- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:266.4-267.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德在 84b19–30 的论述,阐明没有中项的直接前提才是论证的本原与元素,它们既存在于肯定命题也存在于否定命题中,并分析了主语在先和述语在先的表述方式的区别。
" Φανερὸν δὲ καὶ ὅτι, ὅταν τὸ Α τῷ Β ὑπάρχῃ, εἰ μὲν ἔστι τι μέσον, ἔστι δεῖξαι ὅτι τὸ Α τῷ Β ὑπάρχει." Ἐπεὶ δέδεικται ὅτι ἔστιν ἕτερον ἑτέρου ἀμέσως κατηγορεῖν, δῆλον ὅτι, φησιν, ὅταν οὕτως τι τινος κατηγορῆται, οὐκ ἔστι τοῦ αὐτοῦ ἀπόδειξις, εἴ γε πᾶσα ἀπόδειξις γίνεται μέσου ὅρου παρεμβαλλομένου. ὥστε ὧν μὴ ἔστι μέσον ὅρον θεῖναι, οὐδὲ ἀποδεῖξαι τὰ τοιαῦτα ἐνδέχεται·1 οὐ γὰρ ἀποδεικταὶ αἱ ἄμεσοι προτάσεις, τοὐναντίον δὲ ἀρχαὶ καὶ στοιχεῖα ἀποδείξεως αἱ ἄμεσοι προτάσεις. καὶ ἀρχαὶ μὲν πρώτισται οἱ ὅροι· ἀλλὰ καὶ ὡς ἐν προτάσεσιν2 ἀρχαὶ καὶ στοιχεῖα αἱ ἄμεσοί εἰσι προτάσεις. καὶ ἤτοι πᾶσαι, φησίν, αἱ ἄμεσοι προτάσεις ἀρχαὶ καὶ στοιχεῖά εἰσι τῶν συλλογισμῶν ἢ αἱ καθόλου. οἷον τί λέγω; εἰς τὸ δεῖξαι, ὅτι ὁ ἄνθρωπος ἔμψυχός ἐστι, χρῶμαι συλλογισμῷ τοιούτῳ· ὁ ἄνθρωπος λογικόν, τὸ λογικὸν ἔμψυχον, ὁ ἄνθρωπος ἄρα ἔμψυχον. αὗται αἱ προτάσεις οὐκ εἰσὶν ἄμεσοι· δείκνυνται γὰρ ἡ μὲν μείζων μέσου ὅρου ληφθέντος τοῦ ζῴου· τὸ λογικὸν γὰρ ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ λογικὸν ἄρα ἔμψυχον· καὶ ἔστιν ἄμεσος πρότασις ‘τὸ ζῷον ἔμψυχόν ἐστιν’ [καὶ τὸ ἔμψυχον λογικόν]· ὁμοίως καὶ ἐπὶ τῆς ἐλάττονος μέσου ὅρου τοῦ 〈ἀνθρώπου καὶ τοῦ〉 λογικοῦ παρεντιθεμένου. ἤτοι οὖν, φησί, πᾶσαι αἱ ἄμεσοι προτάσεις ἀρχαί εἰσι καὶ στοιχεῖα τῶν συλλογισμῶν ἢ αἱ καθόλου. καθόλου δὲ λέγει ἤτοι τὰς κοινὰς ἐννοίας ἢ τὰς γενικωτάτας, οἷον τὸ σῶμα, εἰ τύχοι, οὐσία ἐστὶν ἤ τι τοιοῦτον.
“并且同样明显的是,当Α属于Β时,如果有某个中项,就能够证明Α属于Β。” 既然已经证明了能够将一事物直接述说于另一事物,他说,显然,每当某物这样被述说于某物时,对这同一事物便没有证明,如果确实一切证明都是由于插入了中项而产生的。因此,凡是不能设定中项的事物,也就不可能证明这类事物;因为直接前提并非可证明的,相反,直接前提乃是证明的本原和元素。最首要的本原固然是诸项,但作为前提层面的本原和元素,直接前提也是如此。并且他说,推论的本原和元素要么是全部直接前提,要么是全称的直接前提。例如我说的是什么呢?为了证明人是有灵魂的,我使用这样的推论:人是有理性的,有理性的是有灵魂的,因此人是有灵魂的。这些前提并不是直接的;因为大前提是通过取动物作为中项而得到证明的:有理性的是动物,动物是有灵魂的,因此有理性的是有灵魂的;而“动物是有灵魂的”[以及“有灵魂的是有理性的”]是直接前提;在小前提中,也是同样通过在〈人与〉有理性的事物之间插入中项而得到证明。因此他说,推论的本原和元素要么是一切直接前提,要么是全称的直接前提。而他说全称的,是指共同概念,或者是指最高属的前提,例如假定“物体是实体”或诸如此类的命题。
"Ὁμοίως δὲ καὶ εἰ τὸ Α τῷ Β μὴ ὑπάρχει." Ὅτι ὥσπερ ἐπὶ τῶν καταφάσεων αἱ μὲν ἔμμεσοι ἀποδεικταί εἰσιν, αἱ δὲ ἄμεσοι οὐκ ἀποδεικταὶ ἀλλ’ ἀρχαὶ καὶ στοιχεῖα ἀποδείξεως, οὕτω καὶ ἐπὶ τῶν ἀποφάσεων. ἔχομεν οὖν ἐναργῶς ἀποδεδειγμένον ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, εἴ γε αἱ μὲν ἀποδείξεις ἐκ τῶν ἀρχῶν, ἀρχαὶ δὲ αἱ ἄμεσοι προτάσεις, τῶν δὲ ἀμέσων ἀρχαὶ οὐκ εἰσίν· δέδεικται γὰρ ὅτι εἰσὶν ἄμεσοι προτάσεις.
