← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§26.16-27.21

论证的前提必须真实且不可证明的理由

斐洛波诺斯通过对角线不可通约性的例子,阐释了证明的前提为何必须是真实的(因为不存在关于虚假或非存在之物的知识),并从无穷倒退的角度解释了前提为何必须是第一且不可证明的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26

" Ἀληθῆ μὲν οὖν δεῖ εἶναι, ὅτι τὸ μὴ ὂν οὐκ ἔστιν ἐπίστασθαι." Ἐπεξηγεῖται ἕκαστον τῶν ἀπηριθμημένων. διὰ τοῦτο, φησίν, εἴπομεν δεῖν ἐξ ἀληθῶν εἶναι τὴν ἀπόδειξιν, ὅτι, εἰ μὴ εἴη ἐξ ἀληθῶν, οὐδὲ ἐπιστήμην γενέσθαι ἐνδέχεται· οὐ γὰρ ἔστι τοῦ μὴ ὄντος ἐπιστήμη, τουτέστι τοῦ ψεύδους· τὸ γὰρ μὴ ὂν ἀντὶ τοῦ ψεύδους παρέλαβεν. εἰ δέ τις εἴποι ὅτι τί οὖν; οὐκ ἔστιν ἐπιστήμη τοῦ μὴ ὄντος ὅτι μὴ ὄν; ἀλλ’ οὐ τοῦτό φησιν, ἀλλ’ ὅτι οὐκ ἔστι τὸ μὴ ὂν ἐπίστασθαι ὡς ὄν·1 τὸ γὰρ μὴ ὂν ἐπίστασθαι ὅτι οὐκ ἔστιν ἐπιστήμη ἐστί. καὶ ὅτι οὐ τοῦτό φησιν, ἐδήλωσεν ἐν τῷ παραδείγματι· φησὶ γὰρ ὅτι ἡ διάμετρος σύμμετρος, ὅπερ ἐστὶ ψεῦδος, τοῦ τετραγώνου τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρᾷ. εἰ γὰρ δέδεικται ἡμῖν ἀνωτέρω ὅτι τὸ ἀπὸ τῆς διαμέτρου διπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς πλευρᾶς, εἴπερ τὸ ἀπὸ τῆς πλευρᾶς σύμμετρόν ἐστιν ἑνὶ τῶν τριγώνων τῶν ἐκ τῆς πλευρᾶς, ἀνάγκη τὸ ἀπὸ τῆς διαμέτρου ἀσύμμετρον εἶναι. οἷον εἰ εἴη τὸ ἀπὸ τῆς πλευρᾶς ἐμβαδὸν κεʹ, πέντε τινῶν οὔσης τῆς πλευρᾶς, ἀνάγκη τὸ ἀπὸ τῆς διαμέτρου πεντήκοντα εἶναι. οὐδένα οὖν ἀριθμὸν ζητήσας εὑρήσεις ἐφαρμόζοντα τῇ διαμέτρῳ σύμμετρον τῇ πλευρᾷ ὄντα.2 ὁ ζʹ μὲν γὰρ οὐκ ἔστιν· ἦν γὰρ ἂν τὸ τετράγωνον μθʹ· ἀλλ’ οὐδὲ ὁ ηʹ· ἦν γὰρ ἂν τὸ τετράγωνον ξδʹ. ἀλλ’ οὐδὲ ὁ ζʹ καὶ μόριον· πᾶς γὰρ ἀριθμὸς μετὰ μορίου ἐφ’ ἑαυτὸν πολυπλασιαζόμενος εἰς μόριον καταλήγει· τὸ δὲ τῆς διαμέτρου τετράγωνον οὐ κατέληγεν εἰς μόριον. ὥστε οὐκ ἔστιν ἀριθμὸς οὐδεὶς οὔτε πλήρης οὔτε μετὰ μορίου ὃν ἕξει ἡ διάμετρος σύμμετρον τῇ πλευρᾷ.

