- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:267.19-269.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺考察了三格推论中肯定与否定推论里中项与两极端项的关系(解释“落在其外”即外延更广或被述说),并借助其师之说化解了关于第二格表述的解释难点。
" Ὅταν δὲ δέῃ τι δεῖξαι, ληπτέον ὃ τοῦ Β πρῶτον κατηγορεῖται. " Τὸ προκείμενόν ἐστι διὰ τούτων δεῖξαι, ποίαν σχέσιν ἔχει ὁ μέσος ὅρος πρὸς τοὺς ἄκρους κατὰ τὰ τρία σχήματα ἔν τε τοῖς κατηγορικοῖς συλλογισμοῖς καὶ ἐν τοῖς ἀποφατικοῖς. καὶ φησὶν ὅτι ἐν μὲν τοῖς κατηγορικοῖς οὐδέποτε τοῦ κατηγορουμένου ἔξω πίπτει ὁ μέσος, τοῦ δὲ ὑποκειμένου ἐπὶ μὲν τοῦ πρώτου καὶ δευτέρου σχήματος ἀεὶ ἔξω πίπτει, ἐπὶ δὲ τοῦ τρίτου οὐδὲ τοῦ κατηγορουμένου οὐδὲ τοῦ ὑποκειμένου ἔξω πίπτει. διαρθρώσαντες οὖν πρότερον τὰ ἐπὶ τῶν κατηγορικῶν λεγόμενα οὕτως ἐροῦμεν καὶ περὶ τῶν ἀποφατικῶν. τὸ οὖν ἔξω πίπτειν ἐπὶ τῶν κατηγορικῶν σημαίνει τῷ Ἀριστοτέλει τὸ ἐπὶ πλέον εἶναι·1 τοῦτο δ’ ἐστὶ τὸ κατηγορεῖσθαι. οὐδέποτε οὖν, φησίν, ἐν καταφατικῷ συλλογισμῷ ὁ μέσος τοῦ μείζονος κατηγορηθήσεται. οἷον εἰ δέοι δεῖξαι τὸ Α τῷ Β ὑπάρχειν ἐν πρώτῳ σχήματι, λήψομαι μέσον ὅρον ἀμφοῖν. καὶ ὥσπερ ἐν τῷ προβλήματι ἢ συμπεράσματι κατηγορεῖται ὁ μείζων, τουτέστι τὸ Α, οὕτω καὶ ἐν τῷ συλλογισμῷ μόνον κατηγορεῖται· κατηγορηθήσεται γὰρ τὸ μὲν Α τοῦ Γ, τὸ δὲ Γ τοῦ Β. ἐν δὲ τῷ δευτέρῳ δῆλον ὅτι καταφατικὸν οὐ δείκνυται, ὥστε οὐδέποτε τοῦ μείζονος ἅμα καὶ τοῦ ἐλάττονος ἀλλ’ ὁποτέρου ἔτυχε καταφατικῶς ὁ μέσος κατηγορηθήσεται. ἐν δὲ τῷ τρίτῳ οὔτε τοῦ μείζονος οὔτε τοῦ ἐλάττονος κατηγορηθήσεται ὁ μέσος, εἴ γε ἀμφοτέροις δεῖ αὐτὸν ὑποκεῖσθαι. οὕτω μὲν οὖν ἐπὶ τῶν κατηγορικῶν. ἐπὶ δὲ τῶν ἀποφατικῶν, φησίν, ἐπὶ μὲν