“同样,如果Α不属于Β,情况也是如此。” 也就是说,正如在肯定命题中,间接的前提是可证明的,而直接的前提不是可证明的,反而是证明的本原和元素,在否定命题中也是同样。因此,我们已经清楚地证明了并非一切事物都是可证明的,既然证明来自本原,而本原是直接前提,直接前提则没有本原;因为已经证明了存在着直接前提。
"Ἀλλ’ ἀρχαὶ καὶ στοιχεῖα τοσαῦτ’ ἐστὶν ὅσοι ὅροι· αἱ γὰρ τούτων προτάσεις ἀρχαὶ τῆς ἀποδείξεως." Εἰσὶ γὰρ καὶ οἱ ὅροι ἀρχαί, ὅσοι ἀλλήλων ἀμέσως κατηγοροῦνται· εἰσὶ δὲ ἀρχαὶ καὶ αἱ ἐκ τούτων προτάσεις, ὥσπερ καὶ αἱ τῶν συνθέτων ἀρχαὶ εἰσὶ μὲν καὶ ὕλη καὶ εἶδος, εἰσὶ δὲ καὶ τὰ ἐκ τῆς συμπλοκῆς τούτων πρώτως συντεθειμένα σώματα, λέγω δὴ τὰ στοιχεῖα.
“但是,有多少项,就有多少本原和元素;因为由这些项构成的前提乃是证明的本原。” 因为只要项与项之间是直接述说的,诸项本身也是本原;由它们构成的前提也是本原,这正如复合事物的本原一方面是质料与形式,另一方面也是由它们的结合最先构成的物体,我指的是元素。
"Καὶ ὥσπερ ἔνιαι ἀρχαί εἰσιν ἀναπόδεικτοι ὅτι ἔστι τόδε τοδὶ καὶ ὑπάρχει τόδε τῳδί, οὕτως καὶ ὅτι οὐκ ἔστι τόδε τοδὶ οὐδ’ ὑπάρχει τόδε τῳδί." Ὥσπερ, φησί, καταφατικαὶ προτάσεις εἰσὶν ἀναπόδεικτοι, οὕτω δὲ καὶ ἀποφατικαί· αὗται δέ εἰσιν αἱ ἄμεσοι. εἰπὼν δὲ ὅτι ἔστι τόδε τόδε ἐκ τοῦ ὑποκειμένου τὴν ἀρχὴν ἐποιήσατο ἐπὶ τὸ κατηγορούμενον, ὥσπερ εἰ εἴποιμεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’, καὶ ὑπάρχει τόδε τῳδί ἐκ τοῦ κατηγορουμένου,3 ὥσπερ εἰ εἴποι τις ‘τὸ ζῷον ὑπάρχει παντὶ ἀνθρώπῳ’. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀποφατικῶν.
“正如有些本原是不可证明的,即‘这是某物’以及‘这属于某物’,同样‘这不是某物’以及‘这不属于某物’也是不可证明的。” 他说,正如肯定前提是不可证明的,否定前提也是如此;而这些正是直接前提。而他说“这是某物”,是从主语出发走向述语,正如我们说“人是动物”;而说“这属于某物”,则是从述语出发,正如有人说“动物属于所有人”。在否定前提中也是同样。
"Ὥστε αἱ μὲν εἶναί τι, αἱ δὲ μὴ εἶναί τι ἔσονται ἀρχαί." Τουτέστιν αἱ ἀρχαὶ τῶν ἀποδείξεων αἱ μέν εἰσι καταφατικαὶ αἱ δὲ ἀποφατικαί.
“因此,某些将是‘是某物’的本原,另一些将是‘不是某物’的本原。” 这就是说,证明的诸本原中,有些是肯定的,有些是否定的。
- 1.426ὧν μὴ ἔστι μέσον ὅρον θεῖναι, οὐδὲ ἀποδεῖξαι τὰ τοιαῦτα ἐνδέχεται
关系代词属格 ὧν 指代待论证的事物或关系,在不定式短语 μέσον ὅρον θεῖναι 的支配下充当关系属格或限定属格(“在……的情况中”)。主句则用宾格 τὰ τοιαῦτα 作承接照应。
- 1.426ὡς ἐν προτάσεσιν
带有 ὡς 的短语起限定性观点短语的作用(“作为前提层面而言”),与前述“最首要的本原是诸项”(ἀρχαὶ μὲν πρώτισται οἱ ὅροι)形成对照。
- 1.429εἰπὼν δὲ ὅτι ἔστι τόδε τόδε ἐκ τοῦ ὑποκειμένου τὴν ἀρχὴν ἐποιήσατο ἐπὶ τὸ κατηγορούμενον ... καὶ ὑπάρχει τόδε τῳδί ἐκ τοῦ κατηγορουμένου
注疏者在此对比了亚里士多德两种命题表述程式的句法方向:前句 ἔστι τόδε τόδε 指从主语出发走向述语(“S是P”),后句 ὑπάρχει τόδε τῳδί 则指从述语出发走向主语(“P属于S”)。
