρίγωνον. [ὥστε τῷ μὲν καθόλου] ὁμοίως καὶ τῷ Σωκράτει λογικῷ εἶναι οὐχ ᾗ Σωκράτης ὑπάρχει3 (οὕτω γὰρ ἂν οὐδενὶ ἄλλῳ ὑπῆρχεν) ἀλλ’ ᾗ ἄνθρωπός ἐστιν ὁ Σωκράτης.
“既然证明一方面是全称的,另一方面是特称的,又一方面是肯定的,另一方面是否定的。” 从这里开始,他探讨关涉关于证明的论述的三个值得注意的课题:第一,哪一种证明更好且更适合科学知识,是全称的还是特称的;第二,是肯定证明更适合科学知识还是否定证明;第三,是直接证明还是归谬证明。并且他对关于这些问题的论述作了更广泛的阐发。首先他考察全称和特称。并且他先令人信服地从相反的方面立论,试图确立特称证明优于全称证明且更适合证明。随后他驳斥了这些论证的说服力,并表明全称证明更好。于是,关于特称更好这一点,他试图从三个方面加以确立。因为他说,如果自身证明优于通过他者的证明且[更]适合证明,而展示特称的证明是自身的,那么特称证明就会优于全称证明且更适合证明。而特称证明是自身的,这一点是显然的:因为他说,表明科里斯库斯是有教养的之人,比起表明人是有教养的之人,更是在自身层面作出展示;因为有教养属于他,并不是由于他是人,而是由于他是科里斯库斯。同样,卡利亚斯是有理性的,我们是自身知晓的;而人是有理性的,我们不是自身知晓的,而是通过他者知晓的;因为对于个别事物本身,如苏格拉底、卡利亚斯、阿尔基比亚德及其他,我们从它们自身认识到它们是有理性的;然而全称命题,即凡人都是有理性的,我们是从特称事物中认识到的。这就是第一个论证。第二个论证如下:他说,如果全称事物并不存在,而仅仅在概念中具有存在,例如单纯的三角形(因为根本不存在独立于等腰、等边和不等边三角形之外的三角形自身;也不存在独立于铜制等腰三角形或木制等腰三角形或类似事物之外的等腰三角形;在其他事物上也是同样;以至于全称属于非存在者,而特称是个别存在者),而且关于存在者的证明优于关于非存在者的证明,那么特称证明就优于全称证明。第三个疑难是,在其上不可能受骗的证明是更好的;而我们在全称事物上会受骗;因为关于全称事物的证明是把它们作为在实体中存在的事物来进行论述的;而把不存在者说成是存在者属于欺骗。因此在这方面,特称证明也优于全称证明,并且更适合科学知识。在如此令人信服地提出疑难之后,他以如下方式消解这些疑难,并且首先消解第一个疑难。因为断言所展示的内容自身属于特称事物,而属于全称事物却不是由于它们自身而是由于特称事物,这是虚妄的。因为等腰三角形拥有其内角和等于两直角,并不是由于它是等腰三角形;因为若是这样,这一点就不会属于任何其他事物;毋宁说,由于它是等腰三角形,它将拥有底角相等,但拥有内角和等于两直角,并不是由于它是等腰三角形,而是由于它是三角形。[因此这属于全称。]同样,对于苏格拉底而言,具有理性并不是由于他是苏格拉底而属于他(因为若是这样,它就不会属于任何其他人),而是由于苏格拉底是人。
- 1.438εἰ τὰ καθόλου, φησί, μὴ ἔστιν ... βελτίων ἄρα ἡ μερικὴ τῆς καθόλου
该长复合条件句的骨架为:条件从句(εἰ τὰ καθόλου... μὴ ἔστιν...)之后插入了冗长的括号性说明(οὐδὲν γὰρ ἔστι... ὄντα),随后由δέ引出作为大前提的并列分句(βελτίων δὲ ἀπόδειξις...),最终在带有ἄρα的结论主句(βελτίων ἄρα...)中得以结穴。
- 1.438τὸ γὰρ ἰσοσκελὲς τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν οὐχ ᾗ ἰσοσκελές ἐστιν ἔχει
句子的语法主语是中性名词短语 τὸ ἰσοσκελές,主动词是末尾的 ἔχει。带冠词的不定式短语 τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν 作动词 ἔχει 的直接宾语(“等腰三角形并不拥有其内角和等于两直角……”)。
- 1.438ὁμοίως καὶ τῷ Σωκράτει λογικῷ εἶναι οὐχ ᾗ Σωκράτης ὑπάρχει
该句核心结构为:带有与格表语 λογικῷ(与 Σωκράτει 一致)的不定式短语构成一个表达本质属性的构式,作动词 ὑπάρχει 的主语或与之结合(“对于苏格拉底而言,具有理性属于他,并不是由于他是苏格拉底”)。
