- 底本
- Philoponus, In Aristotelis Analytica Posteriora Commentaria. Commentaria in Aristotelem Graeca XIII.3, ed. M. Wallies, Berlin: Reimer 1909, pp. 1-440. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg004.humanitext-grc1:263.10-264.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞解释了亚里士多德的定理(84b3–4),即当同一个谓词属于多个彼此不作全称肯定述说的主词时,有时必定是直接属于而无需中介的共同项,并说明了主词之间完全不相互述说或不作全称述说这一限定条件的逻辑必然性。
" Δεδειγμένων δὲ τούτων φανερὸν ὅτι, ἐάν τι τὸ αὐτὸ δυσὶν ὑπάρχῃ, οἷον τὸ Α τῷ Γ καὶ τῷ Δ." Ἐπειδὴ ἔδειξεν ὅτι εἰσὶν ἀρχαὶ ἀποδείξεως αἱ ἄμεσοι προτάσεις, ἐκ τούτων ἕτερόν τι θεώρημα συνάγει, ὅτι ὅταν ἕν τι πλειόνων κατηγορῆται, ὧν μηδὲν τῶν λοιπῶν κατὰ παντὸς θατέρου κατηγορεῖται,1 οὐκ ἀεὶ κατά τι κοινὸν τὸ κατηγορούμενον ἐκείνων κατηγορεῖται, ἀλλ’ ἔστιν ὅτε καὶ ἀμέσως. οἷον τί λέγω; Σωκράτους καὶ Ἀλκιβιάδου κατηγορεῖται ἡ οὐσία κατά τι κοινόν, εἰ τύχοι, τὸ ἔμψυχον· ἐπεὶ γὰρ καὶ Σωκράτης καὶ Ἀλκιβιάδης ἔμψυχοι, τὸ δὲ ἔμψυχον οὐσία, διὰ τοῦ κοινοῦ τούτου, τοῦ ἐμψύχου, κατηγορεῖται Σωκράτους καὶ Ἀλκιβιάδου ἡ οὐσία. ὁμοίως τὸ ἔμψυχον κατά τι κοινόν, τὸ ζῷον, κατηγορεῖται, καὶ τὸ ζῷον ὁμοίως κατά τι κοινόν, τὸ λογικόν, κατηγορεῖται αὐτῶν. ἆρα οὖν καὶ πάντα οὕτως κατηγορεῖται; ἀλλ’ εἰ οὕτω πάντα, οὐκ ἔσται λαβεῖν ἄμεσον πρότασιν, ἀλλὰ πάσης τῆς ληφθείσης μεταξὺ ἐνδέχεται προστιθέναι ὅρον. ὥστε δύο ἄκρων ὡρισμένων μεταξὺ ἄπειροι ἔσονται, ὅπερ ἀδύνατον· κατηγορεῖται γὰρ αὐτῶν ὁ ἄνθρωπος, καὶ οὐ κατά τι κοινὸν ἀλλ’ ἀμφοτέρων ἀμέσως. τοῦτο δὲ προσέθηκε τὸ θεώρημα, ἐπειδὴ πρὸ τούτου ὑπέθετο ἓν καθ’ ἑνὸς κατηγορεῖσθαι καὶ οὕτως ἔδειξεν ὅτι οὐχ οἷόν τε οὕτως ἐπ’ ἄπειρον προϊέναι. ταῦτα δὲ προσέθηκε δεικνὺς ὅτι οὐ μόνον ἓν καθ’ ἑνὸς οὐχ οἷόν τε ἐπ’ ἄπειρον προϊέναι, ἀλλ’ οὐδὲ ἓν κατὰ πλειόνων.
“在这些已被表明之后,显然,如果有某种相同的事物属于两个事物,例如Α属于Γ和Δ,”在表明无中项的前提是证明的原则之后,他从这些推导出了另一条定理:每当某一单独的事物被述说于多个事物,而其中其余的事物没有一个被述说于另一者的全部时,被述说于它们的事物并不总是凭借某种共同的事物被述说,而是有时也是直接地[被述说]。例如,我指的是什么呢?关于苏格拉底和阿尔基比亚德,实体是凭借某种共同的事物,比如有灵魂者,而被述说的;因为既然苏格拉底和阿尔基比亚德都是有灵魂者,而有灵魂者是实体,那么通过这一共同的事物即有灵魂者,实体被述说于苏格拉底和阿尔基比亚德。同样,有灵魂者凭借某种共同的事物即动物被述说,而动物同样凭借某种共同的事物即理性的被述说于他们。那么难道一切事物都是如此被述说的吗?但是如果一切事物都是如此,将不可能取得无中项的前提,而是可以在每一个被采纳的前提之间添加一个项。从而在两个确定的端项之间将会有无限多个[项],这是不可能的;因为人被述说于他们,且不是凭借某种共同的事物,而是直接地被述说于二者。他之所以补充了这条定理,是因为在此之前他假定一者述说于一者,并由此表明不可能以此种方式走向无限;而他补充这些,是表明不仅一者述说于一者不可能走向无限,而且一者述说于多者也不可能走向无限。