τοῦ πρώτου σχήματος ὡσαύτως οὐδέποτε τοῦ κατηγορουμένου ἔξω πίπτει ὁ μέσος, ἀλλ’ ἔστιν ἀεὶ ὁ μείζων ὥσπερ ἐν τῷ προβλήματι ἤτοι συμπεράσματι κατηγορούμενος, οὕτω δὲ καὶ ἐν ταῖς προτάσεσιν. ἐπὶ δὲ τοῦ τρίτου, φησίν, οὔτε τοῦ ἐλάττονος οὔτε τοῦ μείζονος ἔξω πίπτει, τοῦτο δέ ἐστιν οὐδενὸς αὐτῶν ἐπὶ πλέον ἐστὶν οὐδὲ κατηγορεῖται οὐδενὸς αὐτῶν, εἴ γε ἐν τῷ τρίτῳ σχήματι ἀμφοτέροις ὁ μέσος ὑπόκειται. ἐν δὲ τῷ δευτέρῳ, φησί, σχήματι οὐδέποτε τοῦ ἐλάττονος ὅρου ἔξω πίπτει ὁ μέσος. ἔλεγεν οὖν ὁ φιλόσοφος ὅτι οὐκέτι ἐνδέχεται ἐπὶ τούτου τὸ μὴ ἔξω πίπτειν τὸ μὴ κατηγορεῖσθαι ἀκούειν· ἀμφοτέρων γὰρ ἐν τῷ δευτέρῳ σχήματι ὁ μέσος κατηγορεῖται. εἰ οὖν τῶν δύο κατηγορεῖται, πῶς φησι τοῦ ἐλάττονος μὴ ἔξω πίπτειν; ἔλεγεν οὖν μὴ ἄλλως ἂν καταστῆσαι τοῦτο, εἰ μὴ τὸ ἔξω πίπτειν τοῦ ἐλάττονος ἄλλως ἀκούσαιμεν νῦν2 ἀντὶ τοῦ ‘οὐδέποτε τὴν θέσιν αὐτοῦ ἀμείβει ὁ μέσος’, καὶ τοῦτο εἶναι τὸ ἔξω πίπτειν τοῦ ἐλάττονος τὸν μέσον, τὸ τὴν θέσιν τοῦ ἐλάττονος μὴ ἀμείβειν τὸν μέσον. τοῦτο οὖν, φησίν, ἐπὶ τοῦ δευτέρου σχήματος οὐ γίνεται· οὐδέποτε γὰρ ὁ ἐλάττων γίνεται κατηγορούμενος ὥσπερ ἐν τῷ τρίτῳ, ἀλλ’ ὥσπερ ἐν τῷ προβλήματι ὑποκείμενός ἐστιν ἀεὶ ὁ ἐλάττων, οὕτω καὶ ἐν τῷ συλλογισμῷ τῷ κατὰ τὸ δεύτερον σχῆμα μένει ὁ ὑποκείμενος μὴ ἀμείβων τὴν ἑαυτοῦ θέσιν. τοῦτο δὲ δῆλον ὅτι καὶ τῷ πρώτῳ ὑπάρχει σχήματι· καὶ ἐν τούτῳ γὰρ ἀεὶ ὁ ἐλάττων ὑποκείμενός ἐστι. ταῦτα μὲν οὖν ἐστι τὰ ἐνταῦθα λεγόμενα μηδὲν πλέον ἔχοντα τῶν ἐν τοῖς τρισὶ σχήμασιν εἰρημένων περὶ τῆς θέσεως τῶν τριῶν ὅρων μηδὲ ἀναγκαίου τινὸς ἕνεκα τῶν εἰς ἀπόδειξιν χρησιμευόντων ἐνταῦθα παρεμβεβλημένα,3 ὡς ἐμοὶ δοκεῖ.
