- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:269.3-270.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯将作为推论不可分本原的无中介前提与数目及连续量的本原进行对照,并将理智确立为证明的终极本原。随后他依各格的句法结构阐明了第二格与第三格否定推论中中项的位置及“落在……之外”的含义。
" Ἔστι δὲ ἕν, ὅταν ἄμεσον γένηται καὶ μία πρότασις ἁπλῶς ἡ ἄμεσος." Ἐπειδὴ εἶπεν ὅτι ἀεὶ τὸ μέσον πυκνοῦται, ἕως ἀδιαίρετα γένηται καὶ ἕν, τί λέγει ἐν συλλογισμῷ τὸ ἕν, προσέθηκε διὰ τούτων, ὅτι τὰς ἀμέσους προτάσεις·1 μέχρι γὰρ τοσούτου καταπυκνοῦται ὁ συλλογισμὸς προσλαμβάνων μέσους ὅρους, ἕως ἂν εἰς τὰς ἀμέσους φθάσῃ προτάσεις, αἵτινές εἰσιν ἀρχαὶ τοῦ συλλογισμοῦ καὶ οἷον μονάδες τινὲς ἀδιαίρετοι. ὥσπερ γάρ, φησίν, ἐν μὲν ἀριθμῷ ἡ ἀρχὴ καὶ τὸ ἀδιαίρετον ἡ μονάς ἐστι καὶ ἐν γραμμῇ 〈ἡ〉 στιγμὴ καὶ ἐν χρόνῳ τὸ νῦν καὶ ἄλλο ἐν ἄλλῳ, οὕτω καὶ ἐν συλλογισμῷ ἡ ἀρχὴ καὶ τὸ ἀδιαίρετον αἱ ἄμεσοι προτάσεις· οὐκέτι γὰρ αὗται διαιρεθῆναι εἰς δύο προτάσεις δύνανται ὥσπερ αἱ ἔμμεσοι.
“当它成为无中介的,且无中介的前提径直为一时,它就是一。” 既然他说中项不断被加密,直到[各端项]成为不可分的且为一,他便通过这些文句补充说明了在推论中他所谓的“一”是指什么,即指诸无中介的前提。因为推论通过增添中项而加密,直到达到无中介的前提为止,而这些前提正是推论的本原,就如同某种不可分的一(单子)。正如他说,在数目中本原和不可分者是单子,在线中是点,在时间中是“现在”,在其他事物中各有其他,所以在推论中本原和不可分者就是无中介的前提;因为它们不能再像有中介的前提那样被分割为两个前提。
"Ἀλλ’ ἐν βάρει μὲν μνᾶ, ἐν δὲ μέλει δίεσις." Παραδείγματος δὲ ἕνεκα ἀρχὴν τοῦ βάρους τὴν μνᾶν φησιν. ὅλως γὰρ ἐπὶ τούτων ἀρχὴ οὐκ ἔστιν, ἐπεὶ ἐπ’ ἄπειρον διαιρετὸν τὸ μέγεθος· εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὸ πρῶτον καὶ ἡ ἀρχὴ τοῦ βάρους, ἀλλ’ εἰ ἄρα, πρὸς τὴν ἡμετέραν συνήθειαν, ὥσπερ καὶ νῦν ἡμεῖς κεχρήμεθα ἐσχάτῳ καὶ ἀδιαιρέτῳ βάρει τῷ ὀγδόῳ μέρει τοῦ κερατίου· μέχρι γὰρ τούτου ποιούμεθα τὴν διαίρεσιν. δίεσις δέ ἐστιν ἡ πρώτη αἰσθητὴ τῶν φθόγγων ἀπήχησις, ἧς πρώτης ἀντιλαμβάνεσθαι δύναται ἡ ἡμετέρα ἀκοή· ταύτην δέ φασι τὸ τέταρτον εἶναι τοῦ ἐπογδόου λόγου.
