← 约翰·菲洛波诺斯

亚里士多德《后分析篇》注释

§264.20-266.3

同类项构成的共同论证与文本异读

斐洛波诺斯注解了84b6–14,讨论了涉及三角形内角和多边形外角的抄本异读及重音标法,并解释了为何论证中的诸项必须属于同一门科学的类且被述说于相同的不可分个体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.423

" Οἷον τῷ ἰσοσκελεῖ καὶ τῷ σκαληνῷ εἰ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν κατὰ κοινόν τι ὑπάρχει· ᾗ γὰρ σχῆμά τι, ὑπάρχει, καὶ οὐχ ᾗ ἕτερον.1" Τῶν ἀντιγράφων τὰ μὲν ἔχει δυσὶν ὀρθαῖς, τὰ δὲ τέτρασιν. εἰ μὲν οὖν εἴη δυσὶν ὀρθαῖς, τὸ δὲ ἐπιφερόμενον ᾖ, ὥς τινα τῶν ἀντιγράφων ἔχει, ᾗ γὰρ τριγώνῳ ὑπάρχει, σαφὲς τὸ λεγόμενον· ὑπάρχει γὰρ τῷ ἰσοσκελεῖ καὶ τῷ σκαληνῷ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς γωνίας οὐχ ᾗ ἰσοσκελές (ταύτῃ γὰρ τὰς πρὸς τῇ βάσει ἴσας ἔχει, οὐ μὴν δύο ὀρθαῖς ἴσας), ἀλλ’ οὐδὲ ᾗ σκαληνόν, ἀλλ’ ᾗ τρίγωνον ἑκάτερον. κατά τι κοινὸν οὖν, τὸ τρίγωνον, ὑπάρχει αὐτοῖς τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν. εἰ δὲ εἴη σχήματι, προπερισπαστέον τὸ σχημα εὐθείας ὂν πτώσεως καὶ ἐγκλιτέον τὸ τι ἀόριστον ὂν μόριον· λέγοι γὰρ ἂν ὡς ὅτι σχῆμά τι, τοῦτο δέ ἐστι τρίγωνον, ὑπάρχει αὐτοῖς τὸ εἰρημένον. εἰ δὲ εἴη τέτρασιν ὀρθαῖς, τὸ σχήματι προπαροξυτονητέον ὡς δοτικήν, καὶ ὁ λόγος περὶ τῶν ἐκτὸς γωνιῶν· δείκνυται γὰρ ὅτι παντὸς σχήματος τῶν πλευρῶν ἐκβαλλομένων αἱ ἐκτὸς γωνίαι τέτρασιν ὀρθαῖς ἴσαι εἰσί. καὶ τούτου τὴν δεῖξιν ἐν τοῖς συμμίκτοις ἐξεθέμην θεωρήμασι.

“例如,对于等腰三角形和不等边三角形,如果拥有等于两直角的[角]是凭借某种共同的事物而属于;因为只要它是一个某种图形,它就属于,而不是只要它是别的事物。” 在诸抄本中,有的作“等于两直角”,有的则作“等于四[直角]”。如果作“等于两直角”,且后继的文句正如某些抄本所作的那样是“因为只要它是三角形就属于”,那么所说的是明了的;因为拥有等于两直角的角,属于等腰三角形和不等边三角形,并非只要它是等腰的(因为在这方面它底边上的角相等,绝非等于两直角),也非只要它是不等边的,而是只要二者各自是三角形。因此,正是凭借某种共同的事物即三角形,拥有等于两直角才属于它们。但如果作“图形”,则应当将“图形”作为主格而在倒数第二音节加曲折音符,并将作为不定小品词的“某种”作后附着词处理;因为他的意思或许是,作为某种图形,而这就是三角形,上述属性属于它们。但如果作“等于四直角”,则应当将“对于图形”作为与格而在倒数第三音节加锐音符,而论述则是关于外角;因为可以证明,对于一切图形,当各边被延长时,外角等于四直角。关于这一点的证明,我在《杂题集》中已作了阐述。

§1.424

"Τοῦτο δ’ οὐκ ἀεὶ οὕτως ἔχει." Τουτέστιν οὐκ ἀεὶ κατὰ κοινόν τι τούτων ἔσται τὸ κατηγορούμενον, ἀλλ’ ἔσται προϊόντων ὃ καὶ ἀμέσως αὐτῶν κατηγορηθήσεται.