“当需要证明某物时,必须选取首先述说于Β的事物。” 通过这些文句所提出的任务,是指出中项在三格中,无论是在肯定推论还是在否定推论中,与两极端项具有怎样的关系。并且他说,在肯定推论中,中项绝不会落在述语之外,但就主语而言,在第一格和第二格中它总是落在其外,而在第三格中,它既不落在述语之外,也不落在主语之外。因此,我们首先厘清关于肯定推论所说的话,随后也将以此方式论述关于否定推论的事项。于是,在肯定推论中,“落在……之外”对亚里士多德而言意味着“具有更大的外延”;而这就是“被述说”。因此他说,在肯定推论中,中项绝不会被述说于大项。例如,如果在第一格中需要证明Α属于Β,我将选取两者的中项。正如在课题或结论中大项(即Α)被述说一样,在推论中它也仅仅是被述说;因为Α将被述说于Γ,而Γ将被述说于Β。但是在第二格中,显然不能证明肯定的结论,以至于中项绝不会同时对大项和小项作肯定述说,而只能对其中任一方作肯定述说。而在第三格中,既然中项必须作两项的主语,中项就既不被述说于大项,也不被述说于小项。肯定推论方面的情况便是如此。而关于否定推论,他说,在第一格中同样中项绝不落在述语之外,而且大项正如在课题即结论中被述说一样,在诸前提中也始终如此。他说,在第三格中,它既不落在小项之外,也不落在大项之外,这意味着它既不比它们中的任何一个外延更广,也不被述说于它们中的任何一个,既然在第三格中中项作为两项的主语。但他又说,在第二格中,中项绝不落在小项之外。于是哲学家曾说,在这种情况下,不能再把“不落在其外”理解为“不被述说”;因为在第二格中,中项被述说于两项。如果中项被述说于这两项,他怎么会说它不落在小项之外呢?因此他曾说,除非我们现在将“落在小项之外”理解为另一种含义,即代指“中项绝不改变其位置”,并且中项落在小项之外就是中项不改变小项的位置,否则这便无法得以确立。因此他说,这在第二格中并不会发生;因为小项绝不会像在第三格中那样成为述语,而是正如在课题中小项始终是主语一样,在依第二格构成的推论中,它也保持为主语而不改变自身的位置。而显然这同样属于第一格;因为在第一格中小项也始终是主语。以上就是在此处所说的内容,它们并不包含比在三格中所说的关于三项位置的内容更多的东西,而且在我看来,它们也不是为了用于证明的某种必要目的而在此被插入的。
- 1.431τὸ οὖν ἔξω πίπτειν ἐπὶ τῶν κατηγορικῶν σημαίνει τῷ Ἀριστοτέλει τὸ ἐπὶ πλέον εἶναι
τῷ Ἀριστοτέλει 为评判者与格(关系与格),意为“在亚里士多德看来”或“在亚里士多德的用法中”。主语为冠词加不定词短语 τὸ ἔξω πίπτειν,表语为 τὸ ἐπὶ πλέον εἶναι。
- 1.431ἔλεγεν οὖν μὴ ἄλλως ἂν καταστῆσαι τοῦτο, εἰ μὴ τὸ ἔξω πίπτειν τοῦ ἐλάττονος ἄλλως ἀκούσαιμεν νῦν
在由 ἔλεγεν 引出的间接引语中,主句为带有 ἄν 的不定词 μὴ ἄλλως ἂν καταστῆσαι(表示潜在或反事实的结果句),条件从句为 εἰ μὴ ... ἀκούσαιμεν(用希求法表示条件)。随后的 καὶ τοῦτο εἶναι 并非与 καταστῆσαι 并列,而是解释 ἀκούσαιμεν 具体内容的说明性不定词句。
- 1.431μηδὲν πλέον ἔχοντα τῶν ἐν τοῖς τρισὶ σχήμασιν εἰρημένων περὶ τῆς θέσεως τῶν τριῶν ὅρων μηδὲ ἀναγκαίου τινὸς ἕνεκα τῶν εἰς ἀπόδειξιν χρησιμευόντων ἐνταῦθα παρεμβεβλημένα
中性复数现在分词 μηδὲν πλέον ἔχοντα 与完成时分词 παρεμβεβλημένα 通过 μηδὲν ... μηδὲ ... 并列,修饰 ταῦτα(或 τὰ ἐνταῦθα λεγόμενα)。前者限定内容(“不包含多于……的内容”),后者表示缺乏意图或目的(“并非为了……而被插入”)。