“因此前提必须是真实的,因为对于不存在的事物是不可能拥有知识的。” 他对所列举的每一项逐一作了解释。他说:“正因如此,我们才说证明必须出自真实的前提,因为若非出自真实的前提,甚至科学知识也是不可能产生的”;因为对于不存在的事物,亦即虚假的事物,是不存在科学知识的;因为他是用“不存在的事物”来代替“虚假的事物”。但如果有人说:“那么怎样呢?难道对于不存在的事物,不可能有关于它不存在的知识吗?”然而他指的并不是这一点,而是说不可能把不存在的事物当作存在的事物来认识;因为认识到不存在的事物是不存在的,这确实是一种知识。而他并非指这一点,他在例子中已经表明了;因为他说对角线是可通约的——这乃是虚假的,即正方形的对角线与边是可通约的。因为正如我们之前所证明的,对角线上的正方形是边上正方形的两倍,如果边上的正方形与由边构成的三角形之一是可通约的,那么对角线上的正方形就必然是不可通约的。例如,假定边的长度是五个单位,边上的正方形面积是25,那么对角线上的正方形就必然是50。因此,任凭你去寻找,也不会找到任何适合对角线且与边可通约的数。因为7是不可能的;因为它的平方会是49;但8也是不可能的;因为它的平方会是64。然而7又一个分数也是不可能的;因为任何带有分数的数自乘,结果必然落入分数;而对角线的平方并没有落入分数。因此,没有任何数,无论是一个整数还是带分数的数,是对角线将会拥有的、与边可通约的数。

§1.27

"Ἐκ πρώτων δ’ ἀναποδείκτων, ὅτι οὐκ ἐπιστήσεται μὴ ἔχων ἀπόδειξιν αὐτῶν." Ὅπερ ἄνω εἶπε ‘πρώτων ἀμέσων’, τοῦτο ἐνταῦθα πρώτων ἀναποδείκτων, ἐπειδή, ὡς εἴπομεν, πᾶσα ἀπόδειξις διά τινων μέσων ὅρων περαίνεται. διὰ τοῦτο οὖν, φησίν, εἴπομεν ἐκ πρώτων ἀναποδείκτων, ὅτι, εἰ εἴη ἀποδεικτὰ τὰ εἰς τὴν ἀπόδειξιν λαμβανόμενα, οὐ γενήσεται ἀπόδειξις μὴ καὶ ἐκείνων προαποδεδειγμένων.3 καὶ ἄλλως τὰ εἰς τὴν ἐκείνων ἀπόδειξιν παραλαμβανόμενα ἢ πρῶτά ἐστι καὶ ἄμεσα ἢ ἀποδεικτά, καὶ ἀνάγκη ἢ ἐπ’ ἄπειρον ἐξιέναι ἢ καταντῆσαι εἴς τινα πρῶτα καὶ ἄμεσα, ἐξ ὧν βούλεται ὁ ἐπιστημονικὸς συλλογισμὸς περαίνεσθαι.

“并且必须出自第一的不可证明的前提,因为若没有对它们的证明,人就不会拥有知识。” 他在上文中称为“第一且无中项的前提”,在这里称为“第一且不可证明的前提”,因为正如我们所说的,一切证明都是通过某些中项而完成的。他说:“正因如此,我们才说出自第一且不可证明的前提,因为如果用于证明的前提本身是可证明的,那么除非那些前提事先已被证明,否则证明就不会产生。”而且在另一方面,用于证明那些前提的事项要么是第一且无中项的,要么是可证明的,而这必然要么进行至无穷,要么归结于某些第一且无中项的前提,而科学的三段论正是要求从这些前提中完成的。

语法注3 条
  1. 1.26οὐκ ἔστι τὸ μὴ ὂν ἐπίστασθαι ὡς ὄν

    否定词 οὐκ 修饰无人称动词 ἔστι(表示可能性)。不定词 ἐπίστασθαι 以 τὸ μὴ ὄν 为宾语,ὡς ὄν 作状语/述词性补足语,意为“不可能把不存在的事物当作存在的事物来认识”。这与紧随其后的“认识到不存在的事物是不存在的(τὸ μὴ ὂν ἐπίστασθαι ὅτι οὐκ ἔστιν)”形成鲜明对比。

  2. 1.26οὐδένα οὖν ἀριθμὸν ζητήσας εὑρήσεις ἐφαρμόζοντα τῇ διαμέτρῳ σύμμετρον τῇ πλευρᾷ ὄντα

    主动态动词为第二人称单数将来时 εὑρήσεις,过去分词 ζητήσας 表示条件或伴随状况(“寻找之后/即使去寻找”)。直接宾语 οὐδένα ἀριθμόν 同时受到两个分词短语的同格修饰:ἐφαρμόζοντα τῇ διαμέτρῳ 与 σύμμετρον τῇ πλευρᾷ ὄντα,意为“与对角线契合并与边可通约的数”。

  3. 1.27οὐ γενήσεται ἀπόδειξις μὴ καὶ ἐκείνων προαποδεδειγμένων

    短语 μὴ καὶ ἐκείνων προαποδεδειγμένων 是带有否定词 μή 的属格绝对结构,表达否定条件(“若那些事项本身未被预先证明的话”)。与主句 οὐ γενήσεται ἀπόδειξις 结合,表示“如果不事先证明那些前提,证明就无法成立”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:26.16-27.21