"Μὴ κατηγορουμένου θατέρου κατὰ θατέρου, ἢ μηδαμῶς ἢ μὴ κατὰ παντός, ὅτι οὐκ ἀεὶ κατὰ κοινόν τι ὑπάρξει." Τοῦτο ἀναγκαίως προσέθηκεν, ὅτι δεῖ τὰ ὑποκείμενα ἢ μηδ’ ὅλως ἀλλήλων ἀντικατηγορεῖσθαι ἀλλ’ εἶναι ἢ ἄτομα ἢ ἀντιδιῃρημένα ἀλλήλοις, ὥσπερ ἂν εἰ ἡ οὐσία διὰ μέσου τοῦ 〈σώματος κατηγοροῖτο τοῦ〉 ἐμψύχου καὶ διὰ μέσου τούτου κατηγοροῖτο τοῦ ζῴου καὶ διὰ μέσου τοῦ ζῴου κατηγοροῖτο τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου (ταῦτα γὰρ διὰ τὸ ἀντιδιαιρεῖσθαι οὐδέτερον οὐδετέρου κατηγορεῖται), ἢ εἰ καὶ κατηγορεῖται θάτερον θατέρου, μὴ κατὰ παντὸς κατηγορεῖσθαι. οἷον εἰ τὸ λογικὸν εἴη καὶ τὸ θνητόν· οὔτε γὰρ τὸ θνητὸν κατὰ παντὸς τοῦ λογικοῦ κατηγορεῖται οὔτε τὸ λογικὸν κατὰ παντὸς τοῦ θνητοῦ. τοῦτο δέ, ὅπερ εἶπον, ἀναγκαίως προσέθηκεν. εἰ γὰρ θάτερον θατέρου κατηγοροῖτο κατὰ παντός, οἷον εἰ τὸ λογικὸν εἴη καὶ ἄνθρωπος (κατὰ παντὸς γὰρ τοῦ ἀνθρώπου τὸ λογικόν), οὐκέτι οὖν κατά τι κοινὸν ἀμφοτέρων κατηγορεῖται2 τὸ κατηγορούμενον, οἷον, εἰ τύχοι, ἡ οὐσία διὰ τοῦ ζῴου, ἀλλὰ τοῦ ἑτέρου διὰ τοῦ ἑτέρου κατηγορεῖται· τοῦ γὰρ ἀνθρώπου διὰ μέσου τοῦ λογικοῦ κατηγορηθήσεται, οὐκέτι ἀμφοτέρων δι’ ἑτέρου τινός. καλῶς οὖν προσέθηκε τὸ μὴ κατηγορουμένου θατέρου κατὰ θατέρου, ἢ μηδαμῶς ἢ μὴ κατὰ παντός. τὸ αὐτὸ τοῦτο ἁρμόσει δῆλον ὅτι, κἂν μὴ δύο ᾖ ἀλλὰ πλείονα καθ’ ὧν κατηγορεῖται.
“在另一者不被述说于另一者,或者完全不被述说,或者不被述说于全部的情况下,它并不总是凭借某种共同的事物而属于。” 他必然地补充了这一点,因为底层的承受者必须要么完全不彼此相互述说,而是要么是不可分的个体,要么是彼此相互区分的对立项——犹如实体通过〈物体〉作为中项〈被述说于〉有灵魂者,又通过它作为中项被述说于动物,并通过动物作为中项被述说于理性的与无理性的(因为由于它们是相互区分的对立项,二者中没有一个述说于另一个)——要么即使另一者述说于另一者,也不是述说于全部。例如,如果存在理性的与有死的;因为有死的既不述说于全部的理性的,理性的也不述说于全部的有死的。而且,正如我所说,他必然地补充了这一点。因为如果另一者述说于另一者的全部,例如如果存在理性的与人(因为理性的述说于全部的人),那么被述说的事物就不再是凭借二者的某种共同事物被述说(例如假定实体通过动物[被述说]),而是通过另一者述说于这一者;因为它将通过理性的作为中项被述说于人,不再是通过某种他物被述说于二者。因此他很好地补充了“在另一者不被述说于另一者,或者完全不被述说,或者不被述说于全部的情况下”。显然,即使它被述说于其上的不是两个而是更多事物,这同一道理也是适用的。
- 1.421ὧν μηδὲν τῶν λοιπῶν κατὰ παντὸς θατέρου κατηγορεῖται
关系代词 ὧν 是指代先行词 πλειόνων 的部分属格,在从句内部 μηδὲν τῶν λοιπῶν 充当主语。θατέρου 是受 κατὰ παντός 管辖的属格(意为“另一者的全部”)。整句骨架为:“在这些事物中,其余的事物没有一个被述说于另一者的全部”。
- 1.422οὐκέτι οὖν κατά τι κοινὸν ἀμφοτέρων κατηγορεῖται τὸ κατηγορούμενον ... ἀλλὰ τοῦ ἑτέρου διὰ τοῦ ἑτέρου κατηγορεῖται
οὖν 引出针对条件从句 εἰ γὰρ ... κατηγοροῖτο 的归结句。属格 ἀμφοτέρων 是 κατηγορεῖται 所要求的宾格性属格补足语(即被述说的对象),而在对举句 ἀλλὰ τοῦ ἑτέρου διὰ τοῦ ἑτέρου κατηγορεῖται 中,属格 τοῦ ἑτέρου 同样是 κατηγορεῖται 的被述说对象,διὰ τοῦ ἑτέρου 则表示作为媒介的一方。