“但这并不总是如此。” 这就是说,被述说的事物并非总是凭借这些事物的某种共同事物而属于,而是在推进的过程中,也会有某种直接述说于它们的事物。

§1.425

"Ἐν μέντοι τῷ αὐτῷ γένει καὶ ἐκ τῶν αὐτῶν ἀτόμων ἀνάγκη τοὺς ὅρους εἶναι, εἴπερ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἔσται τὸ κοινόν." Τοὺς ἀποδεικτικοὺς δηλονότι ὅρους· ἐπεί τοί γε τοὺς διαλεκτικοὺς οὐκ ἀνάγκη τοῦ αὐτοῦ γένους εἶναι, ἐπεὶ καὶ ἐξ ἐνδόξων καὶ ἐκ συμβεβηκότων αἱ διαλεκτικαὶ δείξεις. τοὺς μέντοι ἀποδεικτικοὺς ἀνάγκη τοῦ αὐτοῦ γένους εἶναι. τοῦ αὐτοῦ δὲ γένους φησὶν ἀντὶ τοῦ τὸν ὑποκείμενον ὡς εἰς γένος ἀνάγεσθαι τὸν κατηγορούμενον,2 εἴπερ μὴ ἐνδέχεται ἐξ ἄλλου γένους εἰς ἄλλο μεταβάντα δεῖξαι· εἴρηται γὰρ καὶ ἔμπροσθεν ὅτι οὐχ οἷόν τε τὰ ἰατρικὰ γεωμετρικῶς ἀποδεῖξαι καὶ τὰ γραμματικὰ ῥητορικῶς. ὅθεν καὶ δοκεῖ μοι τοῦ αὐτοῦ γένους λέγειν οὐχ ἁπλῶς τὰ ὑπὸ τὴν αὐτὴν κατηγορίαν· πλείους γὰρ ἐπιστῆμαι τῇ αὐτῇ κέχρηνται κατηγορίᾳ· ἀλλὰ γένος φησὶ τὸ τῆς ἐπιστήμης. οἷον ὅτι δεῖ τοὺς κατηγορουμένους ὅρους καὶ τοὺς ὑποκειμένους ἐν γεωμετρίᾳ μὲν ὑπὸ τὰ ἐν γεωμετρίᾳ μέρη εἶναι, οἷον, εἰ τύχοι, ὑπὸ τὰς γραμμὰς ἢ τὰ σχήματα ἢ τι τοιοῦτον, καὶ ἐπὶ τῶν λοιπῶν ἐπιστημῶν ὁμοίως. τὸ δὲ καὶ ἐκ τῶν αὐτῶν ἀτόμων, τοῦτ’ ἔστι τῶν αὐτῶν ἀτόμων κατηγορουμένους, ἵνα καὶ τὰ ἄτομα, καθ’ ὧν οἱ ὅροι κατηγοροῦνται, ὑπὸ τὰ αὐτὰ γένη ἀνάγωνται καὶ οἱ ὅροι οἱ ἐν τῷ συλλογισμῷ, ὅ τε κατηγορούμενος καὶ ὁ ὑποκείμενος, τῶν αὐτῶν ἀτόμων κατηγορῶνται ἢ καταφατικῶς ἢ ἀποφατικῶς.

“然而,诸项必须在同一类中并且来自同一不可分的事物,如果共同的事物要属于自身固有的事物。” 显然是指论证性的诸项;因为辩证性的诸项并不必然属于同一类,既然辩证性的证明也来自被普遍接受的意见和偶性。然而论证性的诸项则必然属于同一类。他说“同一类的”,代替的是说主语被归纳到述语中犹如归入一个类,如果确实不能跨越从一个类到另一个类来进行证明的话;因为前面也曾说过,不可能用几何学方式证明医学的课题,也不可能用修辞学方式证明语文学的课题。由此在我看来,他说“同一类的”并不单指在同一范畴下的事物——因为多门科学使用同一范畴——而是称科学所固有的类为类。例如,几何学中的被述说项与主语项必须在几何学的部分之下,比如假定在直线或图形或某种此类事物之下,在其余科学中也同样如此。而“并且来自同一不可分的事物”,意思是被述说于同一不可分的个体,以便诸项被述说于其上的不可分个体也被归入相同的类之下,而推论中的诸项,无论是述语还是主语,都或肯定地或否定地被述说于同一不可分的个体。

语法注2 条
  1. 1.423ᾗ γὰρ σχῆμά τι, ὑπάρχει, καὶ οὐχ ᾗ ἕτερον

    斐洛波诺斯针对抄本异读δυσὶν ὀρθαῖς(两直角)和τέτρασιν(四直角)分别提出了相应的句法分析:在前者中,σχῆμά τι被解析为主格名词加后附着不定小品词(“只要它是一个某种图形[即三角形]”);在后者中,σχήματι被解析为倒数第三音节带锐音符的单字与格名词(“只要属于图形[即作为外角和]”)。

  2. 1.425τοῦ αὐτοῦ δὲ γένους φησὶν ἀντὶ τοῦ τὸν ὑποκείμενον ὡς εἰς γένος ἀνάγεσθαι τὸν κατηγορούμενον

    由介词短语ἀντὶ τοῦ支配的带不定式结构。根据文意,它表达主语项(τὸν ὑποκείμενον)像被归入一个类那样被归结到述语项(τὸν κατηγορούμενον),因此前者作不定式ἀνάγεσθαι的逻辑主语,后者作归结目标的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:264.20-266.3