“但在重量中是米纳,在乐律中是微音程。” 作为例子,他把米纳称为重量的本原。因为一般而言,在这些事物中并不存在本原,既然量度是可以无限分割的;如果这样,就不会有重量的第一者和本原,但如果有的话,也是相对于我们的习惯而言,正如现在我们把开拉提翁的八分之一用作极小且不可分的重量一样;因为我们的分割就以此为限。而微音程是音调中最初可感的声音,是我们的听觉最初能够感知的;人们说这是八分之九比率的四分之一。
"Ἐν δ’ ἀποδείξει καὶ ἐπιστήμῃ ὁ νοῦς." Εἶπε γὰρ ἐν προοιμίοις ὅτι “οὐ μόνον ἐπιστήμην εἶναί τινά φαμεν ἀλλὰ καὶ ἀρχὴν ἐπιστήμης, ᾗ τοὺς ὅρους γινώσκομεν”. ἡ μὲν οὖν ἄμεσος πρότασις γένοιτ’ ἂν ἁπλῶς συλλογισμοῦ ἀρχή· καὶ γὰρ καὶ ἐν τοῖς διαλεκτικοῖς ἐστιν ἔνδοξός τις ἄμεσος πρότασις. ἐπιστήμης δὲ καὶ ἀποδείξεως ἁπλῶς ἀρχὴ ὁ νοῦς, καθ’ ὃν τὰς κοινὰς ἐννοίας αἱροῦμεν. διὰ τί δὲ μὴ καὶ τοῦ διαλεκτικοῦ συλλογισμοῦ ἀρχὴν εἶπε τὴν δόξαν; ὡς γὰρ ὁ νοῦς τὰς κοινὰς ἐννοίας αἱρεῖ ἐξ ὧν αἱ ἀποδείξεις, οὕτως ἡ δόξα τὰς διαλεκτικὰς καὶ ἐνδόξους προτάσεις. φαμὲν οὖν ὅτι οὐκ εἶπε διαλεκτικοῦ συλλογισμοῦ ἀρχὴν εἶναι τὴν ἄμεσον πρότασιν ἀλλ’ ἁπλῶς συλλογισμοῦ. ὡς οὖν συλλογισμοῦ ἁπλῶς ἀρχὴ ἂν εἴη ἡ ἄμεσος πρότασις.
“在证明和科学知识中则是理智。” 因为他在绪论中说过,“我们主张不仅存在某种科学知识,而且存在科学知识的本原,凭此我们认识诸项”。于是,无中介的前提径直可以成为推论的本原;因为在辩证推论中也存在某种可信的无中介前提。然而,科学知识和证明的径直本原是理智,依凭它我们把握共通观念。但为什么他没有把意见也称为辩证推论的本原呢?因为正如理智把握构成证明由来的共通观念,意见同样把握辩证的、可信的前提。因此我们说,他并未说无中介的前提是辩证推论的本原,而是径直说它是推论的本原。所以,无中介的前提便径直是推论的本原。
"Ἐν δὲ τοῖς στερητικοῖς, ἔνθα μὲν ὃ δεῖ ὑπάρχειν, οὐδὲν τούτου ἔξω πίπτει." Ὃ δεῖ ὑπάρχειν λέγει τὸ κατηγορούμενον· τοῦτο γάρ ἐστι τὸ ὑπάρχον τῷ ὑποκειμένῳ. τούτου οὖν, φησίν, ἐν τῷ πρώτῳ σχήματι οὐδὲν ἔξω πίπτει, τουτέστιν οὐδὲν αὐτοῦ ἀποφάσκεται· μόνως γὰρ ἐν τῷ πρώτῳ σχήματι τοῦ μέσου ὁ μείζων ἀποφάσκεται.
“在否定推论中,凡是应当属于之物[出现]之处,没有任何事物落在其外。” 他所谓的“应当属于之物”指的是述语;因为这是属于主语之物。因此他说,在第一格中没有任何事物落在其外,也就是说没有任何事物从它被否定;因为唯独在第一格中,大项从中项被否定。
"Ἐὰν δὲ δέῃ δεῖξαι ὅτι τὸ Δ τῷ Ε οὐχ ὑπάρχει τῷ τὸ Γ τῷ μὲν Δ παντὶ ὑπάρχειν τῷ δὲ Ε μηδενὶ ἢ μὴ παντί." Μετῆλθεν ἐπὶ τὸ δεύτερον σχῆμα· διὸ καὶ τὰ στοιχεῖα ἤμειψε. καὶ ἔστι τὸ μὲν Δ μείζων ὅρος, τὸ δὲ Ε ἐλάττων, μέσος τὸ Γ. καλεῖ δὲ τὸ Ε ᾧ οὐ δεῖ ὑπάρχειν· τοῦ γὰρ ὑποκειμένου ἐν τοῖς προβλήμασιν ἢ συμπεράσμασιν ἀποφάσκεται ὁ μείζων ὅρος. οὐδέποτε οὖν, φησί, τοῦ ἐλάττονος, τοῦ Ε, ἔξω πεσεῖται ὁ μέσος· καὶ εἴπομεν τί σημαίνει ἐνταῦθα αὐτῷ τὸ ἔξω πίπτειν, ὅτι τὸ τὴν θέσιν ἀμείβειν. τοῦ μὲν γὰρ μείζονος ἔξω πίπτει· κατηγορούμενον γὰρ ὄντα τὸν μείζονα ἐν τῷ συμπεράσματι ἐν ταῖς προτάσεσι ποιεῖ ὑποκείμενον·2 τὸν μέντοι ἐλάττονα φυλάττει ἐν ταῖς προτάσεσιν ὑποκείμενον.
“如果需要证明Δ不属于Ε,通过Γ属于全体Δ,但不属于任何Ε或不属于全体Ε。” 他转入第二格;因此他也更改了字母。并且Δ是大项,Ε是小项,中项是Γ。他把Ε称为“所不应当属于之物”;因为在课题或结论中,大项从主语被否定。因此他说,中项绝不会落在小项Ε之外;并且我们已经说过,在此处对他而言“落在……之外”意味着什么,即意味着改变位置。因为它的确落在大项之外;因为它在诸前提中使在结论中虽为述语的大项成为主语;然而在诸前提中它依然保持小项为主语。
"Ἐπὶ δὲ τοῦ τρίτου τρόπου οὔτε ἀφ’ οὗ δεῖ οὔτε ὃ δεῖ στερῆσαι οὐδέποτ’ ἔξω πεσεῖται." Ἐνταῦθα πάλιν τὸ ἔξω πίπτειν τὸ κατηγορεῖσθαί φησιν. ἄλλως γὰρ οὐκ ἐνδέχεται καταστῆσαι τὰ ἐν τούτοις λεγόμενα· ἐν τούτῳ γὰρ τῷ σχήματι ἀεὶ ὑπόκειται ὁ μέσος, ὥστε οὐδενὸς τῶν ἄκρων κατηγορεῖται.
“在第三种方式中,它既绝不落在应当被否定之处之外,也绝不落在应当被否定之物之外。” 在这里,他又把“落在……之外”说成是“被述说”。因为除此以外,不能以任何其他方式确立这些话中所说的内容;因为在这个格中,中项始终是主语,以至于它不被述说于任何一个极端项。
- 1.432τί λέγει ἐν συλλογισμῷ τὸ ἕν, προσέθηκε διὰ τούτων, ὅτι τὰς ἀμέσους προτάσεις
间接疑问从句 τί λέγει ἐν συλλογισμῷ τὸ ἕν 作为主动词 προσέθηκε 的宾语被先行提出,随后的 ὅτι τὰς ἀμέσους προτάσεις 具体补充其内容。宾格 τὰς ἀμέσους προτάσεις 与被省略的动词 λέγει 相应,充当其直接宾语。
- 1.436κατηγορούμενον γὰρ ὄντα τὸν μείζονα ἐν τῷ συμπεράσματι ἐν ταῖς προτάσεσι ποιεῖ ὑποκείμενον
这是 ποιεῖ 带双宾格(宾语 τὸν μείζονα,宾补 ὑποκείμενον)的使役结构。分词短语 κατηγορούμενον ὄντα ἐν τῷ συμπεράσματι(“在结论中虽为述语”)修饰宾语 τὸν μείζονα,含有让步或对比意味。
